Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 18: To Stauracius the Spatharius

ΙΗ΄. — Σταυρακίῳ σπαθαρίῳ.

Τὴν μὲν αἰτίαν τῆς ταπεινῆς ἀπουσίας ἡμῶν ἤδη εἴπομεν· καὶ οὐ χρή τι πλέον ἀπολογεῖσθαι. Πῶς δὲ ἀρξόμεθα; ἢ τίς δύναμις ἐξευρεθείη εἰς τὸ συμβὰν πάθος ταῖς τιμίαις ὑμῶν ψυχαῖς; Καθάπερ γάρ τις ἰατρὸς ἐπὶ δυσιάτῳ νόσῳ ἐρχόμενος, ἀμηχανίᾳ περιίσταται, ὅπως ἐπιβάλῃ τὴν ἐγχείρησιν· οὕτως ἰλιγγιῶμεν, πῶς τὸν παρακλητικὸν λόγον ἐπὶ τῷ βαρυτάτῳ ὑμῶν πάθει προσενέγκασθαι. Ὢ τῆς συμφορᾶς! ὢ τῆς συμβάσεως! ᾤχετο ὑμῖν παῖς καλὸς καὶ ὡραῖος· αὐτὸς ὁ τὰς πρώτας μητρικὰς ὠδῖνας διαλύσας· δι᾽ οὗ ὑμῖν τὸ τῶν γονέων ὄνομα κεχρημάτικεν· ἡ ἀρχὴ τῆς διαδοχῆς τοῦ γένους· ἡ ῥίζα τῆς τεκνοποιίας· ὁ ὅρπηξ τῆς λογικῆς βλαστοφορίας· τὸ οἰονεὶ πρωτοφυὲς ῥόδον τῆς πατρικῆς καρποφορίας. Καὶ τί ἂν εἴποιμι παριστῶν τὸ γόνου κάλλος; ἢ ὅτι τὸ παιδίον ηὔξανε καὶ προέκοπτεν ἡλικίᾳ καὶ συνέσει, καὶ χάρις Θεοῦ ἦν ἐπ᾽ αὐτῷ, ὅσον ἐκ μικροῦ καὶ ἡμεῖς πεπειράμεθα; Πῶς τοίνυν τὸ τοιοῦτον καὶ τηλικοῦτον ἐκτμηθὲν τῇ θανατικῇ μαχαίρᾳ, ἐξ αὐτῆς εἰπεῖν τῆς ὀσφύος ὑμῶν, οὐ κατεργάσειεν ἂν ἀπαραμύθητον ἄλγος ἐν τῇ καρδίᾳ ὑμῶν; ἢ τίς οὐ συμποτνιάσεται καὶ συναλγυνθήσεται ἐπὶ τῷ τεμνομένῳ διὰ ξίφους κατά τι τῶν ὑπαρχόντων αὐτῷ μελῶν ὡς ἐφ᾽ ὑμῖν; Στενάξειαν δ᾽ ἂν εἰκότως καὶ πατέρες, τοιούτου καλλίστου παιδὸς ἀποβολὴν θεώμενοι. Θρηνήσειαν δ᾽ ἂν καὶ μητέρες, τηλικούτου ὡραίου σπλάγχνου ἐκνομὴν προσβλέπουσαι. Τέτμηται γὰρ ἀληθῶς μέλος ὑμῶν. Ἐκκέκοπται σὰρξ ὑμῶν, τὸ ὀδυνηρὸν πολὺ, τὸ θεραπευτικὸν φάρμακον δυσεξεύρητον. Κατήφεια ἐπὶ τῆς οἰκίας, ὀδύνη ἐπὶ τοὺς οἰκέτας, λύπη ἐπὶ τοὺς συγγενεῖς· μᾶλλον δὲ πρὸ τούτων ἐπὶ τὸν προπάτορα κύριον πατρίκιον, καὶ τὴν προμήτορα κυρίαν πρωτοσπαθαρίαν. Πάντοθεν δεινὰ καὶ περίλυπα. Ἀλλὰ δεῦρό μοι, ἀνὴρ χρηστὲ, ὁ πολὺς ἐν συνέσει, ὁ σοφὸς ἐν φρονήσει, ὁ πλείστην συνειληχὼς ἐκ πολλῶν τῶν χρόνων τὴν γνῶσιν· σαυτὸν θεράπευσον· σαυτὸν ἴασαι. Ἐπίβαλέ σου, παρακαλῶ, τὸν ὀφθαλμὸν τῆς διανοίας εἰς τὴν τῆς κτίσεως θεωρίαν· ἔμβλεψον εἰς ἀρχαίας γενεὰς, ἀπ᾽ αὐτοῦ τοῦ προπάτορος ἡμῶν Ἀδάμ· καὶ ἴδε καὶ γνῶθι τίς ἐνέμεινε τῷ αἰῶνι τούτῳ εἰς φῶς ἐλθὼν, ἀλλ᾽ οὐχὶ δίκην ἀνατέλλοντος χόρτου θᾶττον ἐξήνθησε καὶ ἀπεξηράνθῃ διὰ θανάτου, ἢ ὡς ἐν ῥεύματι ποταμιαίῳ, ὅτι τὸ μὲν ὑπεξῆλθε, τὸ δὲ ἀντεισῆλθε, τοῦ κατὰ διαδοχὴν γένους μὴ ἰσταμένου, ἀλλὰ παρατρέχοντος καθ᾽ ἑκάστην ἡμέραν· οὕτως οἱ γεννήσαντες τοὺς ἡμᾶς γεννήσαντας, καὶ οἱ ἐκείνων ἀνώτεροι· καὶ ἀναποδίζων ὁ λόγος εἰς τὴν καταρχὴν ἐλεύσεται· καὶ κατιὼν πάλιν εἰς τὴν συντέλειαν τοῦδε τοῦ παντὸς καταντήσει. Καὶ οὐκ ἔστιν ὃς ζήσεται, κατὰ τὸ γεγραμμένον, καὶ οὐκ ὄψεται θάνατον. Τὸ δὲ παρὸν, λειτουργία τις διωρισμένη, καὶ πραγματεία ἡμερήσιος· καὶ αὐτίκα εἰς τὰ οἰκεῖα ἐπανέλευσις, τῆς τῶν ἐνθένδε, λέγω, πρὸς τὰ ἐκεῖσε μεταβάσεως. Πατριάρχαι, καὶ παρῆλθον· προφῆται, καὶ μετῆλθον· πατέρες καὶ μητέρες, καὶ ἀπεγένοντο· ἀδελφοὶ καὶ φίλοι καὶ συγγενεῖς, καὶ παρέδραμον. Τί δὲ βασιλεῖς; τί δὲ σατράπαι; τί δὲ ἄρχοντες; τί δὲ πᾶσα ἡλικία, καὶ πᾶν γένος ἀνθρώπου; Οὐχὶ πάντες ὑπὸ γῆν γεγόνασι, καὶ γενήσονται μικρὸν ὕστερον ἐκ γῆς φύντες; Ἀλλ᾽ ὧδε τὸ ζητούμενον· ἵνα καλῶς τὰ ἐνταῦθα ἀμείψαντες, καὶ πρὸς τὸ βούλημα τοῦ πεποιηκότος Θεοῦ ἐμπολιτευσάμενοι, τοῦ ἐκεῖσε φοβερωτάτου κριτηρίου τὴν παράστασιν ἀκατάκριτον εὑρήσωμεν· ὅπερ τὸ ὑμέτερον τέκνον ἀσφαλῶς καὶ βεβαίως εὕρατο καὶ ἐπιτετύχηκε. Μακάριος γὰρ, φησὶν, ὁ ἐν γεννητοῖς γυναικῶν ὀλιγόβιος, καὶ ὃν ὁ Κύριος ἐξελέξατο καὶ προσελάβετο ἐν πρώτῃ ἡλικίᾳ, μὴ πειρασθέντα τῶν πικρῶν ἁμαρτημάτων τοῦ τῇδε βίου.

