Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 24: To Theoctistus the Magister
ΚΔ΄. — Θεοκτίστῳ Μαγίστρῳ.
Ὅτι περιπονουμένη ἐστὶ τὰ καθ᾽ ἡμᾶς ἡ μεγίστη σου ὑπεροχὴ ἐξ ὑπερβαλλούσης φιλοθείας, ἔδειξε μὲν καὶ τὰ διὰ τοῦ εὐλαβεστάτου ἡγουμένου ῥήματα. Ἐφανέρωσε δὲ καὶ νῦν τὰ διὰ τοῦ ἀδελφοῦ ἡμῶν πρὸς τὰ σταλέντα δηλώματά τε καὶ ἀνταποκρίματα. Καὶ τῆς ὑπὲρ τηλικαύτης σου ἀγαθῆς διαθέσεως πρὸς τὸ κοινῇ συμφέρον, τοὺς μισθοὺς λογιεῖται αὐτῇ πάντως καὶ ἡμῶν μὴ λεγόντων ὁ πάντα μέτρῳ καὶ σταθμῷ διορίζων Θεός. Τίνα δὲ δεῖ οἰκονομίαν γενέσθαι, ὦ δέσποτα, ὅσον τὸ καθ᾽ ἡμᾶς, πλέον ἧς πεποιήκαμεν; ὅτι ἕως τοῦ παρόντος ὑπεστείλαμεν ἑαυτοὺς σιωπὴν ἄγοντες ἐγώ τε καὶ ὁ ἀρχιεπίσκοπος, ἐπεὶ καὶ καιρὸς τοῦ λαλεῖν καὶ τοῦ σιγᾶν, πάντα τρόπον μεθοδεύοντες εἰς τὸ μὴ εἰς προῦπτον ἐκβῆναι τὴν ὑπόθεσιν. Ἀλλ᾽ ὁ ἀνακρίνων ἀνέκρινε, καὶ ὁ εἰπὼν οὐ διέψευσται, ὅτι Οὐκ ἔστι κρυπτὸν ὃ οὐ φανερωθήσεται· ὡς καὶ ἡμῶν μὴ αἱρουμένων, οὕτω φύσεως ἐχόντων τῶν πραγμάτων, μὴ ἐπὶ πολὺ παρ᾽ ὅ εἰσιν, ἕτερόν τι φαίνεσθαι. Καὶ νῦν δὲ οἰκονομίᾳ χρώμενοι, δύο ταῦτα λέγομεν· ὅτι ἢ παύσει ὁ καθηρημένος τῆς ἱερουργίας, καὶ παρ᾽ αὐτὰ συγκοινωνοῦμεν τῷ ἁγίῳ τούτῳ πατριάρχῃ· ὃ καὶ λυσιτελὲς κατὰ κοινοῦ· ἢ εἰ μὴ ἀνεκτὸν, καὶ ἐσμὲν ὑπὸ τῆς αὐτῆς συστολῆς κατὰ τὸ πρότερον, τῷ Κυρίῳ τὴν ὑπὲρ τοῦ τοιούτου κεφαλαίου ἐκδίκησιν παραχωροῦντες. Τὸ δὲ μεῖζον τούτου, οὐκέτι, σύγγνωθι, οἰκονομίας τρόπος, ἀλλὰ παρανομίας καὶ παραβάσεως τῶν θείων κανόνων ὄφλημα. Οἰκονομίας γὰρ ὅρος, ὡς οἶσθα, μήτε τι τῶν κειμένων ἀθετεῖν καθόλου, μήτε ἐφ᾽ ῷ οἷόν τε μικρὸν ὑφεῖναι κατὰ καιρὸν καὶ λόγον· ὡς ἐντεῦθεν εὑρεῖν τὸ ζητούμενον ἀτέχνως· πρὸς τὸ σφοδρότερον ὑπάγεσθαι τῷ πράγματι, καὶ ζημιοῦσθαι τὰ τελεώτερα. Καὶ τοῦτο δεδιδάγμεθα, ἐν μὲν τοῖς ἀποστόλοις, παρὰ τοῦ Παύλου, ἁγνισαμένου καὶ περιτεμόντος τὸν Τιμόθεον· ἐν δὲ τοῖς Πατράσι, παρὰ τοῦ μεγάλου Βασιλείου, προσηκαμένου τὸ λῆμμα τοῦ Οὐάλεντος, καὶ ὑποσιωπήσαντος πρὸς καιρὸν τὴν Θεὸς φωνὴν γυμνὴν ἐπὶ τοῦ Πνεύματος. Ἀλλ᾽ οὔτε ὁ Παῦλος ἔμεινεν ἁγνιζόμενος, οὔτε Βασίλειος προσηκάμενος ἔτι τὸ τοῦ Οὐάλεντος δῶρον, καὶ μὴ κηρύττων Θεὸν τὸ Πνεῦμα· τοὐναντίον μὲν οὖν ἀμφότεροι ὑπὲρ ἑκατέρων θανάτους αἱρησάμενοι φαίνονται.
