Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 28: To Basil the Monk
ΚΗ΄. — Βασιλείῳ μονάζοντι.
Ἐδεξάμεθά σου τὰ γράμματα τῆς ἀδελφικῆς ἀγάπης, καὶ ἐθαυμάσαμεν ἐπὶ τῇ ἀθρόᾳ μεταβολῇ αὐτῆς. Τὰ μὲν πρότερα (ἵνα τὰ ἄλλα ἐάσω λέγειν), οὐκ ἀναγκαῖα ὄντα κατὰ τὸ παριστάμενον· Ἰωσὴφ τοῦ οἰκονόμου κατηγορίαν εἶχον, ὡς κακῶς εἰσελθόντος αὐτοῦ εἰς τὴν Ἐκκλησίαν. Τὰ δὲ δεύτερα τοὐναντίον ἀθώωσιν ἐμφαίνοντα παντάπασι. Καὶ ὁ τὸν αὐτὸν κατὰ τὸ αὐτὸ πρᾶγμα, ποτὲ μὲν ἐπαινῶν, ποτὲ δὲ ψέγων· ὅ τι λέγει τις τῶν ἁγίων, γινώσκειν ὀφείλει ἡ θεοσέβειά σου. Ἀλλ᾽ ἔστω τοῦτο εἰς οὐδὲν, καίπερ ἐναντιολογίας ὃν ὄφλημα. Τί δὲ ὅτι οὕτως ἀκρίτως προήχθης, πρὶν ἐξεταστικῆς καὶ μαθηματικῆς πείρας ἀποφήνασθαι κατὰ τῆς ταπεινώσεως ἡμῶν ἀποσχοινισμὸν τῆς καθ᾽ ἡμᾶς Ἐκκλησίας, καὶ διὰ τοῦτο ἀναθεματισμόν; Πρόσεχε σεαυτῷ, φησὶν ὁ λόγος· καὶ, Πρὶν ἐξετάσεις, μὴ μέμψη· καὶ, Πρῶτον νόησον, καὶ τότε ἐπιτίμα. Αὐτὴ δὲ μηδὲν τούτων παρατηρήσασα, μηδὲ ὑπολογισαμένη ὅτι πρόσεστι καὶ ἡμῖν πάντως τὸ κατὰ λόγον λέγειν καὶ πράττειν· οὕτως ὡς ἀπαιδεύτοις καὶ ἀλόγοις καὶ ἀρτιγεύστοις τῆς μοναδικῆς πολιτείας, καὶ ἐν μαθητευομένοις τελοῦσιν ἐπετίμησας· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἐπέπληξας. Καὶ εἶθε τοῦτο· ἀλλὰ καὶ ἀναθεματισμῷ παρέπεμψας. Καὶ φεῦ τὰ τῶν ἀνθρώπων! Πῶς οὐκ ἐπὶ πολὺ διασώζεις τοὺς τῆς φιλίας ὅρους ἀμετακινήτους; εἰ γὰρ τοῦτο ὑπῆρχε τῇ τιμιότητί σου ἀκραιφνὲς, οὐκ ἂν οὕτως ἀπροόπτως τὴν εὐτέλειαν ἡμῶν κατεκερτόμει. Πλὴν ἄξιοι τῶν τοιούτων· καὶ οὐ θαυμαστὸν εἰ καὶ ὑπὸ τῆς φιλίας σου προπηλακιζόμεθα. Ἡμεῖς δὲ ὅ ἐσμεν, Θεῷ μὲν πεφανερώμεθα· δίκαιον δὲ καὶ τῇ συνέσει σου, ἐπὰν προσκόπτῃ καὶ σκανδαλίζηται, ἐπιδηλῶσαι. Οὐκ ἐσμὲν ἀποσχισταὶ, ὦ θαυμάσιε, τῆς τοῦ Θεοῦ Ἐκκλησίας· μήποτε τοῦτο πάθοιμεν· ἀλλ᾽ εἰ καὶ ἄλλως ἐν πολλοῖς ἁμαρτήμασι τυγχάνομεν. Ὅμως ὁμόσωμοι αὐτῆς καὶ τρόφιμοι μετὰ τῶν θείων δογμάτων· καὶ τοὺς κανόνας αὐτῆς καὶ διατυπώσεις γλιχόμεθα φυλάττεσθαι.
