Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 3: To the Same

Γ΄. — Τῷ αὐτῷ.

Προχεῖταί μοι τὸ δάκρυον πρὸ τοῦ λόγου· καὶ τὰ σπλάγχνα δονεῖται· καὶ ἡ χεὶρ ὑποτρέμει τοῦ γράφειν· καὶ ἕλκομαι πανταχόθεν, καὶ φέρειν τὸ ὀδυνηρὸν οὐχ οἷός τέ εἰμι. Ὢ πῶς ἐνέγκω σου, Πάτερ, Πάτερ, τὰ χριστομίμητα πάθη; ὦ πῶς οἴσω σου τὴν ὑψηλὴν καὶ ἁγίαν ταπείνωσιν; πῶς ὑπαντήσω σοι κατὰ λόγον ἀντιγράφειν; καὶ ποῖ τράπωμαι, καὶ ὅθεν ἴωμαι κατάρχειν τῶν γραμμάτων; Πρὸς ἐμὲ οὖν σὺ, ὦ Πάτερ, τοιαῦτα γράφεις; πρὸς ἐμὲ τὸν σκώληκα, καὶ βόρβορον, καὶ ἄσωτον, ὁ Πατὴρ φωνὰς ἀφίησι πρεπούσας τέκνῳ; Ἰκετικὸν ἀναλαμβάνεις σχῆμα ὁ ὀφείλων ἱκετεύεσθαι. Κἀγὼ λοιπὸν ὁ τάλας τί προσφθέγξωμαι; καὶ πῶς ταπεινωθῶ τῷ δικαίῳ μου Πατρί; ὅμως ἐδεξάμην σου, ὦ Πάτερ, τὴν ἁγίαν ἐπιστολὴν ἐν χερσὶν ἀναξίαις ὡς θεογράφους πλάκας. Ἤκουσα σου τῆς ἐγγραμμάτου φωνῆς ὡς εἴ τις ἀκούσειεν ἀγγέλου φωνῆς ἢ ἀποστόλου· καὶ συνέτριψε τὴν καρδίαν, καὶ ἐξέβλυσε δάκρυον, καὶ ἀπεκλαυσάμην, καὶ ἐθρήνησα οὐχ Ἱερεμιτικὸν θρῆνον ἐπὶ παθῶν θεοστυγέσι γεγενημένων· ἴδιον δέ τινα καὶ φιλοπάτριον, καὶ Θεῷ ὄντως χαριστήριον. Αἰνέσεως γὰρ ἀληθοῦς ἃ ἀπέσταλκας, Πάτερ δίκαιε, ἀπογραφῆς ἄξια, τῆς εἰς Θεὸν ὁλοτελοῦς σου προθέσεως γνώριμα.

Τοιγαροῦν, ὦ Πάτερ, ἐστήριξας ἡμῶν τὰ φρονήματα· ἐνεύρωσας ἡμῶν τὰς καρδίας. Ὑπὲρ ἐλπίδα ἡ ἀνδρία σου· ὑπὲρ προσδοκίαν ἡ παῤῥησία σου. Ἄλλος τις ἡμῖν ὥφθης, ἢ ὅσπερ ἐγνωρίζου· ὅλος ἐν Θεῷ ἠλλοιωμένος. Δόξα τῷ σε δυναμώσαντι. Οὐ κατέβαλέ σε φόβος βασιλείας· οὐκ ἐχαύνωσέ σε γοητικὴ θωπεία. Οὐχ εἵλου προσκαίρου ἀπολαύειν ἡδονῆς, προκινδυνεύειν θέλων τῆς ἀληθείας τοῦ Θεοῦ. Ὁ ποιμὴν ὁ καλὸς, ὁ θεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων· ὁ καὶ νῦν δέσμιος διὰ τῆς φρουρᾶς, ὡς Χριστοῦ Ἀπόστολος. Ὢ τοῦ δωματίου ἐκείνου, ἐν ῷ φέρῃ καὶ περιάγῃ ὡς τίμιον καὶ εὔχρηστον σκεῦος τῷ Δεσπότῃ Θεῷ! Εἶθε οὖν τὸ ἔδαφος ἐκεῖνο περιεπτυξάμην, οὗ οἱ πόδες τοῦ κυρίου μου καὶ Πατρὸς βαδίζουσιν. Εἶθε τὰς κατὰ σοῦ κλεῖς καὶ κλεῖθρα προσεκύνησα, ὡς θησαυρὸν εὐσεβείας φυλάττοντα. Μᾶλλον δὲ ἐβουλόμην τὸ τίμιον ἐκεῖνο ἀσπάσασθαι στόμα τὸ ὁμολογῆσαν τὸν λόγον