Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 49: To Naucratius, His Son

ΜΘ΄. — Ναυκρατίῳ τέκνῳ.

φθέγγῃ καὶ διήγησαί μοι ἑκάστοτε, τέκνον μου περιπόθητον, οὐδέν τι περιττὸν καὶ εἰκαιομυθές· ἀλλ᾽ εὔκαιρον καὶ πρεπῶδες, καὶ φέρον εἰς ὄνησιν ψυχῆς, ὥσπερ καὶ τὰ νῦν. Ἐγὼ δέ σου τὸ εὔτονον ἐπαινῶν, ἀποδέχομαι καὶ τὴν προκόπτουσαν διάλεξιν· ἢν ὅτι μάλιστα καλυνεῖς, ἐὰν τὰ τῆς γραμματικῆς σχόλια δυνηθῆς ἐπιέναι. Δεῖ γὰρ καὶ τῆς ἐν λόγῳ δυνάμεως καὶ πείρας μετέχειν τὸν ὀρθοδοξίας ἀντεχόμενον, καὶ ἀντιφέρεσθαι τοῖς κακοδόξοις βουλόμενον. Ἐπειδὴ γὰρ ἐκεῖνοι τῇ ἐντεῦθεν εἰδήσει δοκοῦντές τι μέγα ἔχειν, κατακομπάζουσι τοὺς κνηθομένους τὰς ἀκοὰς γαργαλίζοντες· κάλλιστον τοῖς ὀρθόφροσι, μηδὲ τῇ τοῦ λόγου ἰσχύϊ ἐλλιπῶς ἔχειν, καὶ καταβάλλειν αὐτῶν τὰς εὐθυβόλους ἐλεπόλεις. Οὕτω μοι φίλον δυναμοῦσθαί σε, τέκνον. Οὐ πάντως δὲ ὃ ἐπὶ σοὶ βούλομαι, καὶ ἐπὶ παντός· διὰ τὸ ἄλλον ἄλλως ἔχειν κατὰ ἕξιν· καὶ συμφέρειν. Κεκοίμηται δὲ, ἔφης, ὁ ἀδελφὸς Φίλιππος, καὶ Φίλων. Καὶ εὖγε, εὖγε· ὅτι ἀμφότεροι τέλει ἀγαθῷ. Οὐχ ὅτι τὰ προτέλεια ψεκτὰ (πῶς γὰρ οἱ ἀπειπάμενοι κόσμῳ σάρκα καὶ αἷμα, καὶ εὐαφῆ τὴν τῆς ὑποταγῆς ζεύγλην ἑαυτοῖς ὑποθέμενοι;), ἀλλ᾽ ὅτι τοῦ ἀκροτάτου μακαρισμοῦ τετυχήκασι διὰ Κύριον δεδιωγμένοι, θλιβόμενοι, καὶ στενοχωρούμενοι. Καὶ πρὸς ταῦτα οὐδεὶς ὁ ἀντιλέγων, ἢ οἱ τὸ Εὐαγγέλιον ἠθετηκότες δυσώνυμοι Μοιχειανοί. Καὶ τῷ μὲν Φίλωνι φίλον μέχρι τοῦδε στῆσαι τὸν ἔπαινον· τὰ δὲ τοῦ καλοῦ Φιλίππου, πολλὰ κατορθώματα, ἃ αὐτὸς προκατέλεξας. Ἐγὼ δὲ, πρὸς τοῖς εἰρημένοις, καὶ τὸ ἅπλαστον αὐτοῦ καὶ ἀκέραιον θαυμάζω, τό τε ἀόργητον, καὶ ἀμνησίκακον, φιλοσύμπαθές τε καὶ φιλάδελφον, εὐήκοόν τε καὶ ἀνολίγωρον, καὶ συντόμως εἰπεῖν, ἀπαθὲς, ἐξ οὖ καὶ τὸ εὐκατάνυκτον, μισόκοσμόν τε καὶ φιλόθεον, καὶ ἀπαῤῥησίαστον. Λέγε σὺ, ὡς καὶ προύφηνας, τὸ πολύδακρυ τοῦ ἀνδρὸς, τὸ φιλοπάτριον καὶ φιλακόλουθον, καὶ τοῖς κινδύνοις τὸ ἀγωνιστικὸν, καὶ σπουδαῖον, καὶ ἀγόγγυστον καθόλου, καὶ τὸ οἱονεὶ ἀειθαλὲς τῆς πολυανθοῦ; αὐτοῦ ψυχῆς τῶν ἀρετῶν. Καλῶς ἔχει καὶ τὰ τοῦ στεῤῥοῦ Γαϊανοῦ διελθόντος ἐν παντὶ τόπῳ σχεδὸν, ἔνθα ἡ διασπορὰ τῶν ἀδελφῶν. Καὶ ὅτι ὑγιαίνουσι, χάρις τῷ Δεσπότῃ Θεῷ· ὅτι οὐ καταπίπτουσιν ἐν ταῖς θλίψεσιν, ἀλλὰ μᾶλλον ἀνδρειοῦνται, δόξα τῷ ἐνδυναμοῦντι αὐτοὺς Χριστῷ. Ὅτι ἀπελαύνονται, μηδὲ σκέπης ἀξιούμενοι παρά τινων μοναστῶν, μάλιστα πανδημίων συμπεφωνηκότων ὁμοῦ ἐν τούτῳ· μὴ θαυμάσῃς. Γέγραπται· Καὶ ἐχθροὶ τοῦ ἀνθρώπου, οἱ οἰκειακοὶ αὐτοῦ. Μὴ γὰρ τὸν ταῦτα φήσαντα Χριστὸν τὸν Θεὸν ἡμῶν οὐκ ἀπώσαντο οἱ τάλανες; Καὶ γοῦν φησὶν ὁ τῆς βροντῆς υἱός· Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.

Τί οὖν ἐστι τὸ διάφορον, εἰ οἱ μὲν Χριστὸν οὐχ ὑπεδέξαντο τὸν Λυτρωτὴν τοῦ κόσμου· οἱ δὲ τοὺς ἕνεκεν ἐκείνου καὶ τοῦ αὐτοῦ Εὐαγγελίου. διωγμοὺς καὶ φυλακὰς ὑπομείναντας; Οὐδὲν, ἢ τὸ σταυρῶσαι καὶ θανατῶσαι. Μὴ αὐτοῖς λογισθῇ ὁ σύνδεσμος τῆς ἀνομίας. Ἀλλ᾽, ὡς εἴρηκας, μὴ φέροντες τὰς τῶν ὑποτασσομένων αὐτοῖς προσκρούσεις, καὶ ὡς ἂν μὴ ἀνάψῃ αὐτοῖς φῶς ἀληθείας, ἀλλ᾽ ἐν σκότει ἀγνοίας διαπορεύωνται, ἀποπέμπονται τοὺς ἀδελφοὺς ἡμῶν· μήπως λόγος ὅσιος ἀληθείας καὶ δικαιοσύνης ἀκουστὸς αὐτοῖς, ἤγουν ὑπομνηστικὸς γένηται. Οὐκ ἔσται· οὐδὲ μὴ μείνῃ ἡ βουλὴ αὐτῶν αὕτη· ἀλλ᾽ ὁ λόγος τοῦ Θεοῦ ὃν πεπατήκασι, λαληθήσεται καὶ στερεωθήσεται εἰς αἰῶνα. Ὁ οὐρανὸς γὰρ, φησὶ, καὶ ἡ γῇ παρελεύσονται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Καὶ πρὸς ταῦτα τίς ἱκανὸς ἀντιφέρεσθαι; εἰ μὴ ὁ τύραννος Σατανᾶς, καὶ οἱ τούτου ὑποφῆται, τὴν μοιχείαν οἰκονομίαν σωτήριον τῇ Ἐκκλησίᾳ Χριστοῦ κεκυρωκότες, οἱ ματαιόφρονες ὄντως καὶ ἐχθίστατοι. Ἐπὶ τὰς ἐρωτήσεις σου τρεπτέον τὸν λόγον. Ἔφης ἀνθ᾽ ὅτου ὁ θεῖος Κύριλλος ᾠκονόμει μὴ ἀποσχίζεσθαι τῶν τῆς Ἑῴας ἐν διπτύχοις ἀναφερόντων τὸν Θεόδωρον τὸν Μοψουεστίας αἱρετικὸν ὄντα. Ἐπ᾽ ἂν ὀρθότατα καὶ καιριώτατα τὰ τῆς εὐσεβείας δόγματα παρ᾽ αὐτοῖς ἐσέτωστο. Οὕτω