Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 14: To Abbot Ignatius
ΙΔ΄. — Ἰγνατίῳ ἡγουμένῳ.
Πρὸ παντὸς ἄλλου τὸ τῆς προσηγορίας χρέος ἀποτιννύω τῇ πατρικῇ σου ἁγιωσύνῃ· ὥφελον γάρ· εἶθ᾽ οὕτως τὴν αἰτίαν τῶν γραμμάτων ἀπαγγελῶ. Πρόβατον ἡμῶν λογικὸν ὁ δεῖνα ὁ ἀδελφὸς, δελεασθεὶς ὑπὸ τῆς πολυμεθόδου πανουργίας τοῦ ψυχοφθόρου λύκου, ἀπεξεώθη τῆς ταπεινῆς ἡμῶν ποίμνης, καὶ, ὡς ἔγνωσται ἡμῖν, προσεδέχθη ἐν τῇ μονῇ τῆς ὁσιότητός σου. Καὶ εἰ μὲν παρευθὺ δεξαμένη νενουθέτηκε τὰ πρὸς ὑποστροφὴν, ὑποδεικνύουσα τὴν ἀπάτην καὶ τὸν ὄλεθρον ὃν πέπονθεν· εἶτα βελτιώσασα ἀνθυπήγαγε πρὸς τὴν εὐτέλειαν ἡμῶν· οὐδὲν τὸ ἀπεικὸς, ἀλλὰ τὸ ἐφαρμόζον αὐτῇ, ὡς ἐντετάλμεθα ὑπὸ τῶν ἁγίων. Ἐπεὶ δὲ τοσοῦτος χρόνος παρίππευσε, καὶ οὐδαμοῦ ἡ ἀνάλυσις, ἐρωτηθῆναι βούλομαι, ποίῳ τρόπῳ τὸν μαθητήν μου ἐπικρατεῖ ἡ θεοφίλειά σου, ὡς ἀγνοοῦσα. Ἀλλ᾽ ἔδει μετ᾽ ἐπιγνώσεως, ὃν οὐκ ἀπέκειρεν, ἀποπέμψασθαι· ὡς γινώσκουσα πολὺ τὸ ἐπιβλαβές. Ἐπίσταται γὰρ τί νομοθετεῖ ὁ θεῖος καὶ μέγας Βασίλειος, τοῦ ἀπρόσδεκτον εἶναι ἐν πάσαις ταῖς ἀδελφότησι, τὸν ἀποπηδῶντα τῆς τῶν οἰκείων ἀδελφῶν συναφείας. Πῶς γὰρ ἂν καὶ συσταίησαν τὰ κοινόβια, εἰ μὴ τοῦτο παρατηρηθείη πρό γε πάντων τὸ κεφάλαιον; Εἰ γὰρ ἐπὶ τῶν παιδοδιδασκάλων τοῦ κόσμου τούτου, οὐχ οἷόν [τέ] ἐστι δέξασθαι ἐν τοῖς μαθήμασί τινα τὸν ἐν ἑτέρᾳ σχολῇ παραδοθέντα παῖδα· ἢ τοῦτο ποιοῦντα ὑποβάλλουσι συνηθροισμένοι οἱ πάντες ἐπιτιμίοις ζημίᾳ· πόσῳ γε μᾶλλον ἐφ᾽ ἡμῶν, ἁγιώτατε Πάτερ, τῶν Ἐκκλησίας Θεοῦ κατεχόντων, καὶ ψυχῶν καθηγουμένων, κατὰ μίμησιν τοῦ πρώτου διδασκάλου καὶ ποιμένος ἡμῶν Ἰησοῦ Χριστοῦ; Οἶδα τοίνυν ὅτι πεπληρωμένος εἶ σοφίας καὶ γνώσεως. Ἀλλὰ δέομαί σου ἐπιγνῶναι τὸ πραττόμενον ἔκτοπον, καὶ μάλιστα αὐτὸς ὁ προέχων τῶν ἄλλων, καὶ βρίθων ἐν ἱερᾷ ἀδελφότητι. Ἢ οὐκ οἶδας, ὁσιώτατε, ὅτι καὶ αὐτῷ τῷ ποιμνίῳ σου ἐπιβλαβές ἐστι συνάπτειν πρόβατον ἑτεροδέσποτον; Τοσούτου οὖν ὄντος, λοιπὸν, ὡμολογημένου τοῦ κακοῦ, ἀντιβολοῦμεν, ἡνίκα δέξῃ ἡμῶν τὰ εὐτελῆ γράμματα, παραδοῦναι αὐτὸ τοῖς πρὸς αὐτὸ τοῦτο πεμφθεῖσιν ἀδελφοῖς ἡμῶν, ἵνα ἀγάγωσιν αὐτὸν πρὸς τὴν ἰδίαν ποίμνην, μεθ᾽ ὧν ἐσφετερίσατο πραγμάτων τῆς Ἐκκλησίας. Εἰ δὲ ἀπειθείᾳ χρῆται ὁ ἀδελφὸς, ἀποσκορακίσαι αὐτὸν θελήσει τῆς ἱερᾶς αὐτοῦ ποίμνης παραυτίκα. Εἰ δ᾽, ὅπερ οὐκ οἰόμεθα, μετὰ τὴν γνῶσιν ταύτην ἐπικατέχειν αὐτὸν βούλεται, γινωσκέτω ὅτι δεδεμένος ἐστί παρ᾽ ἡμῶν, οὐκ ἀλόγως, ἀλλὰ καὶ λίαν ἐγκεκριμένως, μᾶλλον δὲ ὑπὸ τῆς ἁγίας Τριάδος, καὶ πάσης θεσμοθεσίας ἱερατικῆς, τοῦ ἀκοινώνητον αὐτὸν εἶναι τῶν θείων δώρων, ἐπεὶ καὶ ἀμέτοχον τῶν ἐξωτέρων βρωμάτων· ἕως ἂν ἀνθυποστρέψας εἰσοικισθῇ ἐν τῇ μάνδρᾳ αὐτοῦ. Ὥσπερ δὲ οὐ θέμις, ὃν δεσμεῖ οἰκεῖον μαθητὴν ἡ ἁγιωσύνη σου, λύειν τινὰ τὸ καθόλου (παρανομίας γὰρ τοῦτο ἔργον, καὶ ἐκ ψήφου κοινῆς τῆς ὅλης Ἐκκλησίας καταδίκη ὁμοιοπαθείας), οὕτω πάντως οὐδὲ πρὸς τὴν ἡμετέραν ἐξουσίαν, ἣν ἀναξίως δέδωκεν ἡμῖν ὁ Κύριος, οὐκ εἰς καθαίρεσιν, ἀλλ᾽ οἰκοδομὴν ψυχῶν, ἐπιβάλῃ ἑαυτὴν ἡ ἁγιωσύνη σου. Φρικτὸν γὰρ τὸ κρῖμα. Διὰ τοῦτο παρακαλουμένη, πάντως γε τὸ πνευματικὸν ἡμῶν τέκνον παραδώσει τοῖς ἀδελφοῖς, εὐχομένη ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν ἀδιαλείπτως.