Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 17: To John the Spatharius

ΙΖ΄. — Ἰωάννῃ σπαθαρίῳ.

Θεῖόν τι δρᾶμα ἀκηκοότες πεπραχέναι σου τὴν κυριότητα, τεθαυμάκαμεν ἐπὶ τῇ μεγάλῃ σου ὡς ἀληθῶς πίστει, ἄνθρωπε τοῦ Θεοῦ.

Φησὶ γὰρ ὁ διδάξας χρήσασθαί σε τῇ ἱερᾷ εἰκόνι τοῦ μεγαλομάρτυρος Δημητρίου, ἀντὶ ἀναδόχου τινὸς, καὶ οὕτως ἐπιτελέσαι τὸ φώτισμα τοῦ θεοφυλάκτου σου τέκνου. Καὶ, ὦ τῆς πεποιθήσεως! Οὐδὲ ἐν τῷ Ἰσραὴλ εὗρον τοσαύτην πίστιν, ὁ Χριστὸς οὐ μόνον τότε τῷ ἑκατοντάρχῃ δοκῶ ἐπιφθέγξασθαι, ἀλλὰ καὶ σοὶ ἄρτι τῷ ἐφαμίλλῳ τῇ πίστει. Εὕρετο τοίνυν ἐκεῖνος ὁ ἐπεζήτησεν· ἐπέτυχες καὶ αὐτὸς οὗ πέποιθας. Ἐκεῖ τὸ θεῖον πρόσταγμα ἀντὶ τῆς σωματικῆς παρουσίας· κἀνταῦθα ἡ σωματικὴ εἰκὼν ἀντὶ τοῦ πρωτοτύπου. Ἐκεῖ συμπαρῆν τῷ λόγῳ ὁ μέγας Λόγος, ἀοράτως τῇ θεότητι τὸ παράδοξον τῆς ἰάσεως ἐργασάμενος· κἀνταῦθα δὲ συνῆν ὁ μεγαλόμαρτυς πνεύματι τῇ οἰκείᾳ εἰκόνι τὸ βρέφος δεχόμενος. Ἀλλὰ βεβήλοις μὲν ἀκοαῖς καὶ ἀπίστοις ψυχαῖς ταῦτα ἀπαράδεκτα, ὡς ἄπιστα· καὶ μάλιστα τοῖς Εἰκονομάχοις· τῇ δὲ σῇ εὐσεβείᾳ ἐναργῆ τὰ γνωρίσματά τε καὶ ὑποδείγματα πεφανέρωται. Τί γὰρ τῷ Θεῷ ἀδυνατεῖ παρέχειν τοῖς πιστεύουσι; καὶ πῶς οὐχὶ ἐν τῇ εἰκόνι ὁ εἰκονιζόμενος ὁμωνύμως ὁρᾶταί τε καὶ εἶναι πιστεύεται; «Ἡ γὰρ τῆς εἰκόνος, φησὶν ὁ μέγας Βασίλειος, τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει. » Ὥστε σαφῶς ὁ μάρτυς ἦν διὰ τῆς οἰκείας εἰκόνος τὸ βρέφος εἰσδεχόμενος· ἐφ᾽ ὅσον οὕτω πεπίστευκας. Ἀλλὰ τίς ἡ εὐδοξία τῆς μεγαλωσύνης σου, ὅτι τηλικοῦτον, τὸ δὴ λεγόμενον, σύντεκνον προσεκτήσω; οὐ τὸν δεῖνα ἢ τὸν δεῖνα, ἄρχοντα τυχὸν ἢ δυνάστην· εἶποι δ᾽ ἂν οὐδ᾽ αὐτὸν τὸν τὸ διάδημα περικείμενον· μείζων γὰρ καὶ ὑπέρτερος ὁ ἐξευρημένος. Τῶν γὰρ μαρτύρων ὁ κράτιστος· τῶν θαυματουργῶν ὁ διαπρύσιος· τῶν φίλων Χριστοῦ ὁ γνήσιος· τῶν ἀγγέλων ὁ συμπολίτης· τοσαῦτα καὶ τηλικαῦτα καὶ δυνηθεὶς καὶ δυνάμενος ἐν τοῖς ὑπὸ τὸν οὐρανόν· ὥστε ἀπ᾽ ἄκρου τῆς γῆς ἕως ἄκρου γῆς τῇ σάλπιγγι τῶν θαυμάτων αὐτοῦ διαθρυλλεῖσθαι. Μακάριος ὄντως εἶ, ἄνερ εὐσεβέστατε, ὅτι τοιούτου τετύχηκας ἀναδόχου· τρισμακάριός σου καὶ ὁ γόνος, ἔχων τὸν δεξάμενον τηλικοῦτον τῷ κλέει καὶ δυνάμει. Ἀλλ᾽ ἴδοιμεν τὸν υἱόν σου καὶ ὁμώνυμον τοῦ ἁγίου Δημητρίου, εἴπερ συγκατέρχῃ, ἵνα, ὡς υἰὸν αὐτοῦ προσπτυξάμενοι, τὰ εἰκότα μὲν προσφθεγξώμεθα καὶ ἡμεῖς ὡς ἁμαρτωλοὶ, ἔχωμεν δὲ τὸ διήγημα καὶ εἰς ἑτέρους παραπέμπειν. Δεῖ γὰρ τὰ καλὰ μὴ σιωπᾶσθαι, ἀλλὰ προκεῖσθαι τοῖς ἄλλοις εἰς πίστεως εὐσεβοῦς ἐναργῆ ὑποδείγματα.

· Contents ·