Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 48: To Athanasius, His Son
ΜΗ΄. — Ἀθανασίῳ τέκνῳ.
Ἐνέτυχόν σου τοῖς γράμμασιν, ἀδελφὲ ἠγαπημένε, μακροθύμως· καὶ ἐξέστην ἐπὶ τῇ ἀθρόᾳ σου μεταβολῇ λίαν. Ἀφήσω τὸ πρότερον· ὅτι συνοψισθείς μοι ὡμοφώνησας αἵρεσιν εἶναι τὴν Μοιχειανικὴν ψευδοδοξίαν· ἄγνοιαν προβαλλόμενος καὶ τὴν ἀπ᾽ ἄλλων συντυχίαν· ἀλλ᾽ ὅτι γε καὶ μετὰ ταῦτα ἀναγνοὺς τὴν Πεντάλογον, ἀπέφηνας αὐτὴν πεντάφωτον εἶναι. Νῦν δὲ, ὡς ἔοικεν, ἀντιθέτως αὐτὴν ὑπολαμβάνεις· ὅλην σου τὴν ὁμιλίαν ὁμοίαν σοι τῆς πρὶν ἀγνοίας, μᾶλλον δὲ καὶ πλέον ἀπεχθανομένην τοῖς ὑπὸ τῆς ταπεινώσεώς μου ῥηθεῖσι πνεύσας. Καὶ εἰ μὲν ἐμοῦ λόγια, ἐπειδὴ σκοτεινὸς, οὐδὲν θαυμαστόν. Ἐπειδὴ δὲ διὰ φωνῆς Κυρίου, ἀποστόλων τε καὶ προφητῶν, πρὸς τούτοις δὲ καὶ θεοφόροις Πατράσιν ἐναποδέδεικται, ὅτι αἵρεσις χαλεπωτάτη· βλεπέτω σου ἡ σύνεσις, καὶ εἰ τινοσοῦν ἄλλου ὁμογνωμονοῦντός σοι, ποῦ προσκρούειν μέλλετε. Αἰ γὰρ παρ᾽ ὑμῶν προτάσεις περὶ τοῦ μὴ εἶναι αἵρεσιν, σύγγνωτε, οὐκ ἐκ φωνῆς Κυρίου, οὐδὲ ἐκ στόματος ἁγίου· προφητικῶς δὲ εἰπεῖν, ἐκ γῆς φωνοόντων καὶ ἐκ νόμων ἀλλοκότων, πληθύος τε τῆς φόβῳ ἀνθρωπίνῳ πάντα λέγειν ἐπιτρεπομένης. Φαίης γὰρ ὅτι, πάντες φίλοι καὶ εὐσεβεῖς, γνωστικοί τε καὶ ἰδιῶται, ἐκμείνονται ἀκούοντες ὅτι αἵρεσις· παράστασιν ταῦτα προβαλλόμενοι, ὅτι μηδενὸς ἀνθισταμένου καὶ διδάσκοντος τοῦ μοιχεύειν καὶ λύειν τοὺς ἀνιέρους. Πῶς καλέσομεν αὐτοὺς αἱρετικούς; Παραβάτας γὰρ τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ καταπατητὰς τῶν θείων κανόνων, καὶ ἀνιέρους, δίκαιον. Πῶς οὖν οὐκ ἔστιν ἐκπλαγῆναι πρῶτον εἰς τὴν ἡμῶν ἐμμέλειαν, τὰ αὐτὰ πολλάκις δῆθεν ἐκείνων προσάγουσαν, καὶ ἀντακούουσαν τἀληθῆ, ἃ καὶ παῖδας πείθειν δύναιτ᾽ ἄν. Εἶτα αὖθις τὰ αὐτὰ, ὥσπερ ἐπιλαθομένην τὰ πρότερον ἀκουσθέντα, ἐπάγουσαν μετὰ σφοδροτέρας τῆς ἀπορίας καὶ καθάψεως ἡμῶν ὡς ἀλόγως λεγόντων αἵρεσιν· οὕτω μέν τοι τὸ περὶ ὑμᾶς ἐκπληκτικόν.