Ἐξῆλθε καὶ ἀπῆλθεν ὁ κύριος Σωτήριχος φερωνύμως ἐν σωτηρίᾳ· ἤχου ἑορταζόντων καταξιούμενος, ἀγαλλιάσεως ἀνεκλαλήτου, συναριθμήσεως τῶν ἐν κόλποις Ἀβραὰμ ἀναπαυομένων βρεφῶν ἁγίων· μηκέτι δουλεύων φθορᾷ καὶ σαρκὶ, ἀϊδιότητι συνών. Ἐντεῦθεν βουλόμεθά σε λαμβάνειν τὰς ἀφορμὰς τῆς παρηγορίας, ἐντεῦθεν τὰς παρακλήσεις. Γενοῦ δημιουργὸς εὐφροσύνης, καὶ θεραπευτὴς οὐ μόνον σαυτοῦ, ἀλλὰ καὶ τῆς κυρίας τῆς σπαθαρίας, τῆς μάλιστα δεομένης ἰατρείας καὶ παρακλήσεως, διὰ τὸ μικρὸν περιπαθές· εἶτα καὶ τῶν λοιπῶν διαφερόντων σοι· ὡς ἂν δειχθῆς τὰ θεῖα πεπαιδευμένος, καὶ Θεοῦ νόμῳ κρατούμενος· καὶ εἰδὼς ποῦ ποτε ἀπήει ὁ μεθιστάμενος· καὶ μάλιστα ἐπὶ τοῦ σοῦ γλυκυτάτου τέκνου· ὅτι οὐκ εἰς θάνατον, οὐδὲ εἰς τὸ μὴ ὃν, ἀλλ᾽ εἰς ζωὴν αἰώνιον, καὶ εἰς Θεὸν τὸν τὰ πάντα ποιήσαντα· καὶ ὡς ἂν παραδειχθείης πατράσι, καὶ πᾶσι τοῖς γνωρίμοις καὶ συνειλεγμένοις ἐν τῇ κηδείᾳ, ὑπόδειγμα καλὸν, μετ᾽ εὐχαριστίας καὶ σωφροσύνης διαφέρειν τὰς τῶν τέκνων ἀποβολὰς, καὶ μὴ ἀντιτείνειν Θεοῦ τοῖς προστάγμασιν.

· Contents ·