Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 44: To Sergius the Consul
ΜΔ΄. — Σεργίῳ ὑπάτῳ.
Αὐτὸς μὲν, ὡς μανθάνω, ἀμείβεις ἀρχὰς ἐξ ἀρχῶν παρὰ τῷ κάτω Καίσαρι, καὶ παρὰ προαίρεσιν, ἠγαπημένε μοι ὁμοῦ καὶ τιμιώτατε. Ἐγὼ δὲ ὁ ταπεινὸς οὐ διαλιμπάνω, τῷ ἄνω καὶ πάντων βασιλεῖ φίλον οἰκεῖόν σε δι᾽ εὐσεβείας ὑπάρχειν. Διότι κρεῖσσον καὶ τὸ πολλοστὸν τετάχθαι κατὰ τὸ ἀκρότατον ἔσχατον τῷ οὐρανίῳ, ἢ κατὰ τὸ πρώτιστον τῷ ἐπιγείῳ. Πιστεύω δὲ εἰδώς σου τὸ φιλομέριμνον τῆς σωτηρίας, μηδὲν παραζημιοῦσθαι εἰς ψυχὴν, ἀλλὰ καὶ παρακερδαίνειν ἐκ τοῦ ἀξιώματος· ὄντων τρόπων οὐκ ὀλίγων εἰς λυσιτέλειαν. Ἡρκεσε γὰρ τῷ πτωχῷ ὑποτελεῖ οὐ μόνον ἀνοχὴ φόρων· ἀλλὰ καὶ ὄψις εὐμενὴς τοῦ τὰ βασιλικὰ χρήματα αἴροντος, καὶ φωνὴ ἠπία, καὶ φθόγγος χαιρετιστικός· καὶ οὕπω λέγω λύσιν συνδέσμου ἀδικίας, ἄλλα τε ὅσα ἐπακολουθοῦσιν εὐχερῶς ποιεῖν τῷ ἄρχοντι τῷ ἀρχομένῳ. Μὴ τοίνυν ἐφ᾽ ὧν δύνῃ εὖ ποιεῖν, σεαυτὸν διὰ τῆς εἰς ἑτέρους χρηστότητος ἀμελοίης, Κύριέ μου· ἀλλ᾽ ὡς συνετὸς καὶ εἰδὼς μικρὸν ὕστερον ἐξελεύσεσθαι ἡμᾶς τοῦδε τοῦ βίου, μηδὲν ἄλλο συναίροντας ἢ τὰς πράξεις· τοιαύταις καὶ προσκείμεθα, τὰς δὲ καὶ θησαυρίζοιμεν· δηλονότι τὰς ἐφόδιον ἡμῖν ζωῆς αἰωνίου, καὶ ἀπολαύσεως ἀποῤῥήτων ἀγαθῶν μελλούσας ἔσεσθαι. Ναὶ, παρακαλῶ τὸ ἐμὸν αἷμα, τὸ ἐμὸν πόθημα, τὸ ἀγαθῆς ὄντως ῥίζης βλάστημα Ἄννης ἐκείνης, τῆς ἐμοὶ σεβασμίας καὶ ἐρασμιωτάτης ὅτι μάλιστα, πᾶσι δὲ τοῖς γνωρίμοις ἐπαινουμένης διὰ σεμνότητα, τῆς ἐμῆς ὡς ἀληθῶς μακαρίας μητρὸς ἀμφοτέρωθεν.