Περὶ δὲ τῶν ἐναντίων, ἐκεῖνα εἰμὶ λέγων· Πῶς, ὃ ἐκήρυξαν συνοδικῶς, καὶ ἐβεβαίωσαν ὑπ᾽ ἀναθέματι τῶν ἀντιπιπτόντων τῷ δόγματι, ἤτοι τῇ οἰκονομίᾳ αὐτῶν· καὶ ἔτι καθεκάστην ἐμπράκτως διδασκόντων· μὴ κηρύσσειν, μηδὲ διδάσκειν λέγουσιν, ὑπὲρ τίνος ἐγὼ ὁ ταπεινὸς ἐνταῦθα ἀπόκλειστος; Ὑπὲρ τίνος ὁ Πατήρ μου ὁ ἔγκλειστος τεταλαιπώρηται, μεμονωμένος τὸ πρίν· ἔπειτα παρεῤῥιμμένος ἐν ᾧ περιώρισται τόπῳ; ὑπὲρ τίνος ὁ ἀρχιεπίσκοπος ὡς κατ᾽ αὐτοὺς καθηρημένος καὶ ἐν πολλῇ στενοχωρίᾳ παραγγελίᾳ τε καὶ ἀσφαλείᾳ· ὡς καὶ τροφὴν μέτρῳ λαμβάνειν αὐτόν. Παρακελευσθέντων τῶν τροφοδοτῶν· εἶτα ἐν τῷ παλατίῳ μετεγκλεισθείς· ἄρτι τε ἐν ξενίᾳ παραῤῥιφείς; ὑπὲρ τίνος ἡ τιμιότης σου σὺν τοῖς ἀδελφοῖς ἐν Θεσσαλονίκῃ φρουρουμένη· Θεόσωστός τε ὁ ἡγούμενος διωκόμενος σὺν τοῖς φοιτηταῖς ἐκ τῆς αὐτῆς πόλεως· ἕτερός τε ἡγούμενος ἀμέτρως μαστιγωθεὶς τῶν ἐκεῖσε; ὑπὲρ τίνος Ναυκράτιός τε καὶ Ἀρσένιος οἱ ἀδελφοὶ, ἕως δεῦρο ἀσφαλῶς καταφρουρούμενοι, Βασίλειός τε καὶ Γρηγόριος ὡσαύτως; ὑπὲρ τίνος Στέφανος ὁ ἐνάρετος ἡγούμενος, σὺν πεντήκοντα μαθηταῖς μεταναστὰς ἐκ τοῦ οἰκείου φροντιστηρίου σὺν ἑκατόν τε δέκα, ἅμα ἐπισκόπῳ πρότερον, ἀναθεματικὼς τὴν μοιχοσύνοδον, ὡς τὸ Εὐαγγέλιον λύσασαν· καθὰ περιέχει τὸ ἀποσταλὲν παρ᾽ αὐτοῦ γραμματεῖον; ὑπὲρ τίνος Ἀντώνιος ὁ εὐλαβέστατος ἡγούμενος, ἐν φρουρᾷ εἰς τὸ Ἀμμόριον· ὁμοίως τοῦ προτέρου σὺν τῇ κατ᾽ αὐτὸν ἀδελφότητι ἀναθεματικὼς τὴν μοιχοσύνοδον; ὑπὲρ τίνος οἱ περὶ τὸν ἀδελφὸν Αἰμιλιανὸν ἐν Θυνίᾳ παρὰ τοῦ Νικομηδέως δεθέντες καὶ ἀχθέντες, πεῖράν τε μαστίγων καὶ ἐμπαιγμῶν λαβόντες· καταληϊσαμένων τῶν ἐπεισπεσόντων αὐτοῖς τὰ τῆς μονῆς, ὡς πολεμικὰ λάφυρα; ὑπὲρ τίνος ἐν Χερσῶνι δεδιωγμένος Λέων ὁ θεοσεβέστατος ἐπίσκοπος τὸ ἐπίκλην Βαλελάδης· Ἀντώνιός τε ὁ τετιμημένος ἡγούμενος σὺν δυσὶν ἄλλοις πεφρουρημένος; ὑπὲρ τίνος ἐν Λιπάρει τῇ ὑπερέκεινα Σικελίας, ἀδελφοὶ ἡμῶν ἐν φυλακῇ τηρούμενοι; ὑπὲρ τίνος οἱ περὶ Λητοῖον ἐν Χερσῶνι παραφυλαχθέντες, κἀκεῖθεν ἐν φυλακῇ παραπεμφθέντες πρὸς τὸν βασιλέα, εἶτα φυλακισθέντες ἐν τῷ Βυζαντίῳ· καὶ συντηρούμενοι ἐν μοναστηρίοις; Εἴπω πάλιν τὰ εἰς ἡμᾶς τοὺς τρεῖς. Ὑπὲρ τίνος εἰς τὰ Ἀγαθοῦ παρὰ τοῦ βασιλέως διὰ τῶν Σπαθαρίων δηλωθέντα ἡμῖν· ὡς ὑμεῖς ἀναθεματισμένοι ἐστὲ, καὶ καθηρημένοι παρὰ τῆς συνόδου; ὑπὲρ τίνος ἡ εἰς τὸν ἅγιον Μάμαντα φυλακῇ μεμονωμένων τῶν τριῶν; ὑπὲρ τίνος ἡ ἐκεῖσε παρουσία τῶν αὐτῶν Σπαθαρίων, σὺν τρισὶ τοῖς παρὰ τοῦ ἀντιδόξου ἐπιφερομένοις ὑπαναγνωστικὸν καθαιρέσεως, καὶ ἀναθεματίσεως ἡμῶν· πάλιν καὶ ἐπεὶ περιεφράξαμεν τὰ ὦτα καὶ τοῦ ἀκοῦσαι; ὑπὲρ τίνος ἡμεῖς μὲν ἐξόριστοι ἄλλος ἀλλαχοῦ, καὶ ἐναπόκλειστοι· ὅ τε οἰκονόμος, καὶ ὁ Ἀρσένιος οἱ ἀδελφοί· διωγμὸς δὲ τῶν ἄλλων ἀπὸ δύο καὶ δέκα