Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 43: To Joseph, His Brother and Archbishop

ΜΓ΄. — Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ.

Καὶ ἡ πρώτη ἐπιστολὴ τῆς ἀδελφικῆς καὶ πατρικῆς σου ἁγιωσύνης, εἰ καὶ μικρὰ ἦν τῷ πλήθει τῶν συλλαβῶν, ἀλλ᾽ οὖν γε ἀπήρτιστο τῷ πλάτει τῆς ἀλληγορικῆς διανοίας. Καὶ ἡ δευτέρα, πάσης γνώσεως καὶ ταπεινώσεως, ἓν ἔχουσα μόνον ψεκτὸν, τοὺς περὶ ἐμὲ τὸν δείλαιον ἀναξίως ἐπαίνους. Ἐγὼ δὲ οὐ κατ᾽ ἀντίφρασιν, μὴ γένοιτο. Ἀλλ᾽ ἀληθείᾳ, ἐκλάμψαι σε ἐν τῇ καθ᾽ ἡμᾶς γενεᾷ, ἐν τῷ τῆς ἀρχιερωσύνης ἀξιώματι, καθ᾽ ὁμοίωσιν τῶν ἁγίων Πατέρων, εἴρηκα. Καὶ οὐκ ἂν ἁμάρτοιμι, στύλον καὶ ἐδραίωμα κεκληκώς σε τῆς Ἐκκλησίας, κάλλιστέ μου ἀδελφέ. Πᾶς γὰρ ὁ ὑπὲρ ἀληθείας ἐνιστάμενος καὶ πανθάνων, ἔρεισμα καὶ ὕψωμα αὐτῆς τυγχάνει. Εὖ δὲ γέγονεν, ὅτι ἐπεσκέψω τὰς τετράδας. Ὑπῆρξε γὰρ ἡμῖν ἡ ὑπόμνησις μᾶλλον δὲ κέλευσίς σου, ἐπιστασίας καὶ διαλύσεως τῆς τοιαύτης προτάσεως ἀφορμὴ ἢν μεθ᾽ ἑτέρων ὑποβληθέντων, δι᾽ ὑπομνήσεως τοῦ Πατρὸς ἡμῶν, ἐν ταῖς προγραφείσαις τετράσιν ἀπέστειλα τῇ ἁγιότητί σου· μηδὲν ἐξ ἑαυτοῦ ἐν ὅλῳ τῷ συντάγματι φρόνημα εἰσκεκομικώς· ὅτι μηδὲ θέμις τοῦ νόμου νομιμώτερον, μηδὲ τοῦ κανόνος εὐθύτερον γίνεσθαι· ἢ μόνον τὸ ὑφεῖναι καὶ συνάψαι τὰ τῶν θείων Πατέρων, κᾶν ἀμαθῶς, διδάγματά τε καὶ παραγγέλματα, εἰς ὅπερ ἡ πρότασις ἐκκαλεῖ τῆς ἀντιθέσεως. Καὶ εἰ μὴ παραιτήσοιτο διὰ κόπον ἀναγνῶναι, οἶδ᾽ ὅτι λυσιτελήσειεν. Ὅτι δὲ ἡ εἰρήνη καλὴ ὁμολογουμένως· φιλῶ γὰρ αὐτὴν, κἂν ἁμαρτωλός εἰμι· καὶ ὅτι πρὸς αὐτὴν ἀποκλιτέον· ἕως ἐξῆν πεπράχαμεν· πολλὰ τοῦ φόρτου ἀποσκευασάμενοι, κατὰ τὸν θεῖον Κύριλλον· τοῦ μὲν ἡνίκα τὸ πρότερον ἠθώουν τὸν μοιχοζεύκτην, παρόντος μου ἐκεῖ, καὶ καθὰ συνεβουλευσάμεθα, ἀποσιωπήσαντες· ἡ δὲ σιωπὴ μέρος