τῆς ἀληθείας· τὰς ὁσίας χεῖρας τὰς ἐπαιρομένας εἰς ἁγίας προσευχὰς καὶ εὐπροσδέκτους. Ποῦ ποτέ μου τὸ γλυκὺ ἀπέπτη πρόσωπον; ποῦ δὲ ἡ σωτήριος φωνὴ κατεσιγάσθη; Ἰδοὺ δὴ ἐγὼ ὀρφανὸς ὁ ἐλεεινὸς καὶ παντέρημος, οὐκ ἔχων τὸν Πατέρα μου, οὐκ ἔχων τὸν φωστῆρά μου, τὸν ἰατρὸν καὶ τροφέα τῆς ταπεινῆς μου ψυχῆς· ἀπροστάτευτος, ἀνεπαμύνευτος πρὸς τοὺς πολεμοῦντάς με ἀοράτως· Ἐγενόμην ὡσεὶ κόραξ ἐν ἐρήμῳ· ὡς· στρουθίον ἐπὶ δώματος, καθ᾽ ἡμέραν ἐποφθαλμιῶν, ὧδε κἀκεῖσε βλέπων καὶ περιαθρῶν, καὶ οὐδαμῶς τὸ ποθούμενον πρόσωπον. Καὶ οὔπω κατ᾽ ἀξίαν δυναίμην ἐκτραγῳδῆσαί μου τὸ πάθος. Πλὴν εὐχαριστῶ καὶ ὑπερευχαριστῶ, ὅτι διὰ νόμον Θεοῦ ταῦτα κατηξίωμαι· ὅτι τοιούτου Πατρὸς ἐχρημάτισα τέκνον. Τάχα βασιλεύειν οἴομαι διὰ σοῦ σήμερον. Πάτερ ἅγιε, εἴπερ ἡ εὐχή σου σῶόν με διαφυλάξοι. Δέδοικα γάρ μου τὴν ἁμαρτίαν καὶ τὴν ἀσωτίαν· εἴσῃ δὲ γινώσκων ὅτι σου ταῖς ἁγίαις εὐχαῖς ἐνίσχυμαι καὶ ἐνίδρυμαι· κἂν λίαν εὐκαταγώνιστός εἶμι· καὶ οὐ μόνον ἐγὼ, ἀλλὰ καὶ οἱ πάντες τὸ ἕν ἐσμεν συμφρονοῦντές σοι σύμψυχοι, συμπάσχειν αἱρούμενοι μέχρι θανάτου. Καὶ μηδαμῶς ἡμῶν ἕνεκα δεδιὼς ᾖς. Εὖγε, ὦ Πάτερ, εὔγε. Εὖγε, ὦ ἄριστε κυβερνῆτα, ζηλωτὰ τῆς εὐσεβείας, μιμητὰ τῶν ἁγίων. Μεγαλοπρεπῶς ὄντως ἠγώνισαι. Νεανικῶς ὑπερήθλησας· μετὰ μαρτύριον οἶδ᾽ ὅτι εἴη τὸ πνεῦμά σου. Ἔχει μὲν οὕτω ταῦτα, εἰ καὶ μήπω τῆς ἐπιθυμίας μου καὶ τῆς ἀξίας, σου, εἰς δέον. Ἐπεὶ δὲ κελεύεις ἱστορῆσαί σοι κατ᾽ ἔπος, ἀφ᾽ ἧς ἡμέρας ὑπέστημεν ἐκείνην τὴν ὀδυνηρὰν διάζευξιν, τήν τε ὁδοιπορίαν, καὶ τὰ κατ᾽ αὐτὴν ἡμῖν συμβεβηκότα· οὐχ ἱκανῶ· πλὴν τὸ κελευσθέν μοι ποιήσω ἀοκνότατα. Κατ᾽ αὐτὴν τοιγάρτοι τὴν ἡμέραν καθ᾽ ἣν ἀπήεις σὺ μὲν, ὦ Πάτερ, τὴν ἐπὶ θάνατον ὁδὸν τῇ προαιρέσει, καὶ ἡμεῖς ἐστειλάμεθα τὴν ἐξόριστον ὁδοιπορίαν, ἐποχηθέντες ἐφ᾽ οἷς ἔτυχε ζώοις. Καὶ ὡς ἀπείραστοι κατ᾽ ἀρχὰς τοῦ τοιούτου δράματος, ἦμέν πως ἐν ἀθυμίᾳ. Προσεβάλλομεν γὰρ καί τισι κώμαις, θεατριζόμενοι ἐπὶ πάσης ὄψεως καὶ ἡλικίας ἀνθρώπων· θορύβοις τε καὶ κραυγαῖς περιηχήθημεν ἀμφότερα τὰ ὦτα· ἔν τε τῷ ἀπαίρειν καὶ καταπαύειν παρὰ τὸ τὰ ἐπιτήδεια συμπορίζεσθαι τοὺς ἄγοντας. Ὡς δὲ ἤομεν ἐπὶ πρόσω