Τὸ δὲ ταράττειν καὶ ἀποσχίζειν ἀπ᾽ αὐτῆς, τὴν μηδεμίαν ἐχούσης ἀληθῶς κηλῖδα ἦ ῥυτίδα κατά τε τὸν τῆς πίστεως λόγον, καὶ τὸν τῶν κανόνων ὅρον, ἀπ᾽ ἀρχῆς αἰῶνος καὶ μέχρι τοῦ δεῦρο, ἐκείνων ἐστὶν, ὧν ἡ πίστις τὸ ἐνδιάστροφον ἔχει, καὶ ὁ βίος τὸ ἀκανόνιστον καὶ ἄθεσμον· ὧν εἶς ἐστι καὶ ὁ Ἰωσὴφ ὁ τὸν μοιχὸν στεφανώσας· οἴ τε τούτῳ ὡς ἀμέμπτῳ ἀνεχόμενοι συλλειτουργεῖν, καὶ μὴν καὶ οἱ συνιστῶντες αὐτὸν ὡς ἀθώως ἱερουργοῦντα. Πῶς γὰρ κανονικῶς ἡμῖν γράφουσα ἡ εὐλάβειά σου, οὐ τοὺς θείους κανόνας ἐπίσταται, ὅτι κατ᾽ αὐτοὺς καθηρημένος ἐστὶν ὁ ἀνήρ; εἰ γὰρ εἰς διγαμοῦντος γάμον οὐκ ἐῶσι τὸν πρεσβύτερον ἑστιαθῆναι· τί πρὸς τὸ τὸν δίγαμον στεφανῶσαι; τί δὲ τὸ εἰς μοιχικὸν γάμον ἐστιαθῆναι ὅλαις τριάκοντα ἡμέραις; τί δὲ, τὸ ὀλεθριώτερον, τὸ καὶ στεφανῶσαι μοιχὸν κατὰ τὸν λόγον τοῦ Κυρίου, τὴν ἐπὶ τῇ συναφείᾳ ἱερὰν προσευχὴν λέγοντα τὸν μοιχοζεύκτην, καὶ προσκαλούμενον τὴν θείαν χάριν ἀθέως ἐπὶ τοὺς βεβήλους; Ἀπόπτυστός ἐστι παρὰ Θεῷ, κατὰ τὸν θεῖον Διονύσιον, καὶ ἀνίερος ὁ τοιοῦτος. Παρέλκον γάρ ἐστι τοὺς ἐπ᾽ αὐτῷ ἄλλους κειμένους κανόνας ὧδε γράφειν. Ὅτι δὲ καὶ ὑπὸ τοῦ προηγησαμένου πατριάρχου ἀφωρισμένος ἐνναετῆ χρόνον ἔτυχε· καὶ ὁ κανὼν εἰ μὴ ἐντὸς ἐνιαυτοῦ λυθῇ, οὐκ ἀνέχεται ἔτι τὴν λύσιν, ποῦ θήσομεν; Πάντως δὲ ἡ ἀπάντησις, ὅτι ἐλέλυτο. Καὶ εἰ ἐλέλυτο, πῶς οὐχ ἱερουργεῖ; καὶ εἰ ἐλέλυτο, πῶς ἄρτι ἐξήτησε λύσιν ὑπὸ συνόδου; Δηλονότι ὁ δεδεμένος ζητεῖ λυθῆναι, οὐχ ὁ ἄδετος· ὥστε κἀνταῦθα περιπίπτει ἑαυτῷ ὁ θέλων κατὰ τῆς ἀληθείας κινεῖσθαι. Βεβήλωσις οὖν τῶν ἁγίων ἐστὶν, ὦ ἀδελφὲ, τοῦτον ἱερουργεῖν· καὶ σύγχυσις παντελὴς τῶν κανόνων τὸ μὴ τὰ τοιαῦτα φυλάττεσθαι. Τί γὰρ λέγει καὶ ὁ Χρυσόστομος; ὅτι οὐκ ἀκίνδυνόν ἐστι τὸ ἀνεξέταστον ἐπὶ τοῦ ἱερέως. Οὐ περὶ πίστεως, ὡς οἴει, τοῦτο λέγων, ἀλλὰ περὶ τῆς κατὰ τὸν βίον ἀκριβείας. Ἐκζητεῖν τοίνυν καὶ ἀνερευνᾶν ἕκαστον ὅπως ἔχει οὐ δέον· ἡ χάρις γὰρ καὶ ἐπὶ τοὺς ἀναξίους διὰ τοὺς προσιόντας κάτεισιν. Εἰς δὲ τοὺς προδήλως κατεγνωσμένους, ὧν ἐστιν εἷς καὶ ὁ Ἰωσὴφ, μάλα ἀνομίαν μεγάλην συνάψας, ἀναφανδὸν τῆς οἰκουμένης, ἣν ὁ Κύριος ἀπέφηνε, καὶ ἐναργέστερος τοῦ μοιχεύσαντος χρηματίσας ὁ τοῦτον συζεύξας· τῷ μὴ διαστέλλεσθαι κατὰ τὸν Θεολόγον, προδοσία τῆς ἀληθείας σαφὴς, καὶ τῶν κανόνων παράλυσις.
