Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 27: To Nicetas the Patrician

ΚΖ΄. — Νικήτᾳ πατρικίῳ.

Τοὺς μὲν ἄλλους τυχὸν χάρις ἀνθρωπίνη ἀναβιβάζειν πέφυκεν ἐπὶ τὸ ὕψος τῶν ἀξιωμάτων. Σὲ δὲ τὸν εὐσεβέστατον καὶ παμπόθητον ἡμῶν δεσπότην, ἀρετὴ ὡς ἀληθῶς, καὶ οὐ χάρις τις, ἀνήγαγεν ἐν τῷ μεγέθει τοῦ ἀξιώματος, οὐ μὲν οὖν κατά τινα χρόνον, καὶ ἐν μιᾷ ἐξουσίᾳ· ἀλλὰ διὰ παντὸς καὶ ἐν πολλαῖς· ὥσπερ τινὰ χρυσὸν μεταχειριζομένη, καὶ εἰς πάντα ὀντινοῦν κόσμον τῇ εὐσεβεῖ ἡμῶν βασιλείᾳ προβαλλομένη. Καὶ τὰ πράγματα δῆλα, κἂν ἡμεῖς μὴ λέγωμεν. Ὥστε καὶ τὸ νῦν ἀξιολόγως οἱ Χριστομίμητοι ἡμῶν βασιλεῖς, ἀντιπρόσωπον τῆς ἑαυτῶν καλοκαγαθίας ἔθεσάν σε ἐν ταύταις ταῖς ἡμέραις τῇδε τῇ βασιλευούσῃ πόλει. Αὕτη ἐστὶν ὑπὲρ τῆς πεμφθείσης προσηγορίας παρὰ τῆς εὐσεβείας σου τὸ νῦν διὰ τοῦ γραμματηφόρου ἀντιπροσφώνησις. Καί γε Κύριος ὁ Θεὸς ἡμῶν διαφυλάξειέ σε ἀπήμονα ψυχῇ τε καὶ σώματι πρὸς τὸ ἑξῆς, ἐν τῷ ἄρχειν τε καὶ ἐξουσιάζειν· ὡς ἂν ὑπὸ Θεοῦ σοι δι᾽ αὐτῶν τῶν πραγμάτων μεμαρτύρηται ἡ ἐξουσία δεδόσθαι. Ἐπειδὴ δὲ φειδοῖ τῆς ταπεινώσεως ἡμῶν (οὕτω γὰρ πιστεύομεν, καὶ οὐκ ἄλλως), διελέχθη σου ἡ εὐσέβεια τῷ ἀδελφῷ, περὶ τῆς ὑποθέσεως τῶν τριχῶν τοῦτο καὶ ἐκεῖνο ποιησάντων ἡμῶν· καὶ ὡς δέον καὶ καιρὸν σκοπεῖσθαι, καὶ κανονικῶς πράττειν, καὶ ἐν τοῖς οἰκείοις ὅροις μένειν· ἐπειδὴ καὶ πατριάρχης προκαθεζόμενος ὧδε· τἀληθῆ ἀπολογούμεθα. Πρότερον ἀπευχαριστοῦντες αὐτῇ· ὅτι πονοῦσά ἐστι καὶ κηδομένη τῶν καθ᾽ ἡμᾶς. Καὶ δέον. Ἰδίωμα γὰρ αὐτὸ τοῦτο, καὶ μαρτυρία τῆς ῆσπερ ἀναγγέλλομέν σου καλοκαγαθίας· τάχα δὲ καὶ διὰ τὴν ἀγχιστείαν ὀφείλει τις εἶναι ἰδικωτέρα παρὰ τοὺς ἄλλους διάθεσις. Νόμοι τοιγαροῦν, ὦ δέσποτα, θεῖοι, καὶ κανόνες εἰσὶν οἱ ἄγοντες πάντα τὸν εὐσεβοῦντα· παρ᾽ οἷς οὐκ ἔστιν οὔτε πρόσθεσιν, οὔτε ὕφεσιν ποιεῖσθαι. Αὐτοὶ καὶ ἡμᾶς τοὺς ταπεινοὺς, εἰ καὶ μυριάκις σφαλλόμεθα, πρὸς ταῖς ἄλλαις ὑποθέσεσι, καὶ εἰς τὴν τῶν κομώντων, ἴσχουσι. Καὶ ὥσπερ ἡ ἐξουσία σου τὰ διατεταγμένα πρὸς τῶν εὐσεβῶν ἡμῶν δεσποτῶν φυλάττειν διαγωνίζεται· πῆ μὲν ἀναγγέλλουσα τὰ συμβαίνοντα, πῆ δὲ ἐκπληροῦσα τὰ προστασσόμενα· εἴργουσά τε καὶ ἀφορίζουσα, καὶ ὅσα ἄλλα ἐπισυμβαίνει· οὐ δυσωπουμένη πρόσωπά τινα, οὔτε μικρὰ, οὔτε μεγάλα· ἅπαξ γὰρ ὃ ἤκουσε καὶ ἐνετάλθη, ἐκπληροῦν κατασπεύδεται· κίνδυνος γὰρ οὐχ ὁ τυχὼν κἂν πρὸς μικρὸν