Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 25: To the Patriarch Nicephorus
ΚΕ΄. — Νικηφόρῳ πατριάρχῃ.
Παραπετάσματί τινι χρώμενοι τῷ εὐτελεῖ ἡμῶν γραμματίῳ, αἰδοῖ τοῦ ἀγγέλου τῆς μακαριότητός σου, ἐμφανίζομεν ἑαυτοὺς οἱ ταπεινοὶ τῇ ἱερωτάτῃ αὐτῆς κορυφῇ κατὰ τὸ ἀναγκαῖον. Ἤδη γὰρ τὸ παρὸν ἀπήγγειλεν ἡμῖν Ἰωάννης ὁ σύνδουλος καὶ μαθητὴς ἡμῶν, ὡς ἀξιωθεὶς τῆς σεπτῆς σου προσκυνήσεως, ἀκήκοε παρ᾽ αὐτῆς ξένα τινὰ καὶ ἀπευκταῖα. Ἀποσχισταὶ γὰρ, φησὶν, ἐστὲ τῆς Ἐκκλησίας. Πόσον οὖν ἐπὶ τούτοις, ὦ μακαριώτατε, οὐκ εἰκότως ἦν ἡμῶν διατεθῆναι τὴν ψυχὴν λυπηρῶς; πῶς δὲ οὐκ ἐκλαλῆσαι ἀπολογητικῶς τῇ ἁγιωσύνῃ σου, καὶ μὴ τῇ σιωπῇ κυρῶσαι τὴν κατηγορίαν; Ἐγὼ δὲ πρὸ τῆς ἀπολογίας, ἐκεῖνο μετ᾽ αἰδοῦς προσαναφέρω, ὅτι οὐχ ὡς ἔτυχε δεῖ τὰ ὦτα ἀνοίγειν παντὶ τῷ βουλομένῳ κατά τινός τι λέγειν, οὐδ᾽ οὐ μὴν ἀποφαίνειν ἀκρίτως εἰς τὸ διαβληθὲν πρόσωπον. Μὴ γὰρ ὁ νόμος ὑμῶν, φησὶ, κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ᾽ αὐτοῦ πρότερον, καὶ γνῷ τί ποιεῖ; Ὥστε ἀκουσάσης τῆς μακαριότητός σου τοῦτο τὸ δύσφορον καὶ ἐλεεινὸν περὶ τῆς εὐτελείας ἡμῶν. Τί γὰρ μεῖζον κακὸν τοῦ τῆς Ἐκκλησίας χωρισμοῦ, καὶ τοῦ τὸν ἀρχιποίμενα τὸ πρόβατον ἀπολέσαι, εἴτ᾽ οὖν τὸν συμποίμενα; ἔστι γὰρ εἰ καὶ ἀναξίως καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς χρίσμα καὶ ὄνομα παρὰ Θεοῦ ποιμένος, τολμῶ λέγειν, ἐνεγκεῖν, ἀνακρῖναι, νουθετῆσαι, πῆ μὲν ἰδίᾳ, πῆ δὲ δημοσίᾳ, κατὰ τὴν ὑπὸ τοῦ Κυρίου ὑπαγορευομένην μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου, ἢ μετὰ δύο, διδασκαλίαν· καὶ εἶθ᾽ οὕτως τῇ ἐπιμονῇ, ὡς αὐτός φησιν, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Ἡμεῖς δὲ μέχρι τοῦ δεῦρο οὔτε δι᾽ ἀποστόλου, οὔτε αὐτοψεί τι τοιοῦτον πρὸς τῆς ἁγίας σου ψυχῆς, ἀλλ᾽ οὔτε ἀκηκόαμεν, οὔτε νενουθετήμεθα· καὶ οὕτως τὸ ἐνεγκεῖν ἀπόφασιν. Σκοπησάτω ἡ τελειότης σου, εἰ οὐκ ἀξίως λυπηρὸν γεγένηται τοῖς τέκνοις σου.
Ἴημεν δὲ ἐπ᾽ αὐτῆς τῆς ἀπολογίας, Θεῷ τε τῷ παντεφόρῳ, καὶ τῇ ἀρχιερωσύνῃ σου ποιούμενοι τὸν λόγον. Οὐκ ἐσμὲν ἀποσχισταὶ, ὦ ἁγία κεφαλὴ, τῆς τοῦ Θεοῦ Ἐκκλησίας· μήποτε τοῦτο πάθοιμεν. Ἀλλ᾽ εἰ καὶ ἄλλως ἐν πολλοῖς ἁμαρτήμασιν ὑπάρχομεν, πλὴν ὀρθόδοξοι καὶ τῆς καθολικῆς Ἐκκλησίας τρόφιμοι, πᾶσαν αἵρεσιν ἀποβαλλόμενοι, καὶ πᾶσαν καθολικὴν καὶ τοπικὴν σύνοδον ἐγκεκριμένην ἀποδεχόμενοι· οὐ μὴν ἀλλὰ καὶ τὰς παρ᾽ αὐτῶν ἐκφωνηθείσας κανονικὰς διατυπώσεις. Μηδὲ γὰρ τέλειον εἶναι ὀρθόδοξον, ἀλλ᾽ ἐξ ἡμισείας, τὸν τὴν πίστιν ὀρθὴν οἰόμενον ἔχειν, τοῖς δὲ θείοις κανόσι μὴ ἀπευθυνόμενον. Καὶ τὴν μακαριότητά σου, ἡνίκα προσεβλήθη, ἀπεδεξάμεθα, καθὰ εἰς ἐπήκοον αὐτῆς ἀπελογησάμεθα. Καὶ ἐκ τότε καὶ μέχρι τοῦ δεῦρο ἐν τῇ μυσταγωγίᾳ ὡς καθήκει ἀναφέρομεν· καὶ ὡς μάρτυς Θεὸς, εἰ κατ᾽ αὐτὴν τὴν ἡμέραν ἐζήτησε κοινωνῆσαι ἡμᾶς, συνεκοινωνοῦμεν ἂν αὐτῇ μηδὲν διακρινόμενοι· ἐπεὶ καὶ ποθητὴ ἡμῖν ἐξ ἀρχῆς. Οὗ χάριν δὲ τὸ θρυλλούμενον, διὰ τὸν οἰκονόμον, ὃν καθῆρεν αὐτὴ ἡ ἀλήθεια, πολλοῖς κανόσιν ὑποπεσόντα· ἐπειδὴ καὶ πρὸ τῆς ἐμφανοῦς μοιχείας, μοιχεύοντι τῷ προβεβασιλευκότι ἐν διαφόροις προσώποις, οὐ μόνον ἦν λειτουργῶν, καὶ μεταδιδοὺς, καὶ συνεστιώμενος, ἀλλὰ καὶ τὴν μερίδα μετ᾽ αὐτοῦ τιθέμενος, ἐξ οὗ καὶ πρὸς τὴν ἀναφανδὸν ἀσέλγειαν πρόθυμος γέγονε· καταφρονήσας Θεοῦ καὶ τῶν θείων κριμάτων. Καὶ ἵνα ἐκδηλότερον εἴη τὸ λεγόμενον· οὐ πρὸς διδαχὴν, ἄπαγε· ἀλλ᾽ ἢ μόνον πρὸς ὑπόμνησιν, αὐτὴν, εἰ κελεύει, τὴν κατὰ τὴν στεφανικὴν συνάφειαν, ἱερὰν μυσταγωγίαν ἀναλήψεται, καὶ κατίδοι πόσον ἐστὶν ἐνταῦθα ὑπολαβεῖν τὸν παροξυσμὸν τοῦ ἁγίου Πνεύματος ἐν ταῖς τοιαύταις ἐναντιολογίαις. Πάντως γὰρ ὅσα ὁ ἱερεὺς ὑποφαίνει, ταῦτα καὶ Θεὸς κυροῦν ἐπαγγέλλεται, κατὰ τὸν μέγαν Διονύσιον. Ἀλλὰ διὰ τοῦτο δεόμεθά σου τῆς τελειότητος, τὸν ὑπὸ τῶν κανόνων καθῃρημένον, καὶ ὑπὸ τοῦ προηγησαμένου τὴν ἁγιωσύνην σου, εἰρχθέντα ὅλοις ἐννέα ἔτεσι, παῦσαι τῆς ἱερουργίας, παραλόγως εἰσελθόντα.