Ἢ οὐκ οἶδέ σου ἡ φιλία, ὅτι αὐτὸ τὸ θεῖον αὐτεκδίκητον γέγονεν, ἡνίκα οὐ διανέστη ὁ ἰθύνων τὴν Ἐκκλησίαν τὸ τηνικάδε· ὡς Σαμουὴλ πάλαι ἐπὶ τῷ ἄφρονι Σαούλ· διαῤῥῆξαι τὴν τοῦ νέου Ἡρώδου κατὰ τὸν τῆς μοιχείας τρόπον βασιλείαν. Ταῦτα γὰρ πέπονθε καὶ Ἡρώδης ἐκεῖνος, ὑπὸ τοῦ οἰκείου λαοῦ ἀνασοβευθεὶς καὶ ἀποκτανθείς· ἐπὰν εἴασε τὴν τοῦ Ἀρέτα βασιλέως θυγατέρα νόμιμον αὐτοῦ οὖσαν γυναῖκα· ἀγαγόμενος παρανόμως τὴν τοῦ ἀδελφοῦ Φιλίππου Ἡρωδιάδα. Εἰ δὲ ταῦτα οὐ δέον ἐκδικεῖσθαι, ἡμαρτηκὼς ἐνώπιον τῆς ἀγάπης σου γέγονεν, εἰ καὶ τολμηρὸν εἰπεῖν, ὁ Πρόδρομος Ἰωάννης, ἐλέγξας τὸν Ἡρώδην, καὶ θανὼν ὑπὲρ τοῦ ἐλεγμοῦ. Ὡσαύτως καὶ ὁ Χρυσόστομος, ὑπὲρ τοῦ ἀγροῦ τῆς χήρας ἔνστασιν ἀθλητικὴν ἐπιδειξάμενος. Ὑπὲρ τοῦ ἀγαθοῦ τάχα γὰρ, φησὶ, καὶ τολμᾷ τις ἀποθανεῖν. Ἵνα μὴ λέγω τὰς τῶν ἄλλων ἁγίων ὁμοτρόπους ὑπὲρ τῶν τοιούτων ἐνστάσεις. Ἢ πάλιν ἀγνοεῖ ἡ τιμιότης σου, ὅτι ἐκ δύο συνισταμένου τοῦ Χριστιανισμοῦ, λέγω δὴ πίστεως καὶ ἔργων, εἰ θάτερον λείπει, οὐδὲ τὸ ἕτερον ὀνίνησι τὸν ἔχοντα; Ζηλούτω τοίνυν, παρακαλοῦμεν, τὰ θεῖα, καὶ πρῶτον μὲν ὡς τοῦ κοινοῦ πατρὸς τέκνον χρηματίζουσα, συνεπαιρέσθω πρὸς τὰ δέοντα· δεύτερον δὲ ὡς τῷ μακαρίτῃ Σάβα μαθητευσαμένη· ἀκρίβειαν οὐ μόνον κατὰ τὴν πίστιν, ἀλλὰ καὶ κατὰ τοὺς κανόνας ἀσπαζέσθω· τρίτον, τὰ ἀδελφὰ ἡμῶν φρονείτω, ὡς ὁμάδελφος οὖσα· καὶ, ὑπομιμνήσκομεν, τὸ οἰκεῖον κάθισμα ἐπιτηρείτω· μήπως ἐντεῦθεν σκάζωμεν περὶ τὰ κάλλιστα.