ἀναβάλλεσθαι· οὕτω τοίνυν καὶ πολλῷ μᾶλλον ἐφ᾽ ἡμῖν τοῖς λαχοῦσι τὸ ἱερατεύειν, μείζων καὶ ὀλεθριώτερος ὁ κίνδυνος, μὴ ἀποπεραιώσειν πάντα τὰ διὰ τῶν θείων κανόνων, καὶ θεσπεσίων Πατέρων, παρὰ τοῦ βασιλέως τῶν ὅλων Θεοῦ προστασσόμενα. Ὅτι δὲ πρόσταγμα θεῖον, πρῶτον μὲν φανεροῖ ὁ Ἀπόστολος· ἔπειτα αἱ διατάξεις· εἶτα ὁ Χρυσόστομος· κατασκευάζων ἁμάρτημα ὁμολογούμενον εἶναι τὸ κομᾶν τοὺς ἄνδρας· τελευταῖον ὁ παρὰ τῇ ἕκτῃ ἁγίᾳ συνόδῳ κανὼν, προστάσσων καὶ ἀφορισμὸν τοῖς μὴ πειθομένοις· ὃν καὶ ἀπέστειλα· ἵνα αὐτήκοος γενομένη, γνοίη μηδὲν ἡμᾶς τοὺς ἁμαρτωλοὺς ἀκανονίστως ποιεῖν. Ἡμεῖς δὲ τούτου τοῦ κανόνος οὐκ ἐπικρατεῖς νῦν γεγόναμεν, ἀλλὰ πάλαι· καὶ γνωστὸν γέγονε καὶ τῷ προηγησαμένῳ πατριάρχῃ· ἐπεὶ καὶ διελέχθη ἡμῶν τὰ εἰκότα· οὐκ ἐγκαλῶν, ἀλλ᾽ ἀποδεχόμενος· πῶς γὰρ ἂν καὶ ἠδύνατο, κανόνος κειμένου; λέγων τε ὅτι γέγονε κἀμοὶ ὑπόμνησις περὶ τούτου· κἂν οὐκ ἠκούσμεθα. Ἀλλ᾽ ἐκείνῳ μὲν τὴν οἰκονομίαν οὐκ ἠκριβολογούμεθα· ἡμεῖς δὲ ἕως τοῦ νῦν οὕτω διήλθομεν, οὐ δημοσίως διαγορεύοντες· ἐπεὶ μηδὲ ἐπισκοποῦμεν· ἐν δὲ τῇ οἰκείᾳ Ἐκκλησίᾳ φυλαττόμενοι, διότι ἱερατεύομεν· καὶ προέσθαι τὸ σῶμα καὶ αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τοῖς ὁμολογουμένως κρατουμένοις ὑφ᾽ ἁμαρτήματος, οὐχ οἷόν τέ ἐστι. Κἂν ὁστισοῦν τυγχάνῃ, οὐκ οἶδα· εἰ μὴ ἐπαγγέλλεται τὴν διόρθωσιν. Καὶ γὰρ πολλοῖς καὶ συνεχωρήσαμεν καὶ παραχωροῦμεν μέχρι μιᾶς καὶ δευτέρας ὑπομνήσεως, ἢ καὶ τρίτης· τὸ δὲ πλέον, ἀδιαφορία, καὶ τῶν κανόνων καταφρόνησις, μᾶλλον δὲ Θεοῦ, παρ᾽ οὖ ἐδόθησαν. Αὕτη ἡμῶν ἡ ἀπολογία, δέσποτα, πρὸς τὴν ὑπερφυῆ σου ὑπεροχήν. Καὶ δεόμεθα αὐτῆς ὅπουπερ ἂν ἐπιῤῥυῇ λόγος, τὰ δέοντα ὡς ὑπὸ Θεοῦ ἀνακρινομένη καὶ μισθαποδοτουμένῃ ὑποβαλεῖν. Περὶ γὰρ τοῦ ὅτι χειρὶ ἐποιήσαμεν ἡμεῖς ἐνταῦθά τινι, γελοῖόν ἐστι τὸ πιστεύεσθαι πρός τινος τῶν εὐφρονούντων. Οὐδαμῶς. Ἀλλὰ τὸ παρ᾽ ἡμῶν μετὰ πάσης παρακλήσεως, καὶ τῶν καταδεχομένων μετὰ πάσης συγκαταθέσεως γέγονε· καὶ τότε ἀκρωτηριασμὸς τῶν ὑπερκομώντων σχεδὸν μέχρι ζώσεως, καὶ καταβλακευομένων· ἵνα δόξωμεν μικρόν τι τοῦ κανόνος μὴ ἀποπίπτειν· καὶ ἴσως ἐκ τούτου γένηταί τις πρὸς τὸ βέλτιον ἐπαναδρομή. Εὔχου τοίνυν, ὦ δέσποτα, ἐννόμως καὶ εἰρηνικῶς ἡμᾶς ζῇν· συμβάλλων καὶ τὰ παρ᾽ ἑαυτοῦ ἐν τοῖς καθ᾽ ἡμᾶς κατὰ τὸ δυνατόν· ἵνα ἐάν τι ἀγαθὸν, συμμεθέξῃ ἡ τιμία σου ψυχὴ τοῦ καλοῦ.

· Contents ·