μιλίων τῆς Κωνσταντινουπόλεως· ὡς τοὺς μὲν ἐν σπηλαίῳ κατακρυβῆναι διὰ τὴν πρὸς ἡμᾶς λανθανόντως ὁιακονίαν, μεταμφιασαμένους ἐσθῆτα λαϊκῶν. Τῶν δὲ ὅλην ἡμέραν ὑπὸ πλάκα ὑποδύντων, καὶ ἐπειδὴ οὐκ ἦν ἐν ἡμέρᾳ ἐμφανίσαι, νυκτὶ εἰς ἀλλήλους περιτρεχόντων; Ὑπὲρ τίνος οἱ εὑρισκόμενοι κρατούμενοι ὑπὸ στρατιωτῶν, καὶ ἐν τῷ πραιτωρίῳ φυλακισθέντες· εἶτα ἐξορισθέντες τῆς πόλεως; Καὶ ἵνα τὰ κατ᾽ ἀρχὰς εἴπω· ὑπὲρ τίνος τὰ Στουδίου ὑπὸ στίφους στρατιωτῶν ἄφνω ἐπελθόντων φρουρούμενα· ὡς μηδὲ ἀναπνεῖν ἡμᾶς· τήν τε ἐκεῖσε ἄφιξιν τοῦ Νικαίας καὶ Χρυσοπόλεως, εἰς τὸ δέξασθαι ἡμᾶς τὸν μοιχοζεύκτην· ὡς παρὰ τοῦ προηγησαμένου πατριάρχου ἐπιτραπέντα ποιῆσαι τὴν μοιχοζευξίαν; Καὶ, Ἐπεὶ, φησὶν, ἅγιος ὁ ἐπιτρέψας, ὡς ὁ Χρυσόστομος ἁγίου ἐστὶν οἰκονομία· καὶ δέξασθε ταύτην. Ὑπὲρ τίνος ἡ ἐν νυκτὶ ἄρσις ἡμῶν τῶν τεσσάρων ἐκ τῶν ἐκεῖσε δι᾽ ἄρχοντος καὶ στρατιωτῶν, καὶ ἀπαγωγῆς πρὸς τὸν Συμεὼν τὸν οὐκ οἶδ᾽ ὅπως εἴπω· καὶ τὰ δι᾽ αὐτοῦ παρὰ τοῦ βασιλέως δηλωθέντα, εἰς τὸ δέξασθαι ἡμᾶς μετανενοηκότας· καὶ εἰς ὅπερ ἕως δεῦρο ἐνέστημεν, ὡς οἰκονομίας γενομένης; Ὑπὲρ τίνος πάλιν κατάκλειστοι εἰς τὸν ἅγιον Σέργιον· καὶ πάλιν τοῦ Συμεὼν ἐκεῖσε παρὰ τοῦ βασιλέως ἄφιξις εἰς αὐτὸ τοῦτο. Ὑπὲρ τίνος ἡ δι᾽ ἀρχόντων παράστασις ἡμῶν ἐν τῇ πολυανθρώπῳ συνόδῳ, συγκαθεζομένων καὶ τριῶν τῶν μεγίστων ἀξιωμάτων; Ὑπὲρ τίνος ἐγὼ ὁ ταπεινὸς ἐκεῖσε ὑβριζόμενος, καὶ κυκλόθεν περιστοιχιζόμενος; καὶ ἀκούων· Οὐκ οἴδας τί φλυαρεῖς, τί λαλεῖς. Βοῶντός μου· Πίπτει ὁ Πρόδρομος· λύεται τὸ Εὐαγγέλιον· οὐκ ἔστιν οἰκονομία· κἀκείνων τὸ ἐπιλέγειν πολὺ, ὅτι οἰκονομία· καὶ οὕτως οἱ ἅγιοι ᾠκονόμησαν, καὶ ὁ ἐν ἁγίοις προηγησάμενος. Ἴδε μάρτυρες ὅτι ἐπέτρεψε τὴν μοιχοζευξίαν· κᾶν οὐκ ἔλεγον αὐτὴν οὕτως, ἀλλὰ καὶ τὸ εἰπεῖν μοιχοζεύκτην, διεπρίοντο τοὺς ὀδόντας τοῦ οἰονεὶ ῥοφῆσαι. Ὑπὲρ τίνος τὸ ἀνάθεμα τοῖς μὴ δεχομένοις τὰς οἰκονομίας τῶν ἁγίων διαβοήτως ἀνακραχθέν· καὶ ἐγὼ σὺν τῷ Πατρί μου καὶ Καλογήρῳ ὑπ᾽ ἀρχοντικῆς χειρὸς ἀφορισθεὶς ἐκ μέσου· ὁ δὲ ἀρχιεπίσκοπος ἐναπολειφθείς· καὶ διότι μόνον ἐλειτούργησεν ὑπ᾽ ἐμοῦ παρακληθεὶς εἰς τὰ Στουδίου, ὡς κοινὸς πρεσβύτερος καθαιρεθεὶς κατ᾽ αὐτούς; Τὸν γὰρ ὑπ᾽ αὐτοῦ Χριστοῦ καθαιρεθέντα καὶ τῶν θείων κανόνων μοιχοζεύκτην ἠθώωσαν· ἀνένοχον ἀποφηνάμενοι κατὰ πάντα καὶ συνιερουργὸν αὐτοῖς ὄντα καὶ πρότερον. Τὸν δὲ ἀκαθαίρετον ἐκ κανόνων, καθαιρέσει ὑπέβαλον· ἔργῳ τὸν λόγον αὐτῶν βεβαιούμενοι· ὡς ἐξουσίαν ἔχειν τοὺς ἱεράρχας, κατὰ τὸ αὐτοῖς δοκοῦν, κεχρῆσθαι τοῖς κανόσιν. Ὅπερ ἐνεργοῦσιν εἰς τὸ ἀεί· οὐδὲ ἐκεῖνο συνιδεῖν βουλόμενοι· ὅτι, εἰ τοῦτό ἐστιν, ἱεράρχην καθαιροῦντες, ὑπ᾽ αὐτοῦ οὗ καθαιροῦσι δυνατὸν αὐτοὺς ἐκείνους καθαιρεθῆναι, πληρουμένου τοῦ τῶν ἀποστόλων λογίου.