Σύγγνωθι ἀδελφικῶς ὑπομιμνήσκουσιν, ὥσπερ καὶ αὐτῷ ἡμεῖς· καὶ οὐ χρεὼν ἡμᾶς ἀγανακτεῖν ὑπομνησθέντας. Μηδὲ ἡ σὴ τιμιότης δριμυσσέσθω· ἀλλ᾽ ἀναπτέσθω μᾶλλον εἰς ἀγάπην. Καὶ ἐπιστελλέτω, ὁσάκις ἂν καὶ βούληται, τὰ τοιαῦτα. Οὐδὲν γὰρ παρὰ τούτου βλαβησόμεθα, ἢ τὸ βιοῦν ἀσφαλέστερον. Περὶ δὲ τοῦ πάπα, τίς ἡμῖν λόγος οὕτως πράσσοντος ἢ ἐκείνως; ὃς τοῖς οἰκείοις, συγχώρησον, ἐάλω πτεροῖς, κατὰ τὸ λόγιον. Μηδὲν γὰρ περὶ τῶν ἐκδήλων ἁμαρτημάτων τοῦ ἱερέως φροντίζειν φάμενος, οὐ τόν τινα ἱερέα, ἀλλὰ τὴν κεφαλὴν τῆς Ἐκκλησίας κατεκωμώδησε τοσαῦτα καὶ ἀπεμυσάξατο· ὡς ἡμᾶς αἰδεσθῆναι καὶ ἀκοῦσαι. Εἰ δὲ ἀληθῶς οὕτως ἐστὶ, φεῦ τῆς ἱεραρχίας! Πλὴν νουνεχῶς κινῶμεν τὴν γλῶτταν, παρακαλοῦμεν, ἐπὶ τὰς κεφαλάς· καὶ μὴ οὕτω σφοδρῶς ἀποφαινώμεθα. Εἰ δὲ ὅτι οἱ ἄνθρωποι μέλλουσιν ἀνοίγειν τὰ στόματα, ὡς γέγραφας, ἐπὶ τὸ λέγειν, ὅτι ἐκπεσόντες τῆς ἐνταῦθα πατριαρχίας, εἰς ἑτέραν ὑπόθεσιν μετεπέσαμεν· μὴ φροντιζέτω σου ἡ τιμιότης· οἶδεν ὁ Θεὸς καὶ τὴν πρώτην κίνησιν καὶ τὴν δευτέραν· ἀλλὰ μὴν καὶ τὴν τρίτην αὐτὸς δοκιμάσει· αὐτὸς διελέγξει· αὐτὸς παραστήσει ἐπὶ τοῦ φοβεροῦ βήματος· αὐτὸς ἀποδιδοὺς καθὼς διεθέμεθα καὶ πεπράχαμεν. Τὸ γὰρ, Εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην· οὐ πρὸς ἡμῶν τῶν ἁμαρτωλῶν φθέγγεσθαι. Ἡμεῖς τοίνυν καὶ τοῦ ἁγιωτάτου πατριάρχου μνημονεύομεν, ὡς καθήκει, ἐν τῇ μυσταγωγίᾳ· ὥσπερ καὶ τῶν εὐσεβῶν ἡμῶν βασιλέων· καὶ ἐκ παντὸς ἀδιαβλήτου κοινωνεῖν οὐ παραιτούμεθα. Γεγράφαμέν τε αὐτῷ τῷ ἀρχιερεῖ· ἐπεὶ καὶ τοῖς εὐσεβέσιν ἡμῶν βασιλεῦσι γνωστὸν γέγονεν, ὅτι ἐν οὐδενὶ διαφερόμεθα, ἢ μόνον διὰ τὸν Ἰωσήφ· καὶ ἡνίκα οὗτος ὑποσταλῇ τῆς ἱερουργίας, εὐθὺς κοινωνοῦμεν αὐτῷ. Καὶ ποθητὸς ἡμῖν ὁ ἀνὴρ, οὐ μόνον ὅτι κορυφὴ τῆς καθ᾽ ἡμᾶς Ἐκκλησίας γέγονεν, ἀλλ᾽ ὅτι καὶ σεβαστὸς ἡμῖν ἔκπαλαι. Καὶ ὅσα τοῦ βίου αὐτοῦ καλὰ, ἀποσεμνύνειν οὐ παυόμεθα.