ἐθισθέντες, ῥᾷον μᾶλλον ἐφέρομεν τὰ δυσχερῆ. Τὸ δὲ ἀνιῶν ἡμᾶς πλέον ἡ ἀσθένεια ἦν τοῦ Πατρὸς τοῦ κυρίου διακόνου. Καὶ οὕτω τὴν ὁδὸν ἀχθόμενοι, περιαντλούμενοι διεπεράναμεν. Αὗται δὲ αἱ καταμοναί· ἀπὸ τὰ Καθαρὰ εἰς Λιβιανά· ἔπειτα εἰς Λεύκας· εἶθ᾽ οὕτως εἰς αὁ Φύραιον· ἔνθα καὶ ὀδυνηρὸν ἡμῖν συνέβη, καὶ ἱστορίας ἄξιον. Ὑπερφανέντες γάρ πως ἐξ ἀπροόπτου ἐννέα τῶν πρωτευόντων ἀδελφῶν, ὡς πρόβατα διεσπαρμένα, περιέστησαν ἡμῖν κλαίοντες, καὶ συνθρύπτοντες ἡμῶν τὴν καρδίαν. Καὶ ὁ μὲν ἄγων ἡμᾶς οὐδὲ προσλαλῆσαι εἴα· ἐλεεινὰ δὲ βλέποντες καὶ βλεπόμενοι, καὶ ἐπιφθέγματα ἀλλήλοις ἐπειπόντες, τελευταῖον μετὰ δακρύων διεχωρίσθημεν. Εἶτα καταχθέντες ἐν τῇ Παύλᾳ, εὕρομεν τὴν πολυτίμητόν σου ἀδελφὴν σὺν τῷ κυρίῳ Σάββᾳ, κρυπτῶς συνοψισθέντες, καὶ δι᾽ ὅλης νυκτὸς ἐν ταὐτῷ μείναντες, λαλήσαντές τε τὰ εἰκότα, καὶ ἀσπασάμενοι ἀλλήλους ὡς ἐπιθανατίους, διέστημεν στένοντες καὶ ποτνιώμενοι. Ἦν ἰδεῖν ἐκεῖ σπαρασσόμενα σπλάγχνα καὶ σφαδάζοντα, θεοπρεπῶς νικωμένης τῆς φύσεως. Ἐκ τῶνδε κατεπαύσαμεν ἐν τῷ Λουπαδίῳ, φιλοφρόνως συμπαθηθέντες παρὰ τοῦ ξενοδοχοῦντος, χρησάμενοί τε καὶ λουτρῷ διὰ τοὺς μώλωπας· γεγόνασι γὰρ καί τινων δυσίατοι, ἀπὸ τῆς ὁδοιπορίας. Καὶ κατήχθημεν εἰς Τίλιν. Ἐκεῖ τοίνυν καταλαβὼν ἡμᾶς ὅ τε Ἀββᾶς Ζαχαρίας μετὰ τοῦ Πιονίου, ἐκ θερμῆς προθέσεως κλαίοντες, καὶ μεθ᾽ ἡμῶν αἱρούμενοι πορεύεσθαι, κἂν οὐκ εἰάθησαν. Ἀπὸ τοῦδε εἰς Ἀλκέριζαν· ἐκ τῶνδε εἰς Ἀναγεγραμμένους, ἔπειτα εἰς Περπερίναν· κἀκεῖθεν εἰς τὸ Πάριον· κοινωνοῦντες παρὰ τῶν ἐπισκόπιων, πλὴν καὶ μετὰ ταπεινώσεως ὑπομιμνήσκοντες ὁμνύοντας. Εἶτα εἰς Ὁχρὸν, ἐκεῖθεν εἰς Λάμψακον· ἐν ᾗ εὑρόντες Ἡρακλειώτας, προσανεπαυσάμεθα τριήμερον, πλεῖν οὐ δυνάμενοι. Εἶτα ἐξορμίσαντες κατεπλεύσαμεν ἐν τῇ Ἀβύδῳ· ὑπὸ τοῦ ἐκεῖσε ἄρχοντος εὐσεβῶς κατελεηθέντες· καὶ ἐπιμείναντες ἕως τοῦ σαββάτου ὀκταήμερον, ἀπεπλεύσαμεν εἰς Ἐλεοῦντας. Ἑβδοματιαῖόν τε χρόνον ἐπιμείναντες, διὰ τὸ ἄπλοον, δεξιοῦ ἀνέμου πνεύσαντος, ἐπετάσθημεν ἐν τῇ Λήμνῳ ἐν ἐνναωρίῳ. Ἵστησί μου τὸν λόγον ἐνταῦθα ἡ τοῦ ἐπισκόπου τῶν τῇδε εὐσέβεια. Ὃς οὐκ εἴ τις γὰρ ἄλλος καὶ ἐδεξιώσατο, καὶ παρηγόρησε, καὶ ἐφωδίασεν.