Ταῦτα καὶ περὶ κανόνων διατετάχθω ὑμῖν παρ᾽ ἡμῶν, ὦ ἐπίσκοποι. Ὑμεῖς δὲ ἐμμένοντες αὐτοῖς, σωθήσεσθε καὶ εἰρήνην ἕξετε· ἀπειθοῦντες δὲ κολασθήσεσθε· καὶ πόλεμον μετ᾽ ἀλλήλων ἀΐδιον ἕξετε· δίκην τῆς ἀνηκοῖας τὴν προσήκουσαν τιννύντες. Ὑπὲρ τίνος τὰ μετὰ τὴν σύνοδον, ἤ τε πάντων τῶν ἀδελφῶν ἀνάκρισις ὑπὸ τοῦ βασιλέως λέγοντος, ἡμᾶς μὲν καθηρημένους, τὴν δὲ σύνοδον ἁγίαν, ἐπισφραγισθεῖσαν ὑπ᾽ αὐτοῦ· ὡς οἰκονομίας οὔσης ἁγίων τῆς μοιχοζευξίας, καὶ ἀκαταγνώστου τοῦ ταῦτα τετελεκότος; Καὶ ἐπειδὴ οὐ προσεδέξαντο· ἡ ἑνὸς ἑκάστου, ἢ καὶ ὁμοῦ δύο, ἢ τριῶν, ἢ καὶ πλειόνων, ἔν τε τοῖς μοναστηρίοις καὶ τοῖς κάστροις κατάκλεισις· τινῶν δὲ μαστιγώσεις καὶ κουσπισμοί· πανταχοῦ γῆς τε καὶ θαλάττης διατεθρυλλημένων τούτων; Ὑπὲρ τίνος οὖν ταῦτα πάντα, ἵνα συνελὼν εἴπω; Οὐχ ὑπὲρ τοῦ μὴ καταδέχεσθαι εἰπεῖν καὶ συγκαταθέσθαι τὴν παράβασιν τοῦ Εὐαγγελίου οἰκονομίαν· ἢν ὡς σωτήριον καὶ ἰσάγιον οἱ ἐναντίοι ἐξεβόησαν, ἐμπράκτως καὶ τῷ λόγῳ εἰς τὸν κόσμον καὶ εἰσέτι· καὶ ἕως ἂν ἐπιμένωσιν οὕτως λέγοντες καὶ πράττοντες διὰ τὸν διωγμόν; Πῶς οὖν φασιν, ὅτι μηδενὸς ἀνθισταμένου καὶ διδάσκοντος καλέσομεν αὐτοὺς αἱρετικούς; Φαντασία τὰ προλεχθέντα καὶ ὅνειροι, ἢ ἀληθῆ; Ἐπειδὴ δὲ ἀληθῆ, πῶς οὐχὶ διδάσκουσιν ἑκάστοτε καὶ κηρύττουσιν ἔργῳ καὶ λόγῳ; ἢ πῶς οὐχ ὑμεῖς πειθόμενοι αὐτοῖς, μικροῦ δεῖν μετ᾽ αὐτῶν τῶν λεγόντων ἴστασθε (ἀλλὰ καὶ ἐὰν ἡμεῖς σιωπῶμεν, τὰ πέρατα βοᾷ τὴν ἀλήθειαν), τὸ φοβερὸν τῆς σιωπῆς κρῖμα ἐφ᾽ ἑαυτοὺς ἐπισπώμενοι; Δι᾽ ἢν αἰτίαν ἐγὼ ὁ ταπεινὸς τοῦ μὴ σιγᾷν ἀναγκάζομαι ἐγγράφως τε καὶ ἀγράφως, κατὰ τὴν ἐνοῦσάν μοι δύναμιν, μετὰ φόβου καὶ τρόμου, μετὰ παρασκευῆς θανάτου· κἂν τις ὑμῶν ἴσως οὐκ ἀναγκαίως, εἴπω δ᾽ ὅτι καὶ περιττολόγως οἴεται ταῦτα ἐνεργεῖν με.
Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ὁ λόγος. Ἐφης, μηδενὸς ἐνισταμένου καὶ διδάσκοντος τοῦ μοιχεύειν καὶ λύειν τοὺς ἀνιέρους, πῶς εὐλόγως καλέσομεν αὐτοὺς αἱρετικούς; Μοιχεύειν οὖν καὶ λύειν τοὺς ἀνιέρους τῷ λόγῳ, ἀληθὲς, οὐ διδάσκουσιν· ἐπεὶ μηδὲ τὰ ἔθνη τὰ μὴ νόμον ἔχοντα μοιχεύειν διδάσκει· καὶ οὐδὲ ἡμεῖς γυμνῶς τοῦτο ἐκφωνεῖν αὐτοὺς ἐξεθέμεθα· ἢ ὅτι τὴν μοιχοζευξίαν κυρώσαντες καὶ τὰ σὺν αὐτῇ, καὶ δι᾽ αὐτῆς ἑτέρας παραβάσεις τοῦ Εὐαγγελίου, σὺν ταῖς τῶν θείων κανόνων λύσεσιν, οἰκονομίαν εἶναι σωτήριον ὑπ᾽ ἀναθέματι· καὶ τοῦτο καθεκάστην ἐκδικοῦντες διὰ τῶν προλεχθέντων ἐξοριῶν καὶ φυλακῶν, τὸ Εὐαγγέλιον λελύκασι κατὰ τὴν φωνὴν τῶν ἁγίων· καὶ δυνάμει ἐπὶ πάσης παραβάσεως οἰκονομίαν γίνεσθαι ὑποτίθενται· τὰς ἀναλλοιώτους ἐντολὰς τοῦ Θεοῦ ἀλλοιώσαντες, καὶ τρεπτὰς ἀποδεικνύοντες. Καὶ πῶς δ᾽ ἂν οὐκ εἶεν ἀλλοιωταὶ καὶ τρεπταὶ, εἴγε παραβαινόμεναι οἰκονομίαι σωτήριοι, ἔργῳ καὶ λόγῳ συνοδικῶς δογματίζονται; Μὴ γὰρ εἰς τοσοῦτον ψεῦδος προκόψωσιν, ὥστε μὴ λέγειν αὐτοὺς πεποιηκέναι σύνοδον. Εἰ μὴ τὴν μοιχοζευξίαν ὀνομάσαι οἰκονομίαν ἰσόῤῥοπον ἁγίων· εἰ μὴ ἀναθεματίσαι τοὺς μὴ προσιεμένους αὐτήν. Εἰ δὲ λέγουσι μὴ ἀναθεματίσαι, ὑπὲρ τίνος ἀνεβόησαν, Τοῖς μὴ δεχομένοις τὰς οἰκονομίας τῶν ἁγίων, ἀνάθεμα ἔστω; Δῆλον γὰρ ὅτι, ἐνισταμένων τινῶν μὴ δέχεσθαι, ἡ ἐκφώνησις· εἰ μὴ μεθύομεν. Περὶ ποίας δὲ ὑποθέσεως ἄλλης ἡ ἔνστασις, ἢ τῆς μοιχοζευξίας; Οὐκοῦν ἀσφαλῶς αὐτῆς ἕνεκα ὁ ἀναθεματισμός· ὡς οὔσης κατὰ τὰς τῶν ἁγίων οἰκονομίας. Καὶ εἰ μὲν ἐφάμιλλος αὐταῖς, αἱ τῶν ἁγίων οἰκονομίαι παράνομοι· εἰ δὲ οἱ ἅγιοι, οὐ παράνομοι, ὅπερ ἀληθές· αὐτοὶ ἀνεθεματίσθησαν μὴ προσιέμενοι τὴν μοιχοζευξίαν· κᾶν τέχναις σοφίζωνται τὰ ἐναργῆ ἀφανῆ δεικνύειν. Ἀλλ᾽ ἀμήχανον κρυβῆναι τὸ γεγονός. Ὅτι δὲ ἀμετάβλητοι αἱ ἐντολαὶ τοῦ Εὐαγγελίου, ἄκουε τοῦ μεγάλου Βασιλείου βοῶντος· Τάχα τονῶσαί μου τὴν ψυχὴν, καὶ νηπτικωτέραν πρὸς τὸ ἐφεξῆς καταστῆσαι ὁ Κύριος ἠβουλήθη, ὡς μὴ προσέχειν ἀνθρώποις, ἀλλὰ διὰ τῶν εὐαγγελικῶν ἐντολῶν καταρτίζεσθαι. Αἶ οὔτε καιροῖς, οὔτε περιστάσεσιν ἀνθρωπίνων πραγμάτων συμμεταβάλλονται, ἀλλ᾽ [αἱ] αὐταὶ διαμένουσιν· ὡς προήχθησαν ἀπὸ τοῦ ἀψευδοῦς καὶ μακαρίου στόματος, οὕτω διαιωνίζουσαι. Οἱ δὲ δι᾽ ἐναντίας κηρύξαντες τὴν μοιχοζευξίαν οἰκονομίαν σωτήριον, τί ἄλλο ἢ τρεπτὰς τὰς ἐντολὰς τοῦ Θεοῦ ἀπεφήναντο; πῆ μὲν μεταβαλλομένας, πῆ δὲ οὐ μεταβαλλομένας, ἀλλ᾽ ἐνεργούσας ἀτρέπτως· καιροῖς δέ τισι καὶ περιστάσεσιν ἀνθρωπίναις, ὥσπερ ἔφασαν αὐτοὶ περὶ τῶν κρατούντων, μεταβαλλομένας, καὶ μὴ εἰς ἀνομίαν λογιζομένας, ἀλλὰ γὰρ καὶ τοσοῦτον ἰσχὺν ἐχούσας, ὡς καὶ τοὺς μὴ προσιεμένους αὐτὰς, ἤγουν τὰς παραβάσεις τὰς, ὥς φασιν, οἰκονομίας τῶν ἁγίων, ἀναθεματισμένους παρὰ τῇ Ἐκκλησίᾳ εἶναι;