συγκαθέσεως· ῆς καὶ δραξάμενοι οἱ ἐξ ἐναντίας, ὡς οἶσθα, ἀποκλείειν ἡμᾶς ἐπειρῶντο τῆς ἐνστάσεως· τοῦτο δὲ ἐπειδὰν ἐκροτεῖτο ἡ δευτέρα ἀθώωσις αὐτοῦ παρὰ τῶν πατησάντων τοὺς νόμους τοῦ Θεοῦ, λεγόντων ἡμῶν· ὅτι στήτω μόνον τῆς ἱερουργίας ἀπολαύων τῆς τιμῆς, κατὰ τὸν κανόνα τοῦ ἁγίου Βασιλείου· ἤδη συλλειτουργήσαντος αὐτοῦ ἐν τοῖς δυσὶν ἔτεσι τῷ πατριάρχῃ· ὃ ἦν φοβερὸν, καὶ ὑπὲρ οἰκονομίαν. Εῶ λέγειν τὰς ψευδοπροφάσεις τῆς ἀπ᾽ αὐτοῦ φυγῆς, καὶ τὸ, ὡς παρὰ πρεσβυτέρου τὰς εὐλογήσεις ἐν ταῖς ἑστιάσεσι κοινωνεῖν, τήν τε ἀναφορὰν τοῦ πατριάρχου. Ἀλλ᾽ ὅμως εἰ καὶ ἡμεῖς δι᾽ οἰκονομίαν τοσοῦτον κατηγόμεθα. Ἐκεῖνοι τοὐναντίον τῇ σκληρότητι συνεπαίροντο τῇ ἁμαρτίᾳ· τοῦ Θεοῦ κρεῖττόν τι προβλεψαμένου, ἵνα καὶ ἡμεῖς οἱ ταπεινοὶ μὴ ἀνόνητον τὴν πρώτην ἐξορίαν ὑποίσωμεν· μηδὲ ἡ τολμηθεῖσα ἐπὶ τοῦ κόσμου μοιχεία ὡς ἔτυχε διὰ τῆς τοῦ συνάψαντος αὐτὴν περισσοτέρας οἰκονομίας κατασμικρυνθῇ.

Ὥστε καιρὸς ἄρτι ἐκεῖνο ἡμᾶς, ἠγαπημένε, λέγειν· Ἕως πότε οἰκονομήσεις, καί· Οἰκοδομῆσαί ποτε προθυμήθητι. Καὶ κατὰ τὸν θεῖον Βασίλειον, ἀκριβείᾳ κανόνων ἡμᾶς δουλεύειν. ἄλλοι γὰρ λόγοι πρὸ πολέμου, καὶ ἄλλοι μετὰ πόλεμον· ἐν ὑπομονῇ τε διεξάγειν τὰς ἡμέρας ἡμῶν, καθὼς νενουθέτηκας, καὶ εὔχεσθαι ὑπὲρ τῶν διωξάντων. Ἀσπασταὶ δὲ μοὶ καὶ ὁμογνωμονικαὶ αἱ τρεῖς σου τίμιαι ῥήσεις· ἥ τε τοῦ δι᾽ ἑνὸς ἀνθρώπου ὑπόπτωσιν μὴ σχίζειν τὰς Ἐκκλησίας. Ἡ τε τοῦ μὴ συγκοινωνεῖν τῇ λύσει τοῦ τοιούτου· καὶ ἡ ἐκ παντὸς ἀδιαβλήτου ἱερέως μεταλαμβάνειν· οὕτως ἐχούσης πάντως τῆς διανοίας. Καὶ σύγγνωθί μοι, ὦ ἀδελφὲ, οὐ διδακτικῶς, ἀλλὰ πρὸς τὸ κοινῇ συμφέρον διατρανοῦντι τὸν λόγον. Κατὰ τὴν πρώτην, οὐ δι᾽ ἕνα ἄνθρωπον ἀποσχίζομεν τῆς Ἐκκλησίας τῆς ἀπὸ Βορρᾶ καὶ δυσμῶν καὶ θαλάσσης· καὶ μέντοι καὶ τῆς ἐνταῦθα, δηλονότι