Ἄρτι γὰρ τὸ ταπεινὸν στόμα ἡμῶν ἠνοίξαμεν, ἡνίκα ἐνεκλήθημεν. Ὁπηνίκα γὰρ ἐγεγόνει ἡ συνέλευσις ἐκείνη ἡ μικρὰ, καὶ οὐκ οἶδ᾽ ὁποῖα εἰπεῖν· ἐκ τῆς φυλακῆς ἤμην κατ᾽ αὐτὸ ἐξεληλυθώς. Καὶ ἐπεὶ ἑώρων τούτους συνηθροισμένους τοὺς καὶ πρότερον τὴν μοιχείαν καταδεξαμένους, καὶ τὸν μοιχοζεύκτην ἀσπαζομένους· ἐμνήσθην τοῦ προφητικοῦ ἐκείνου, ὅτι Ὁ συνιὼν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρός ἐστιν. Ἀλλ᾽ ἐπεὶ ὁ αὐτὸς λέγει· Ἐσιώπησα· μὴ καὶ ἀεὶ σιωπήσομαι; διὰ τοῦτο ἐν καιρῷ εὐθέτῳ συκοφαντηθεὶς ἀνήνεγκα τὰ παριστάμενα· ἐπεὶ τὸ ὅσον ἐν ἐμοὶ, παντὶ τρόπῳ ἐφυλαξάμην ἐν τοῖς δυσὶν ἔτεσι τούτοις, μὴ εἰς προῦπτον ἐκβῆναι τὴν ὑπόθεσιν· ἐκεῖνο ἐν ἐμαυτῷ λέγων, ὅτι, ἐπεὶ οὐκ εἰμὶ ἐπισκόπου ἔχων ἀξίωμα δυνάμενος ἐλέγχειν· ἀρκετόν μοι ἡ οἰκεία φυλακὴ, καὶ τὸ μὴ μετασχεῖν με τῆς τε ἐκείνου κοινωνίας, καὶ τῶν ἐκείνῳ ἐν γνώσει συλλειτουργούντων, ἕως ἂν ἐκ μέσου γένηται τὸ σκάνδαλον. Τοῦτο τοίνυν παρακαλοῦμεν καὶ δεόμεθα, δυσωπηθῆναί σου τὴν ἁγίαν ψυχὴν παρασταλῆναι τὸν ἄνδρα. Πρὸς τὸ μὴ μωμεῖσθαί σου τὴν ἄληπτον ὁσιότητα· μηδὲ χραίνεσθαι τὸ θεῖον θυσιαστήριον καθηρημένου λειτουργίᾳ· μηδὲ εἶναι αἰτίας εὐλόγους σχισμάτων. Γινωσκέτω γὰρ ἀψευδῶς καὶ ἀκραιφνῶς ἡ μακαριότης σου, ὅτι, εἰ μὴ τοῦτο γένηται νεύσει καὶ τῆς φιλοθέου ψυχῆς καὶ τῶν εὐσεβεστάτων καὶ καλλινίκων ἡμῶν βασιλέων (ζηλωταὶ γάρ εἰσι), τὸ μὲν ἡμέτερον ὅπως ἂν ἕξει ὑπὲρ τῆς ἐντολῆς ἐνισταμένων, Θεῷ ἐγνωσμένον· σχίσμα δὲ μέγα, ὑπὸ μάρτυρι Θεῷ καὶ ἐκλεκτῶν αὐτοῦ ἀγγέλων, γενήσεται ἐν τῇ καθ᾽ ἡμᾶς Ἐκκλησίᾳ. Ἀλλ᾽ ἐλέησον, ὁ ποιμὴν ὁ καλὸς, ἀλλὰ βοήθησον, ὁ ἰατρὸς ὁ ἐπιστήμων, τῇ ποίμνῃ σου, τὰ πρόβατά σου, τὰς Ἐκκλησίας σου, τρόποις σοφίας σου, λόγοις συνέσεώς σου, φαρμάκοις ἰατρείας σου· τὸ ἓν πρόβατον ἀπεῖρξαι μόνης τῆς ἱερουργίας, καὶ τὰ ὅλα κερδῆσαι· καὶ μὴ τῇ τοῦ ἑνὸς ψώρᾳ λυμανθῆναι τὴν Ἐκκλησίαν, ἣν περιεποιήσατο ὁ Κύριος καὶ Θεὸς ἡμῶν τῷ οἰκείῳ αἵματι.