Συνῆκται οὖν ἐντεῦθεν οὐδὲν ἕτερον, ἢ τὸ τὸν Θεὸν τρεπτὸν εἶναι καὶ ἀλλοιωτόν· ὁμοιουμένου τοῦ λέγοντος τῷ οἰκείῳ λόγῳ, τό τε Εὐαγγέλιον ἀόριστον πρός τε σωτηρίαν καὶ ἀπώλειαν. Ἅρα γὰρ ἐπὶ πάντων ἀνθρώπων, καὶ ἐπὶ πάσης ἐντολῆς παραβάσεως, οἰκονομία· ἢ ἔν τισι καί τινι; Καὶ τίς ἡ ἀποκλήρωσις τοῦ ἐπί τισι μὲν καί τινι εἶναι, ἐπὶ δέ τισι καί τινι οὐδαμῶς; Καὶ πρὸς τίνων ἆρα καὶ παρὰ πόσων τὸ οἰκονομεῖν; Παρὰ ἱεραρχῶν μόνων, ἢ καὶ ἱερέων; Συνοδικῶς ἢ καὶ ἰδικῶς ἕκαστον; Καὶ εἰ ἐπὶ τῶν βασιλέων μόνων, ἐπὶ τῆς μοιχείας μόνης, ἢ καὶ ἐφ᾽ ἑκάστης παρανομίας; Καὶ πῶς ἐπὶ τῶν βασιλέων ὑποχωροῦσιν αἱ τοῦ Θεοῦ ἐντολαί; ἢ πάντως, ὡς τῆς βασιλείας αὐτοῦ τέλος ἐχούσης· ὅτι μηδὲ βασιλέως ὑποχωρεῖ νόμος, μὴ ἑτέρου βασιλέως αὐτὸν διαδεχομένου; Ἀλλὰ γὰρ καὶ τοῦτο ἀπορητέον· ἐπειδή φησιν ὁ θεῖος Ἀπόστολος· Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς ἑαυτῶν γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν· καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι· ἵνα παραστήση αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων· ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. Πῶς ἄρα νῦν μὲν τὴν μοιχείαν καὶ μοιχοζευξίαν προσηκαμένη, ἐν δὲ τοῖς πέριξ χρόνοις ἑτέρας ἐφαμίλλους, διαμείνοιεν ἂν ἄσπιλός τε καὶ ἀῤῥύτιδος, ἀλλ᾽ οὐχὶ βεβορβορωμένη; ὃ καὶ φρίττω λέγων. Διακρινέτωσαν ἡμῖν οἱ νῦν εὐαγγελισταί· ἑαυτοὺς γὰρ ταύτας προσηκάμενοι, Ἐκκλησίαν Θεοῦ ὀνομάζουσιν· ἀντιθέτους αὐτῇ τοὺς μὴ προσιεμένους αὐτὰς διακρίναντες. Ἀλλ᾽ ὄντως, κατὰ τὸν προφήτην, Ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ συντελεῖν ἄνομα, καὶ λαλεῖν πρὸς τὸν Θεὸν πλάνησιν. Χολεπωτάτῃ οὖν αἵρεσις αὕτη, καὶ τὸ τοῦ μακαριωτάτου Ἀποστόλου ἔστιν ἐνταῦθα λέγειν· Θσυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον Εὐαγγέλιον· ὃ οὐκ ἔστιν ἄλλο· εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς· καὶ ἐθέλοντες μεταστρέψαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Ἀλλὰ καὶ ἐὰν ἡμεῖς αὐτοὶ ἢ ἄγγελος ἐξ οὐρανοῦ ὑμῖν εὐαγγελίζηται παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
Παρ᾽ ὃ δὲ εὐηγγελίσατο, οὐχ ὁ Ἀπόστολος, ἀλλ᾽ αὐτὸς ὁ Χριστὸς, εὐηγγελίσατο ἡ μοιχοσύνοδος τὴν μοιχοζευξίαν, ἐξ ἧς ἡ μοιχεία, καὶ τὴν πρὸς τοὺς μοιχωμένους πολυτρόπως ἀπαγωγὴν, οἰκονομίαν σωτήριον. Καὶ τοῦτό ἐστιν εὐαγγελιζομένη ἑκάστοτε ἔργῳ καὶ λόγῳ, κἂν προσποιῆται δολερῶς ὑπολωφεῖν· ἵνα μετὰ τὴν θήραν τῶν ἀπατηθέντων, τὸν ἑαυτῆς Κορύβαντα αὖθις ἐπανυψώσῃ. Ἡς τὴν πεῖραν φύγοιμι μὲν ἐγὼ ὁ τάλας· φυγεῖν τε εὔχομαι ὑμᾶς ὡς ἁμαρτωλὸς· κἂν οὐ βούλοισθε προσέχειν μοι! Ἰδοὺ οὖν ἐγὼ, ἀδελφὲ, εὐαγγελικῶς τε καὶ ἀποστολικῶς ὁμοῦ τε καὶ Πατρικῷ; παρέστησά σοι, εἴπερ βούλοιο πείθεσθαι λόγοις ἀληθείας· ὅτι αἵρεσιν ἀναμφιβόλως πεπλήρωκεν ἡ μοιχοσύνοδος, ἀρχθεῖσα ἀπὸ τῆς μοιχείας· εἰ καὶ διὰ μέσου ὑπελώφησεν ἐκ μόνου τοῦ ὀνομάσαι, μᾶλλον δὲ κηρύξαι τὴν μοιχοζευξίαν, οἰκονομίαν ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ γίνεσθαι. Καὶ μὴ θαυμάσης, εἰ μία φωνὴ τίκτει αἵρεσιν· ἀκούων τοῦ Κυρίου λέγοντος· Ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γέγηται.