πλὴν τῶν μοιχοκυρωτῶν. Οὐ γὰρ οὗτοι Ἐκκλησία Κυρίου. Εἰ δὲ Ἐκκλησία, ἀποσχίζομεν τῆς Ἐκκλησίας δι᾽ ἕνα ἄνθρωπον συνημμένον αὐτῇ, λέγω δὲ τὸν μοιχοζεύκτην μὴ προσιέμενοι. Ἐπειδὴ δὲ οὐκ Ἐκκλησία Θεοῦ, ἀποσχίζουσιν αὐτοὶ ὡς ἀληθῶς, δι᾽ ἕνα ἄνθρωπον συνημμένον αὐτοῖς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ· ἐκείνοις παρεοικότες τοῖς ἐν τῷ χρονογράφῳ κειμένοις· ἡμῶν μὴ σχιζομένων αὐτῆς διὰ τὸν τοιοῦτον. Κατὰ τὴν δευτέραν οὐ κοινωνοῦμεν τῇ λύσει αὐτοῦ, δηλονότι μὴ κοινωνοῦντες τοῖς προδήλως λύσασιν αὐτόν. Εἰ δὲ ἐκείνοις κοινωνοῦμεν, συγκοινωνοῦμεν τῇ λύσει αὐτοῦ. Ἀλλ᾽ ἐπεὶ ἐκείνοις θεοπρεπῶς οὐ συγκοινωνοῦμεν λύσασιν, ἀσφαλῶς ἄρα οὐ συγκοινωνοῦμεν τῇ λύσει αὐτοῦ. Κατὰ τὴν τρίτην· ἐκ παντὸς ἱερέως ἀδιαβλήτου μεταλαμβάνομεν. Διὰ τοῦτο δὲ ἐκ τοῦ Ἰωσὴφ οὐ μεταλαμβάνομεν, ὡς διαβεβλημένου αὐτοῦ δημοσίᾳ· διαβεβλημένοι δ᾽ ἂν εἶεν πάντως καὶ οἱ τούτῳ συλλειτουργοῦντες καθημένῳ ὄντι. Εἰ δὲ ἐκ τῶν τοιούτων μεταλαμβάνομεν, ὡς ἐξ ἀδιαβλήτων, ἀδιάβλητος ἂν εἴη καὶ ὁ Ἰωσὴφ συλλειτουργῶν αὐτοῖς. Ἐπεὶ δὲ διαβεβλημένος ὡς ἀληθῶς, καὶ παρ᾽ αὐτοῦ οὐ μεταλαμβάνομεν, δηλονότι οὐδὲ ἐκ τῶν συνιερουργούντων αὐτῷ, ὡσαύτως ὄντων διαβεβλημένων. Ἔῤῥωται τοίνυν ὁ λόγος τῆς ἁγιωσύνης σου· καὶ οὕτως συμφρονοῦμεν. Καὶ ἔστω ἡμῖν τὸ ἀδιάσπαστον διὰ τῆς ἐνταῦθα ἀληθοῦς συμφωνίας ἐν τῷ μέλλοντι αἰῶνι, φίλτατέ μου ἀδελφὲ, ὡς ἂν ἀξιωθείημεν καὶ ἡμεῖς οἱ ταπεινοὶ ἀπενέγκασθαί τι ἴχνος κατορθώματος τοῖς Πατράσιν ἡμῶν ἀκόλουθον. Περὶ δὲ τῆς πόλεώς σου στύλον ἀνῆψας εὐσεβείας, οὐ σβεννύμενον παρὰ ἀνθρώπου ἕως αἰῶνος. Καὶ οὐ λυπεῖσθαι χρὴ, ἀλλὰ μᾶλλον χαίρειν· ὥσπερ κἀγὼ ὁ τάλας ἐν τῇ διαλύσει τοῦ ταπεινοῦ μου μοναστηρίου· ὅτι διὰ Κύριον ἡ διάλυσις. Καὶ οὐχ ὅτι τοσοῦτοι ἔστησαν μὴ κατακαμφθέντες, μέγα