γὰρ γέγραπται, καὶ ὁ ὑπομνηματίζων ταῦτα, ὁ ἐν ἁγίοις Εὐλόγιος ἀρχιεπίσκοπος Ἀλεξανδρείας ἐν τῷ Περὶ οἰκονομίας αὐτοῦ λόγῳ· οὗ καὶ χρῆσιν ἐνεθέμεθα ἐν τῇ ὑφ᾽ ἡμῶν πονηθείσῃ ἰδίως Περὶ τῆς καθόλου οἰκονομίας πραγματείᾳ. Τὴν λύσιν οὖν αὐτὸς δέδωκεν ὁ καὶ ἱστορήσας. Οὐ γάρ πω ἀλλαχόσε λέλεκται, καὶ ἱκανὸν μὴ ἐπιζητεῖν ἄλλο. Σαφηνείας δὲ ἕνεκεν ἔστω τὰ παρ᾽ ἡμῶν ἐχόμενα τῆς αὐτῆς ἐννοίας· ὅτι τῶν οἰκονομιῶν αἱ μὲν πρὸς καιρὸν γεγόνασι παρὰ τῶν Πατέρων, αἱ δὲ τὸ διηνεκὲς ἔχουσιν. Οἷον διηνεκὲς μὲν, ὡς ἀντὶ τῶν ὑποστάσεων παραχωρεῖσθαι τὰ πρόσωπα πρὸς τοῦ ἁγίου Ἀθανασίου τοῖς Ἰταλοῖς. Πρὸς καιρὸν δέ· οἶον τοῦ Ἀποστόλου ἐπὶ τῆς περιτομῆς· τοῦ μεγάλου Βασιλείου ἐπὶ τοῦ ἁγίου Πνεύματος· οἷα καὶ τὸ νῦν τοῦ θείου Κυρίλλου. Ἃ μέχρι τινὸς καιροῦ γινόμενα, οὐδὲν ἔχει τὸ μεμπτὸν, οὐδὲ τὸ κατά τι ἀπηχὲς καὶ ἔκνομον· ὑφειμένον δ᾽ οὖν ὅμως καὶ οὐκ ἄγαν ἀκριβές. Τοῦτο γὰρ ἡ οἰκονομία ἡ πρὸς καιρόν. Μηδὲ γὰρ δυνατὸν ἰατρὸν τὸν ἠῤῥωστηκότα θᾶττον ἀπαλλάξαι τῆς νόσου, μήτ᾽ αὖ ἵππον ἀκρατῆ, ἢ ξηρὸν πτόρθον, τὸν μὲν εὐχάλινον, τὸν δὲ εὐθύτομον ἐξαυτῆς καταστήσασθαι, εἰ μὴ τοῖς κατὰ μικρὸν ποππυσμοῖς τε καὶ κολακεύμασι, μαλακαῖς τε καὶ ἐπικλήσεσι χρώμενον, τὸν τῶν τοιούτων ἐμπειρότατον.

Οὕτω κἂν τοῖς ἁγίοις ἐν ταῖς οἰκονομίαις· ὡς καὶ Κυρίλλῳ τῷ μεγάλῳ ἐν τῷδε. Μικρὸν γὰρ πάντως ἀνέμενε τῶν Ἀνατολικῶν τὸ βραδύνουν, ἢ προσπαθὲς, πρὸς τὸ αἱρετικὸν μὴ ὑπολαμβάνειν τὸν ὄντως αἱρετικόν. Τί γὰρ ἦν ἄλλο τὸ μεσολαβοῦν, ἐπ᾽ ἂν ὀρθοδόξως ἐκήρυττον τὴν πίστιν, κἂν τούτῳ αὐτὸν τὸν μνημονευόμενον αὐτοῖς ἀναθεματίζοντες; Ἐπειδὴ πᾶς ὀρθοθοξῶν κατὰ πάντα, πάντα αἱρετικὸν δυνάμει, κἂν οὐ ῥήματι, ἀναθεματίζει. Ἔπειτα ὅτε αὐτοῖς ἀνῆψεν ὁ τέλειος νοῦς, τότε αὐτοῖς συναφθέντος κατὰ πάντα τοῦ ἁγίου ἴσως. Ἢ οὐχὶ καὶ ἡμεῖς τὸ αὐτὸ ποιοῦντες φαινόμεθα; Ἔσθ᾽ ὅτε τινῶν ὁμογνωμόνων ἡμῖν κατά τι διαφερομένων· ἔνθα οὐ πολὺ τὸ λυποῦν, ἢ ἐξιστῶν τῆς ἀκριβείας· καὶ ὅμως καταδεχόμεθα τὴν