Εἰ δὲ φθάσει ὅτι καὶ αὐτὸς ἀποδέχεται τὸν ζῆλον (ἐῶ γὰρ λέγειν ἐπισκόπους ἁγίους, ἡγουμένους τε καὶ μονάζοντας, καὶ πλῆθος λαϊκῶν), τί φαίη ἡ σὴ φιλότης; Διὸ ἴσθι μὴ εἶναι σχίσμα τῆς Ἐκκλησίας· ἀλλ᾽ ἀληθείας ἐπικράτησιν, καὶ τῶν θείων νόμων ἐκδίκησιν· ἕτερον δὲ, ὡς ἔφθη εἰποῦσα ἡ τιμιότης σου, τῆς ἀληθείας ῥῆξις, καὶ τῶν κανόνων ἡ παράλυσις· καὶ ἐκεῖνο ἔχει σοι καλῶς λέγεσθαι· Οἱ ἱερεῖς ἠθέτουν νόμον μου, καὶ ἐβεβήλουν τὰ ἅγιά μου· βεβήλοις καὶ ὁσίοις οὐ διέστελλον, ἀλλ᾽ ἦν αὐτοῖς ἅπαντα κοινά. Τὸ γὰρ μὴ ἔχειν σπῖλον ἢ ῥυτίδα, ἵνα καὶ πάλιν εἴπωμεν, οὕτω νοείτω· τὸ μὴ προσιεμένην τά τε ἀσεβῆ δόγματα καὶ τὰ ἀκανόνιστα ἐγχειρήματα. Οὐ μὴν ἀλλὰ καὶ τὰ ἐν τοῖς αὐτουργοῦσι τὰ ἀπηγορευμένα συμφρονήματα, ὥς πού φησιν ὁ θεῖος Βασίλειος· πρὸς ἃ Παῦλος ὁ μέγας, οὐδὲ συνεστιᾶσθαι τοῖς τοιούτοις παραχωρεῖ. Ἐπεὶ ἀπὸ τῶν ἀποστόλων καὶ κατόπιν, πολλαχῶς πολλαὶ αἱρέσεις προσεῤῥάγησαν αὐτῇ· καὶ ῥυπάσματα ἄθεσμα καὶ ἀκανόνιστα ἐπεπόλασαν, ὥσπερ καὶ τὸ νῦν· ἀλλὰ μὴν αὐτὴ τῷ προειρημένῳ τρόπῳ ἄσχιστος καὶ ἀμώμητος διαμεμένηκε, καὶ διαμενεῖ ἕως τοῦ αἰῶνος, ὑπεξαιρουμένων καὶ ἀποπεμπομένων ἀπ᾽ αὐτῆς τῶν κακῶς φρονησάντων ἢ πραξάντων· ὥσπερ ἐξ ἀσείστου καὶ παραλίου πέτρας τὰ προσρήσσοντα κύματα.
Εἰς ἑαυτοὺς οὖν γενώμεθα, ὦ ἀδελφὲ, καὶ ἀπίδωμεν πρὸς τὸ φῶς τῆς ἀληθείας, καὶ τῶν ἱερῶν κανόνων, ὥσπερ καὶ τῶν δογμάτων ἐγκρατεῖς φαινοίμεθα· μάλιστα ἡμεῖς οἱ μονάζοντες· μάλιστα ἡμεῖς οἱ δοκοῦντες εἶναί τι. Εἰ γὰρ τὸ ἐν ἡμῖν φῶς σκότος· τὸ σκότος πόσον; καὶ, Εἰ τὸ ἄλας μωρανθήσεται, ἐν τίνι ἀλισθήσονται οἱ λαϊκοί; Ἡμεῖς οἰόμεθά σε, καὶ εὐχόμεθα, τῶν αὐτόθι σωτῆρα εἶναι καὶ φωστῆρα, καὶ λύχνον ἀκριβείας καὶ εὐσεβείας· οὐκ ἐκ τοῦ πᾶσι τὰ πάντα γίνεσθαι, ἀλλ᾽ ἐκ τοῦ τῆς ἀρετῆς ὕψους, καὶ ἐκ τοῦ κεκανονισμένου βίου, καὶ ἐκ τοῦ ἱεροπρεποῦς πολιτεύματος. Καὶ φέρε ἀδελφοῦ σου ὑπόμνησιν ἀγαπητικὴν οὖσαν, καὶ φιλαλήθη, καὶ θεόκριτον. Καὶ τὰ πλείω λέγειν ἡ ἐπιθυμία με ἕλκει· ἡ ἁμετρία δὲ τοῦ γράμματος συνέλκουσα ἐνταῦθα ἡμᾶς καταπαύει. Ἀπεδεξάμεθά σου τοίνυν τὴν εὐλογίαν τὴν πλουσίαν. Καὶ ὅτι ἐφρόντισας περὶ τῆς ταπεινώσεως τοῦ μοναστηρίου σου· δεῖγμα μὲν τοῦ φείδεσθαι καὶ πονεῖν ὑπὲρ αὐτοῦ, κόπος δέ σου ἱκανός. Ἀλλ᾽ ὁ Κύριος ἀνταμείψεταί σε οἷς χρήζεις, τὴν τῶν ἀρετῶν ἐπανάληψιν, καὶ τὴν τῶν αἰωνίων αὐτοῦ ἀγαθῶν ἀπόλαυσιν.