τὸ κλέος· ἀλλ᾽ εἰ καὶ εἶς. Κρείσσων γὰρ εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μύριοι παραβαίνοντες. Καὶ οὐκ αἴτιος αὐτὸς τῆς λύσεως αὐτῶν, εἰ καὶ φλυαροῦσί τινες· ἀλλ᾽ ἐγὼ ὁ δύστηνος. Εἴη δὲ ἡμῖν κοινωνία, εἴπερ ἀνέχῃ, ἐπ᾽ ἀμφοτέροις. Καὶ τοσοῦτον ἔξοις αὐτὸς τὸν μισθὸν ἐν τῇ ἐνθέῳ διαλύσει τῶν ἀδελφῶν, ὅσον ἐγὼ εὕροιμι ἐν τῇ κατὰ νόμον Θεοῦ καταλείψει τῆς Θεσσαλονίκης. Περὶ δὲ τοῦ φυλακίτου μου οὐδεὶς λόγος, τοιούτου αὐτοῦ ἀνθρώπου ὄντος, καὶ συμψύχου τοῦ Ἰωσήφ. Μὴ διαλείποις ὑπερευχόμενος τῆς ταπεινώσεώς μου κραταιῶς, ἀδελφοπάτορ μου καλὲ καὶ ὁσιώτατε. Γίνωσκε ἐνσταθέντα τὸν Θεόσωστον τοῦ μὴ κοινωνῆσαι αὐτὸν ἐκ τοῦ ἀνιέρως ἀνελθόντος εἰς τὸν θρόνον σου· καὶ ἐκδιωχθέντα νεανικῶς ἐκ τοῦ μοναστηρίου αὐτοῦ. Οἱ περὶ τὸν Ἀθανάσιον ἀδελφοὶ ἡμῶν, ἀκμὴν κρατοῦνται περιωρισμένοι ἐκεῖσε. Ὁ φυλακίτης μου ἐξελθὼν, ἤγαγέ μοι προσκύνησιν ἐκ τοῦ πατριάρχου λέγοντος, ὅτι ὁ Θεὸς συγχωρήσει σοι· τοῦ, ηὐχόμεθα ἔχειν σε ὧδε εἰς βοήθειαν ἡμῶν. Ἐξῆλθες, καὶ ἐκάθισας αὐτόθι· καὶ, ὅτι φθονῶ σε. Καὶ ἀκούσας ἐγέλασα. Οὐ γὰρ ῆν χρεία τέως ἀποκριθῆναί με· ἢ μόνον. Ὅτι ἐὰν φθονῇ, ἐξέλθῃ κἀκεῖνος. Ἐχαύνωσε δὲ καὶ τὴν φυλακὴν προτρεπόμενος εἰς ἀνάπαυσιν. Ἐξήγαγε γάρ μοι καὶ ἐκ τοῦ Συμεὼν προσκύνησιν· καὶ ὅτι βούλεται λαλῆσαι τῷ βασιλεῖ, ὅτι κεκοπίακας ἐν τῇ φυλακῇ. Καὶ ἐκ τοῦ Λεοντίου τεταπεινωμένην προσκύνησιν, λέγοντος· ὅτι ἀνάγκην ἔπαθον· καὶ μὴ συγχωρήσῃ με ὁ Θεὸς τοῦ λόγου σου. Καὶ εἶπον ὅτι οὐ χρήζων ταῦτα ἀπ᾽ αὐτοῦ. Ἡνάγκασαν δὲ αὐτὸν ἀπελθεῖν εἰς τε τὸν οἰκονόμον, καὶ τὸν Ἀρσένιον, καὶ τὸν Ἰωάννην, λέγοντα· ὅτι ὁ κῦρις Ταράσιος ἀπέλυσεν αὐτόν· καὶ ὅτι ἄρτι ἀνέβλεψα. Καὶ ἀπεῤῥάπισαν αὐτὸν τῷ ὄντι. Ὁ σὺν ἐμοὶ προσαγορεύει πόθῳ πολλῷ τὸν ποιμένα μου ἐξ ἐμοῦ.

· Contents ·