πρὸς αὐτοὺς κοινωνίαν· ἵνα μὴ διὰ μικρόν τι μικρὸν ὕστερον δυνάμενον κατορθωθῆναι, ἀπολέσωμεν τὸ πᾶν· τοῦτο δὲ ἀτέχνων, καὶ οὐ μυστηρίων Θεοῦ οἰκονόμων. Τοιοῦτον μὲν τὸ πρὸς καιρὸν οἰκονομεῖν τοὺς λόγους καὶ τοὺς τρόπους ἐν κρίσει καὶ ἀληθείᾳ καὶ νόμῳ· ἀλλ᾽ οὐκ ἐν παρανομίᾳ καὶ ψεύδει τὸ καθόλου. Μὴ προβαλλέσθωσαν τὰς γλώσσας οἱ Μοιχειανοὶ ἐνταῦθα· μηδὲ τὸν χειραγωγὸν, κρημνιστὴν οἰέσθωσαν· μηδὲ τὸν κυβερνήτην, καταποντιστήν. Μηδ᾽ ἂν τὸν ἰατρὸν, νοσοποιόν· ᾧπερ αὐτοὶ ὡμοιώθησαν, τῷ μοιχῷ συμμοιχεύσαντες, τῷ μοιχοζεύκτῃ συζεύξαντες, τῷ θεοκατηγόρῳ συνθεοκατηγορήσαντες, τῷ εὐαγγελιολύτῃ συνευαγγελιολυτήσαντες κυνικῶς· οὕτω γὰρ φράσαι οἰκειότερον. Διόσκορον δὲ ποῦ, ἢ πῶς, τὸν Ἀλεξανδρείας αἱρετικὸν Κύριλλος ὁ θεῖος ἐδέξατο, ὥς φασιν οἱ Μοιχειανοὶ, οἱ περὶ τὸ φῶς σκοτεινοὶ, οἱ κατήγοροι τῶν ἁγίων; Οὔτε ἠκούσθη, οὔτε φύσιν ἔχει τὸ ψεῦδος αὐτῶν· διότι μεταγενέστερός ἐστι τοῦ θείου Κυρίλλου. Πῶς οὖν τὸν μετὰ κοίμησιν τοῦ ἁγίου γνωρισθέντα αἱρετικὸν ἐν καιρῷ τῆς λῃστρικῆς συνόδου ἐν Ἐφέσῳ, μετὰ τὴν τρίτην καὶ ἁγίαν, αὐτὸς ὁ ἅγιος ἐδέξατο τὰ ὑπερκόσμια λαχών; Οὕτω ψευδοεποῦσι μυθαρευόμενοι, ὅπως θηρεύσωσι ψυχὰς ἀφελότητι πορευομένας.

Διὰ τοῦτο τεχνοῦσθε καὶ γνωρίζεσθε κατὰ πάντα· ἵνα τὸν ὄφιν καὶ τοὺς ὀφιοφώνους φεύγοιτε, ἐφ᾽ οἷς ὠλέκοντο, ὅτι μάλιστα πλεῖστοι ἀπὸ γενεῶν εἰς γενεάς. Περὶ δὲ τῶν ἄλλων πεύσεων· Εἰ ὁ ἐπίσκοπος οὐχ εὕρηται εἰς τὴν μοιχοσύνοδον, καλοίη δὲ αὐτὴν ψευδοσύλλογον· μνημονεύει δὲ τὸν ἐν αὐτῇ εὑρεθέντα μητροπολίτην αὐτοῦ· ἐκ τοῦ πρεσβυτέρου τοῦ ἐπισκόπου ὀρθοδοξοῦντος εἰ χρὴ κοινωνεῖν· ἀπεκρίθην καὶ δι᾽ ἑτέρων τῶν πρὸς Εὐόδιον γραμμάτων, ὅτι Ναὶ, οἰκονομίας χάριν· μόνον μὴ συλλειτουργοῦντος αὐτοῦ αἱρετικοῖς. Εἰς οὐδὲν γάρ ἐστι, μνημονευομένου τοῦ ἐπισκόπου ὀρθοδόξου ὄντος, κἂν ἐκείνου φόβῳ αἱρετικὸν ἀναφέροντος τὸν οἰκεῖον μητροπολίτην. Τοῦ τοιούτου πρεσβυτέρου καὶ εἰς παννυχίδα προσκαλουμένου, ἰτέον· καὶ Ἐκκλησίαν παρ᾽ αὐτοῦ δεδομένην ληπτέον· καὶ εἰς αὐτὴν ἐρχομένου αὐτοῦ λειτουργῆσαι, παραχωρητέον· ἢ καὶ μνημονεῦσαι νεκρὸν, ὀρθόδοξον μέντοι, συγχωρητέον· καὶ ἐν αὐτῇ λειτουργεῖν τὸν λαβόντα, οὐδὲν κωλυτέον. Εἰ δὲ αἱρετικὸν ἀναφέρει ὄντα ἐπίσκοπον, κᾶν μακαρίζῃ, κἂν ὀρθοδοξῇ, τῆς μὲν θείας κοινωνίας ἀφεκτέον, τῆς δὲ κοινῆς τραπέζης, ἐπ᾽ ἂν ἐκεῖ δέοι μνημονεύειν. Ὧδε δεκτέον τάχα καὶ εὐλογοῦντα αὐτὸν καὶ συμψάλλοντα· ἐάνπερ μήτε αἱρετικῷ, ἢ τῷ οἰκείῳ ἐπισκόπῳ, εἴτε τινὶ ἄλλῳ, συνιερουργῇ· ἢ ἐν γνώσει μεταδίδοι. Εἰ ἐσθίει τις μετὰ τοῦ μοιχοζεύκτου, ἢ μεθ᾽ ἑτέρου αἱρετικοῦ ἀδιαφόρως, φυλακτέον μὴ συνεστιᾶσθαι τοῖς τοιούτοις, κἂν ὑποκρίνωνται ὀρθοδοξεῖν. Οὐ γὰρ φυλάσσουσι τὸ πρόσταγμα τοῦ Ἀποστόλου, Τοῖς τοιούτοις, λέγοντος, μηδὲ συνεσθίειν. Πλέον, οὐκ ἐξερευνητέον ἢ μετὰ τοῦ συνεστιαθέντος τῷ αἱρετικῷ· ὅσδε συνεστιάθη ζητεῖν, καὶ μετὰ τοῦδε ἕτερος· κἀντεῦθεν ἀνασειράζειν τὸν λόγον, καὶ ἀφίστασθαι πάντων. Ἐθελόγνωμον τὸ χρῆμα, καὶ οὐ τῶν ἁγίων. Μέχρι γὰρ τούτου, φησὶ, στῆθι, καὶ οὐχ ὑπερβήσῃ. Μὴ γὰρ οὐκ ἤδεισαν ταῦτα ἐξερευνᾶν καὶ διαγγέλλεσθαι ἡμῖν; ἀλλ᾽ οὐδαμῶς. Διὸ οὐκ ἐσθλὸν μεταβαίνειν ὅρια ἃ ἔθεντο οἱ Πατέρες ἡμῶν. Μεθ᾽ οὖ δὲ οὐκ ἐσθίομεν, οὐδὲ δῶρον τούτου δεκτέον· εἴπερ διδαχθεὶς, ἅπαξ καὶ δὶς ἀδιαφοροίη, καὶ οὐ πείθεται ἡμῖν. Οὐκ οἶδα εἰ μὴ παρὰ τῶν φυλάκων τὰς οὐχ ὡς εὐλογίας, ἀλλ᾽ ὡς χρείας λαμβάνειν· ἢ οἰκονομίας ἕνεκεν, καὶ τὰ παρὰ τῶν ἄλλων φευγόντων μέντοι τὸ συνεστιᾶσθαι αἱρετικοῖς ἀδιαφόρως· οὐκ οἶδα εἰ μὴ τύχῃ κατὰ περίστασιν καὶ δέξασθαι καὶ συνεστιαθῆναι καὶ τοῖσδε. Δοῦναι δὲ τοῖς τοιούτοις καὶ τοῖς φύλαξι βρῶμα καὶ πόμα οὐ διακριτέον· ὅτι καὶ παντὶ ἀνθρώπῳ μεταδοτέον. Εἰς δὲ τὴν Ἐκκλησίαν τοῦ Κυρίου Γρηγορᾶ τοῦ τέκνου ἡμῶν οὐ τολμῶ εἰπεῖν λειτουργῆσαι πρεοβύτερον ἡμῶν· διὰ τὸ μετὰ τὴν μοιχοσύνοδον ἐνθρονιασθῆναι, καὶ ὑπὸ τοῦ συλλειτουργοῦντος καὶ συλλειτουργήσαντος τῷ μοιχοζεύκτῃ, διὰ τοῦ πρωτομοιχειανοῦ καθιερωθῆναι.

· Contents ·