Οὕτως τις ἐκ τοῦ αἰῶνος οἰκονομῶν, οὐ διέσφαλται τοῦ καλοῦ· θᾶττον γὰρ ἐπεδράξατο ὁ μικρὸν ἐνέλιπεν. Ὡς ἐπὶ τοῦ οἰακοστρόφου, ὑπανέντος μικρὸν τὸ πηδάλιον, διὰ τὴν ἀντιπνεύσασαν καταιγίδα. Ἑτέρως δὲ διενεχθεὶς διήμαρτε τοῦ σκοποῦ· ἀντὶ οἰκονομίας παράβασιν τελέσας. Καὶ τὰ παραδείγματα πολλὰ, ἃ παρέλκον ἐστὶ γράφειν διὰ τὸ μακρηγορές. Τὸ δὲ τὴν κυριότητά σου φῆσαι ἐπὶ τοῦ κανόνος τῶν ἀποστόλων, περὶ τῶν ἐν χρήμασι χειροτονούντων καὶ χειροτονουμένων, ὔφεσίν τινα πεποιηκέναι τὸν Χρυσόστομον ἐφ᾽ ὧν καθῆρεν ἐξ ἐπισκόπων· οὐδὲν τὸ παραλλάττον, εἰ καὶ δοκεῖ, ἡνίκα κἀκείνους πάσης ἱερωσύνης ἀλλοτριώσας, μόνην τὴν εἰς τὸ θυσιαστήριον μετάληψιν αὐτοῖς παρεχώρησε. Δῶμεν δὲ καὶ παραλλάττειν, καὶ ὕφεσιν ἔχειν. Μιμείσθωσαν οἱ βουλόμενοι, καὶ οὐδεὶς ὁ κωλύσων· στόμα γὰρ Θεοῦ καὶ οὗτος, καὶ τῶν ἀποστόλων ὁμόσκηνος· οὗ καὶ πολλὰ μέμνηνται ἕως τοῦ παρόντος, καὶ οὐδεὶς περὶ τούτου διήνεκται. Ἀλλ᾽ οὐχὶ ὧδε οὕτως ἔχει. Ὃ γὰρ τὸν μοιχὸν στεφανώσας, ὡς μηδὲν πεπραχὼς ἄτοπον, ἱερουργῶν πάλιν ἐστί· καὶ οὐδὲ ἐν ἀποβύστῳ που εἰσερχόμενος, ἀλλ᾽ ἐπ᾽ αὐτῆς τῆς καθολικῆς Ἐκκλησίας· ὡς εἰς ὑπόδειγμα καλὸν τοῖς ἱερεῦσι προκείμενος. Τίς δὲ ἡμῖν ἡ τοῦ Οὐαλεντινιανοῦ δυογαμία ἐθνική; καὶ τίς αὐτὸν στεφανώσας ἐπὶ τούτῳ ἀνακηρύττεται ἅγιος, καὶ οὐχὶ παράνομος, εἴπερ καὶ ἐστεφάνωται; Καὶ τίς τηνικαῦτα τῶν θεσπεσίων Πατέρων γραφῇ παρέδωκεν, ὡς ὁσίως Οὐαλεντινιανὸς πεποίηκε, δύο γυναῖκας ἀγόμενος, καὶ χρεὼν ἐκ τοῦ δεῦρο τοῦτο πράττεσθαι; Πολλοὶ τοίνυν καὶ ἄλλοι, ἐπειδὴ τὸ βούλεσθαι αὐτοῖς νόμος ἐστὶν οὐ θεῖος, ἀλλ᾽ ἀνθρώπινος καὶ κατηγορούμενος, δεδράκασι καὶ δράξουσι τυχὸν ἕως τοῦ αἰῶνος. Ἀλλ᾽ ἡ τοῦ Θεοῦ Ἐκκλησία μεμένηκεν ἀπήμαντος, κἂν πολλοῖς ἐβλήθη τοξεύμασι· καὶ πύλαι ἅδου κατισχῦσαι αὐτῆς οὐ δεδύνηνται· οὐδὲ παρὰ τοὺς κειμένους ὅρους καὶ νόμους πράττειν τι καὶ λέγειν ἀνέχεται· κἂν πολλοὶ πολλαχῶς ποιμένες ἠφρονεύσαντο· ἐπεὶ καὶ συνόδους συνεκρότησαν μεγάλας καὶ παμπληθεῖς, καὶ Ἐκκλησίαν Θεοῦ ἑαυτοὺς ὠνομάκασι· καὶ ὑπὲρ κανόνων ἐφρόντισαν τῷ δοκεῖν, κατὰ κανόνων τὸ ἀληθὲς κινούμενοι. Τί δὴ θαυμαστὸν εἰ καὶ νῦν πέντε καὶ δέκα τυχὸν ἐπίσκοποι συναχθέντες τὸν ὑπὸ τῶν κανόνων καθηρημένον κατὰ δύο αἰτίας, ἠθώωσαν, λύσαντες τοῦ ἱερουργεῖν; Σύνοδος τοίνυν, δέσποτα, οὐ τὸ ἁπλῶς συνάγεσθαι ἱεράρχας τε καὶ ἱερεῖς, κἂν πολλοὶ ὦσι. Κρείσσων γὰρ, φησὶ, εἷς ποιῶν τὸ θέλημα τοῦ Κυρίου, ἢ μυρίοι παραβαίνοντες· ἀλλὰ τὸ ἐν ὀνόματι Κυρίου, ἐν τῇ εἰρήνῃ καὶ φυλακῇ τῶν κανόνων· καὶ τὸ δεσμεῖν καὶ λύειν οὐχ ὡς ἔτυχεν, ἀλλ᾽ ὡς δοκεῖ τῇ ἀληθείᾳ, καὶ τῷ κανόνι, καὶ τῷ γνώμονι τῆς ἀκριβείας. Ἢ δείξωσιν οἱ συνελθόντες τοῦτο πεποιηκότες· καὶ ἡμεῖς σὺν αὐτοῖς· ἢ οὐ δεικνύουσιν, ἐκβαλέτωσαν τὸν ἀνάξιον, ἵνα μὴ εἰς κατηγόρημα αὐτοῖς καὶ ταῖς μετέπειτα γενεαῖς παραδοθήσεται· Ὁ λόγος γὰρ ὁ τοῦ Θεοῦ δεδέσθαι φύσιν οὐκ ἔχει· καὶ ἐξουσία τοῖς ἱεράρχαις ἐν οὐδενὶ δέδοται ἐπὶ πάσῃ παραβάσει κανόνος· ἢ μόνον στοιχεῖν τὰ δεδογμένα, καὶ ἕπεσθαι τοῖς προλαβοῦσιν.