Μηδὲ δόξῃ σοι λέγειν· Τίς χρεία πολυπραγμονεῖν, καὶ διὰ μιᾶς λέξεως ἀνασειράζειν τὰς γνωστικὰς θεωρίας, καὶ συνάγειν τοῦτο κἀκεῖνο; ἵνα μὴ ἐμπέσης εἰς τὴν λεγομένην τῶν Γνωσιμάχων αἵρεσιν, περὶ ἧς φησιν ὁ συγγράφων· Γνωσιμάχοι οἱ πάσῃ γνώσει τοῦ Χριστιανισμοῦ ἀντιπίπτοντες, ἐν τῷ λέγειν αὐτοὺς ὅτι περισσόν τι ποιοῦσιν οἱ γνώσεις τινὰς ἐκζητοῦντες ἐν ταῖς θείαις Γραφαῖς· οὐδὲν γὰρ ἄλλο ζητεῖ ὁ Θεὸς παρὰ Χριστιανοῦ, εἰ μὴ πράξεις καλάς. Ἀγαθὸν οὖν ἐστι μᾶλλον ἀπλουστέρως τινὰ πορεύεσθαι, καὶ μηδὲν δόγμα γνωστικῆς πραγματείας πολυπραγμονεῖν. Οὕτω μὲν οὖν οἱ Γνωσιμάχοι. Δὸς οὖν αὐτὸς, εἴπερ ἔχεις, ἐκ θείων φωνῶν, ὅτι οὐχ αἵρεσις· καὶ μή μοι πλῆθος ἐποίσῃς, μηδὲ τοὺς νυκτερινοὺς θεοσεβεῖς αὔχει, γνωστικούς τε οὓς λέγεις καὶ ἰδιώτας καὶ φίλους. Εἰ γὰρ θεοσεβεῖς, ποῦ ἡ παῤῥησία; Καὶ εἰ γνωστικοὶ (καὶ οὐχ ὅτι οὐκ εἰσὶ λέγω· ὁμολογῶ γὰρ πολλοὺς καὶ ὑπὲρ ἐμὲ τὸν ἰδιώτην· ἀλλ᾽ εἴπερ ἔχουσιν ἀλήθειαν), δείξωσι γνωστικῶς ἐξ αὐτῆς τῆς ἀληθείας, καὶ μὴν καὶ ἐκ παραδειγμάτων, ἐξ ἁρμοζόντων δὲ, ἀλλὰ μὴ ἐξ ἀσυμβάτων, καὶ ὑπεναντίων τῇ ἀληθείᾳ καὶ τοῖς ἀποστολικοῖς καὶ Πατρικοῖς κανόσι. Καὶ εἰ φίλοι κατὰ Θεὸν, πῶς τῇ κοινωνίᾳ τῶν ἑτεροδόξων κοινωνοῦντες; Οὐ γὰρ φίλοι οἱ τοιοῦτοι ἀληθινοὶ καὶ πιστοί. Πρόσεχε οὖν, ἀδελφὲ, τί ὁ θεῖος Βασίλειος λέγει πρὸς τοὺς ἐν πλήθει κρίνοντας τὴν ἀλήθειαν.