Ἐκ τῶν τῇδε τοίνυν ἀποπλεύσαντες ἐν φόβῳ, διὰ τὸ παρακείμενον ἔθνος, ἀντεπεράσαμεν βοῤῥοφόρου καὶ ῥοιζήδοντος ἐν δωδεκαωρίῳ ἑκατὸν πεντήκοντα μιλίων ὃν τὸ πέλαγος, ὁρμίσαντες ἐν τῷ Κανάστρῳ ἐν τοῖς Θεσσαλονίκης ὁρίοις· ἔπειτα εἰς Παλλήνην τὰ πρόσγεια τοῦ κόλπου· εἶτα εἰς τὸ ἔμβολον. Ἐκ τῶν ἔνθεν ζώοις πάλιν ἐπιβεβηκότες Σαββάτῳ ἡμέρᾳ ἑορτῆς τοῦ Εὐαγγελισμοῦ, ὥρᾳ τρίτῃ εἰσήχθημεν ἐν τῇ πόλει. Καὶ οἵα ἡ εἴσοδος! Οὐδὲ γὰρ τοῦτο παρελθεῖν ἀναγκαῖον. Προπεμφθεὶς τοίνυν παρὰ τοῦ ὑπάρχου τῶν ἐξόχων, εἶς μετὰ στρατιωτῶν, προσέμενεν ἐν τῇ ἀνατολικῇ πόρτῃ, καὶ ἐπιστᾶσιν ὑπήντησαν ὄρθιοι διὰ σιγῆς. Καὶ μετὰ τὸ εἰσελθεῖν κλείσαντες τὰς πύλας, ἦγον διὰ τῆς ἀγορᾶς, προπομπεύοντες ἐπὶ τῆς ὄψεως τῶν εἰς τοῦτο συνδεδραμηκότων· καὶ ἀπαγαγόντες εἰσήγαγον πρὸς τὸν ἄρχοντα. Καὶ εὖγε τῷ ἀνδρί· εὐμενὲς γὰρ πρόσωπον δείξας, μετὰ τὸ πεσεῖν χρηστὰ ἐφθέγξατο ἡμῖν. Παρέπεμψέ τε πρὸς τὸν ἀρχιεπίσκοπον, πρῶτον προσευξαμένους ἐν τῇ ἁγίᾳ Σοφίᾳ. Καὶ ἐν τῷ εὐκτηρίῳ τῷ παρ᾽ αὐτοῦ ποιήσας εὐχὴν, ὁ ἁγιώτατος ἐδέξατο καὶ κατησπάσατο ἡμᾶς, ὁμιλήσας ἡμῖν τὰ δέοντα, καὶ παρ᾽ αὐτὰ κρατήσας, καὶ ἀναπαύσας διά τε λουτροῦ καὶ βρωμάτων. Τῇ δευτέρᾳ πρωῖθεν ἦραν ἡμᾶς, καὶ δι᾽ αἰτήσεως ποιήσαντες εὔξασθαι εἰς τὸν ἅγιον Δημήτριον, διεχώρισαν πάντας ἀπ᾽ ἀλλήλων, προπεποιηκότας εὐχὴν, καὶ ἀσπασαμένους ἀλλήλους. Τοὺς δύο δὲ ἡμᾶς ἀδελφοὺς ἀναγαγόντες ἐπὶ τὸν ἐν ᾧ εἰμι νυνὶ τόπον, διέζευξαν δακρυρῶς καταφιλήσαντας ἀλλήλους, ὡς καί τινας τῶν θεωμένων ταραχθῆναι τῇ συμπαθείᾳ. Οὕτως τὰ καθ᾽ ἡμᾶς ἔχει, ὦ Πάτερ. Καὶ νῦν εἰμι ἐγὼ ὁ ταπεινὸς ἐνταῦθα βίον ἕλκων ὀδυνηρὸν καὶ πολυστένακτον. Τὰς δὲ ἐκ τῆς ἁγίας σου χειρὸς εὐλογίας ἐδεξάμεθα, ὡς δύναμιν ἐχούσας τῆς ἁγίας Τριάδος· καὶ ἔχομεν αὐτὰς ὡς φυλακτήριον, καὶ περιτίθεμεν αὐτὰς ἐν ὀφθαλμοῖς ἡμῶν, ὡς τὴν