Οὐκ οἶδα εἰ μή τι ἀκανόνιστόν ἐστι καὶ παρεωραμένον. Καὶ πρὸς τοῦτο κανὼν τοῦ ἁγίου Βασιλείου, εἰς ἱερέα ὁμωμοκότα ἐπ᾽ ἀληθείᾳ τοῦ ἀρκεῖσθαι μόνον τῇ οἰκείᾳ Ἐκκλησίᾳ, καὶ μηδαμοῦ ἄλλῃ προσφέρειν δῶρον. Καὶ πάλιν, τῆς ἐν Καρθαγένῃ, ἐπὶ τῶν χειροτονούντων τοὺς ἐκ τῶν μοναστηρίων ἀποστατοῦντας· τὸ, τοὺς τοιούτους μὴ δεῖν εἰς ἑτέραν Ἐκκλησίαν παρ᾽ ἣν κατέχει ἕκαστος ἐπισκοπὴν, ἱερουργεῖν· τοὺς δὲ χειροτονηθέντας εἶναι καθηρημένους. Εἰ τοίνυν ἐπὶ τούτων τῶν ψιλῶν, καὶ τοῖς πολλοῖς οὐδὲ δοκούντων τι εἶναι ἐφάμαρτον, οὐκ ἀνεκδίκητα τὰ κρίματα καὶ τὰ τοῦ Θεοῦ δικαιώματα· πόσῳ γε μᾶλλον ἐπὶ τοῦ παρόντος; Οὐκ ἔστιν οὖν, οὐκ ἔστιν, ὦ δέσποτα, οὔτε τὴν καθ᾽ ἡμᾶς Ἐκκλησίαν, οὔτε ἑτέραν, παρὰ τοὺς κειμένους νόμους καὶ κανόνας ποιεῖν τι. Ἐπεὶ εἰ τοῦτο δοθείη, κενὸν τὸ Εὐαγγέλιον, εἰκῇ οἱ κανόνες· καὶ ἕκαστος κατὰ τὸν καιρὸν τῆς οἰκείας ἀρχιερωσύνης, ἐπειδὴ ἔξεστιν αὐτῷ ὡς δοκεῖ μετὰ τῶν σὺν αὐτῷ πράσσειν, ἔστω νέος εὐαγγελιστὴς, ἄλλος ἀπόστολος, ἕτερος νομοθέτης. Ἀλλ᾽ οὐδαμῶς. Παραγγελίαν γὰρ ἔχομεν ἐξ αὐτοῦ τοῦ ἀποστόλου, παρ᾽ ὃ παρελάβομεν, παρ᾽ ὃ οἱ κανόνες τῶν κατὰ καιροὺς συνόδων καθολικῶν τε καὶ τοπικῶν, ἐάν τις δογματίζῃ, ἢ προστάσσῃ ποιεῖν ἡμᾶς, ἀπαράδεκτον αὐτὸν ἔχειν, μηδὲ λογίζεσθαι αὐτὸν ἐν κλήρῳ ἁγίων· καὶ τὸ δύσφημον παρῆμεν λέγειν ὃ αὐτὸς εἴρηκεν. Ἡμῖν οὖν τοῖς ἔξω κόσμου, οὐδὲν ἄλλο ὀφείλεται, ἢ τὸ τὰ τοιαῦτα ζητεῖν καὶ πράσσειν, ἐξ ῶν καὶ ἡμῖν τὸ συνεπαίρεσθαι καὶ ζηλοῦν. Καὶ εἰ μὲν ἐν τούτοις ἡ ζωὴ, εὖ ἂν ἔχοι. Εἰ δὲ μὴ, συμφέρον εἶναι καὶ ἀοίκους καὶ ἀνεστίους, καὶ τὴν ὑπ᾽ οὐρανὸν περιέρχεσθαι μετὰ πάσης θλίψεως καὶ στενοχωρίας. Βοηθησάτω τοίνυν τὰ κατὰ δύναμιν ἡ θεοφιλής σου ψυχὴ, καὶ ζηλοτυποῦσα τὰ θεῖα.