Ὁ μὴ τολμῶν, φησὶ, δοῦναι λόγον τῆς προκειμένης ζητήσεως, μηδὲ εὐπορῶν ἀποδείξεως, καὶ διὰ τοῦτο καταφεύγων εἰς πλῆθος, ὁμολογεῖ τὴν ἧτταν, ὡς οὐδὲν ἔχων παῤῥησίας ἐφόδιον. Καὶ μεθ᾽ ἕτερα· Δειξάτω μοι κάλλος ἀληθείας κᾶν εἶς, καὶ σύντομος εὐθὺς ἡ πειθώ. Πλῆθος δὲ χωρὶς ἀποδείξεως αὐθεντοῦν, φοβῆσαι μὲν ἱκανὸν, πεῖσαι δὲ οὐδαμοῦ. Ἡ πόσαι μυριάδες πείσουσί με τὴν ἡμέραν νύκτα νομίσαι, ἢ τὸ χαλκοῦν νόμισμα χρυσοῦν εἰδέναι, καὶ οὕτω δέχεσθαι, ἢ προσίεσθαι δηλητήριον πρόδηλον ἀντὶ καταλλήλου τροφῆς; Εἶτα γηῖνων μὲν ἕνεκα πραγμάτων οὐκ αἰδεσθησόμεθα πλῆθος ψευδομένων· οὐρανίων δὲ χάριν δογμάτων νεύμασιν ἀναποδείκτοις ἀκολουθήσω· τῶν πάλαι καὶ πρόπαλαι μετὰ πολλῆς συμφωνίας, καὶ τῆς τῶν ἁγίων Γραφῶν μαρτυρίας, παραδοθέντων ἀναχωρήσας; Οὐκ ἠκούσαμεν τοῦ Κυρίου λέγοντος· Πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί; Καὶ πάλιν· Στενὴ καὶ τεθλιμμένη ἡ ὁδός ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὐρίσκοντες αὐτήν; Τίς οὖν τῶν εὖ φρονούντων οὐκ εὔχεται τῶν ὀλίγων εἶναι τῶν διὰ τῆς στενῆς εἰσιόντων εἰς σωτηρίαν, ἢ τῶν πολλῶν τῶν διὰ τῆς πλατείας εἰς ἀπώλειαν ὡθουμένων; Τίς δ᾽ οὐκ ἂν ἐπεθύμησεν, εἰ κατὰ τὸν καιρὸν ἔτυχεν ἂν τῆς ἀθλήσεως τοῦ μακαρίου Στεφάνου, τῆς ἐκείνου μερίδος γενέσθαι τοῦ μόνου τοῖς λίθοις βαλλομένου, τοῦ πᾶσιν εἰς γέλωτα προκειμένου, ἢ τῶν πολλῶν τῶν οἰομένων τὸ ἀξιόπιστον ἔχειν ἐκ τῆς κακῆς αὐθεντίας; Εἷς εὐδηκιμῶν εἰς τὸ Θεῖον προτιμότερος ὑπὲρ μυριάδας αὐθαδείᾳ σεμνυνομένας. Ὡς καὶ ἐπὶ τῆς Παλαιᾶς Διαθήκης εὑρίσκομεν, ἐν ᾗ χιλιάδες ἔπιπτον τοῦ λαοῦ θεηλάτῳ πληγῇ· Μόνος δὲ Φινεὲς ἔστη, καὶ ἐξιλάσατο· καὶ ἐκόπασεν ἡ θραῦσις. Εἰ δὲ εἶπεν ἐκεῖνος· Πῶς τολμήσω πρὸς τὰ συμφώνως ὑπὸ τοσούτων γινόμενα; πῶς ἐναντίως ὑπόθωμαι ψῆφον τῶν οὕτως κρινάντων ζῇν; οὔτ᾽ ἂν αὐτὸς ἡρίστευσεν, οὔτ᾽ ἂν τὸ κακὸν ἔστησεν, οὔτ᾽ ἂν οἱ λοιποὶ διεσώθησαν, οὔτ᾽ ἂν Θεὸς τὴν εὐμένειαν ἐχαρίσατο. Καλὸν οὖν, καλὸν, καὶ τὸ ἕνα δικαίως παῤῥησιάζεσθαι, καὶ τὴν τῶν πολλῶν συμφωνίαν ἄδικον λύεσθαι. Ἀλλὰ σὺ μὲν προτίμησον, εἰ δοκεῖ, τοῦ σωζομένου Νῶε τὸ ὑποβρύχιον πλῆθος· ἐμοὶ δὲ συγχώρησον τοῖς ὀλίγοις τῇ κιβωτῷ προσδραμεῖν. Καὶ πάλιν, εἰ βούλει, τάξον σαυτὸν μετὰ τῶν πολλῶν ἐν Σοδόμοις· ἐγὼ δὲ συνοδεύσω τῷ Λὼτ, κᾶν μόνος τῶν ὄχλων συμφερόντως χωρίζηται. Πλὴν ἐμοὶ καὶ πλῆθος αἰδέσιμον, οὐ τὸ φεῦγον ἐξέτασιν, ἀλλὰ τὸ παρέχον ἀπόδειξιν· οὐ τὸ πικρῶς ἀμυνόμενον, ἀλλὰ τὸ πατρικῶς διορθούμενον· οὐ τὸ χαῖρον καινοτομίᾳ, ἀλλὰ τὸ φυλάσσον πατρώαν κληρονομίαν. Ποῖον δέ μοι καὶ πλῆθος λέγεις; τὸ μισθωθὲν κολακείᾳ καὶ δώροις; τὸ κλαπὲν ἀμαθίᾳ τε καὶ ἀγνοίᾳ; τὸ πεπτωκὸς δειλίᾳ καὶ φόβῳ; τὸ προτιμῆσαν πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν τῆς αἰωνίου ζωῆς; ἃ πολλοὶ φανερῶς ὡμολόγησαν. Πλήθει τὸ ψεῦδος κρατύνεις; ἔδειξας τοῦ δεινοῦ τὴν ἐπίτασιν. Ὅσῳ γὰρ πλείους ἐν τῷ κακῷ, τοσούτῳ μείζων ἡ συμφορά.
Οὕτω μὲν δὴ ταῦτα. Ἰέναι δὲ ἐπὶ τὰς ἑτέρας σου προτάσεις, παρέλκον ἂν εἴη, ἀγαπητὲ, διὰ τὸ ἐκβαίνειν τοῦ μέτρου τῆς ἐπιστολῆς, καὶ ἄλλως ὅτι τοῖς εὐαισθήτως δεχομένοις τοὺς λόγους εὐαπάντητα εἶεν τὰ λεγόμενα.