δεξιάν σου καταφιλοῦντες. Πάλιν δάκρυα, πάλιν στρέφονταί μου τὰ ἐντός. Καταπαῦσαι γὰρ θέλω τὸν λόγον. Ὢ Πάτερ, τί με ἐγκατέλιπες; Ἀλλ᾽ οὐκ ἐγκατέλιπες. Πῶς δέ μου ἀπεμάκρυνας; Ἀλλ᾽ ἐν ἐμοὶ εἶ. Ποῦ δέ σε ἔτι μέλλω ὁρᾷν; πῶς σε ὄψομαι; ποῦ σου ἀκούσω τῆς ἡδίστης καὶ σωτηρίου φωνῆς; Ὁπότε σου γένωμαι ὁμοτράπεζος; Ποῦ σου συνουσίας ἀπολαύσω; ἢ πώποτε ἐν ὠσί σου ἀναγνώσομαι; ἢ πρὸ προσώπου σου ἄσω; ἢ σωφρονισθῶ; ἢ ἐπιτιμηθῶ; ἢ ἐπιμνησθῶ; ἔξιν ποιῶν ἃ φίλον σοι, ἑστίασιν, βρῶσιν, ποτὸν, ὁμιλίαν, στάσιν, καθέδραν, ἀνάκλισιν. Τί μοι συμβέβηκε; Καλῶ τοὺς ἀνθρώπους μάρτυρας, καλῶ καὶ τὰς οὐρανίους δυνάμεις συνηγόρους μοι· ὅτι νόμος σε Θεοῦ ἐχώρισεν ἀπ᾽ ἐμοῦ· ἐντολὴ μία αἰώνιος. Ἀκουσάτω ἡ ὑπ᾽ οὐρανόν. Διὰ τοῦτο χαίρω, καὶ φωνὴν ἀφίημι αἰνέσεως Θεῷ. Ἀπέχω πάντα ὑπὲρ ἐκ περισσοῦ. Ἀγάλλομαι, οὐκ ὀρφανισθήσομαι ἔτι, οὐκ ὀδυνηθήσομαι, οὐδ᾽ ἄγενές τι φθέγξομαι. Δέξαιο δὲ καὶ τὰ ἀνώτερα, Πάτερ, ὡς εὐαγῆ· τοῦ πόθου σου γὰρ σύμβολα. Πλὴν ὅτι καὶ ἔτι κλαύσομαι, ἀλλ᾽ εὐαπόδεκτα. Σὺ δὲ, ὦ Πάτερ τρισμακάριε, χαῖρε καὶ εὐφραίνου. Τὰ βραβεῖά σοι ἐπλάκησαν, ὁ τῆς ἀναπαύσεως τόπος ἡτοίμασται. Ὁ ζῆλός σου κατὰ τοὺς πατέρας σου· ἡ φρουρὰ βοᾷ τὴν ἀλήθειαν. Ἐδέθη ὁ δίκαιος, ὡς δύσχρηστος· οἱ ἐν εὐσεβείᾳ εὐχάριστοι, οἱ ὁμόζηλοι, θερμότεροι, κάλλιστον προοίμιον θεασάμενοι. Οἱ διώκοντες λόγους ἔξωθεν πλέκουσι καὶ κακίζουσι, καὶ μάλιστα οἵτινες τῶν μοναχῶν. Ἐσωθεν δὲ ταῖς ἐννοίαις ὑπωπιάζονται, καὶ πικρὸν κατήγορον τὴν ἰδίαν συνείδησιν ἔχουσιν. Ἐπεὶ καὶ θαυμάζουσιν. Ἴσασι γὰρ ἄγασθαι, ὡς ὁ μέγας Γρηγόριος, ἀνδρὸς ἀρετὴν καὶ πολέμιοι· ὅταν τοῦ θυμοῦ λήξαντος ἐφ᾽ ἑαυτὴν ἡ πρᾶξις δοκιμάζηται. Ἀγγελοι ὑμνοῦσί σε, ἄνθρωποι μακαρίζουσι· Χριστὸς ἀπεδέξατο· τὰς πύλας σοι ἀνέῳγε τῆς βασιλείας τῶν οὐρανῶν εἰς τοὺς αἰῶνας. Ἀμήν.

· Contents ·