Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 5: To Stephen the Asekretis

Ε΄. — Στεφάνῳ ἀσηκρῆτις.

Ἐν τῇ χθὲς ἡμέρᾳ, ἐπειδὴ τῆς εὐκλεοῦς σου παρουσίας ἐν μεθέξει γεγόναμεν, μετά τινας ἄλλας ὁμιλίας, δι᾽ ἃς καὶ ὁ τρόπος τῆς ἐνταῦθά σου ἀφίξεως, εἰς λόγον πως ἐληλύθαμεν Γραφικῶν ζητημάτων· καὶ ἐν ἀμφιβολία πολλῇ συσχεθέντες, ἀπιθάνως πρὸς ταῦτα διέστημεν ἀπ᾽ ἀλλήλων· καὶ ἡμεῖς μὲν, ὦ δέσποτα, ἰδιωτίζοντες, οὐ πάντως κατὰ τὴν παροῦσάν σου σοφίαν ὑπαντήσομεν. Ἵνα δὲ μὴ τῇ ἐφησυχάσει τῶν ὀφειλομένων λαληθῆναι κρῖμα ἑαυτοῖς ἀπενέγκοιμεν (Ἐλεγμῷ γὰρ, φησὶν, ἐλέγξεις τὸν πλησίον σου, καὶ οὐ λήψῃ δι᾽ αὐτὸν ἁμαρτίαν), ἄλλως τε ὅτι καὶ σοφὸν ἐλέγχοντες μᾶλλον ἀγαπηθησόμεθα, ἀναγκαῖον ᾠήθημεν προσφωνῆσαί σοι τὰ ἐπιβάλλοντα. Ὁ κύριός μου, ἵνα συντόμως ἐρῶ, τὰς πολλὰς πεύσεις καὶ ἀντιῤῥήσεις ἐπισυστέλλων, ἔφησθα, ὡς οὐ χρὴ τὸν προεστῶτα ποιμενάρχην, ἄτερ πίστεως, ἐπὶ ταῖς ἄλλαις ἐντολαῖς τοῦ Κυρίου, κατὰ ἄγνοιαν ἢ ἐθελοντὶ πράττοντά τι τῶν ἀπηγορευμένων, πρός τινος ὑπομιμνήσκεσθαι, ἡμῶν λεγόντων, ὅτι καὶ μάλα· ἀλλ᾽ ὑπὸ τῶν προεχόντων ἐν γνώσει καὶ συνέσει παρὰ τοὺς ἄλλους. Καὶ πρὸς τοῦτο ὁπόθεν καὶ οὐ παραστησόμεθά σοι τὸ τοῦ λόγου ἄτοπον; Πρῶτον μὲν ἀπὸ τῆς Παλαιᾶς Διαθήκης. Τί γάρ σοι δοκεῖ τὸ τοῦ Δανιήλ; ἆρα τοὺς πρεσβυτέρους, καίπερ ὦν οὐ τοῦ ἐννόμου καιροῦ τῆς εἰς τὸ λέγειν καὶ παῤῥησιάζεσθαι ἡλικίας, παρανομοῦντας πρὸς τὴν τῆς θείας Σωσάννης καταδίκην, ἐπηνέθη οὐ μόνον ὑπομιμνήσκων, ἀλλὰ καὶ κατακρίνων· ναὶ ἢ οὔ; Εἶτα οὐ δέχῃ τὸν Ἰωὰβ ἐν τῇ ἀπαριθμήσει τοῦ λαοῦ, ὄντος τοῦ δράματος εἰς παροργισμὸν Θεοῦ, ἀντιβολοῦντα, ἐκλιπαροῦντα, ἀναπείθειν πειρώμενον τὸν θεῖον Δαβὶδ, μὴ τοῦτο δρᾷν; οἶσθα γὰρ τὴν ἱστορίαν. Ἐμὲ δὲ δυσωπεῖ καὶ Ἰοθὸρ ὑπομιμνήσκων τὸν μέγαν Μωσῆν, καὶ παρεγγυώμενος μὴ οὕτω διεξάγειν τὸν λαὸν, καὶ οἱονεὶ στοιχειῶν, καὶ πρὸς τὴν οἰκείαν βουλὴν μεταῤῥυθμίζων. Καὶ τίς ὥν; Ἀλλογενὴς, εἰ καὶ κηδεστής. Καὶ τίνι φῶν; Τῷ πάντα κατὰ ἀποκάλυψιν Θεοῦ διαπραττομένῳ. Καὶ ταῦτα μὲν ἐπ᾽ ὀλίγον· ἵνα μὴ μακρηγορήσωμεν. Μετιτέον δὲ ἐπὶ τὴν Νέαν. Αἰδεσθῶμεν, εἰ βούλει, πανεύφημε, καὶ τὸ τοῦ τῆς οἰκουμένης διαπρυσίου κήρυκος ὑπαγόρευμα, τὸ, Ἐὰν τῷ ἐσχάτῳ ἀποκαλυφθῇ, ὁ πρῶτος σιγάτω. Οὐχ, ὡς ἀντιτείνει ἡ φιλότης σου, τοῦτο περὶ μόνης πίστεως. Καὶ, οἷον δή με παρέλαθε μικροῦ δεῖν, ὁ μέγας κήρυξ τῆς ἀληθείας Ἰωάννης ἐλέγχει τὸν Ἡρώδην. Ἐρωτῶ, ἀπόκριναί μοι. Ἀλλ᾽ ἀγχίθυρος ὁ πρὸς ἐμὲ οἶδ᾽ ὅτι γέλως· τὸ ὅτι ἐν μέτρῳ τοῦ προφήτου ἰσοστατεῖ ἑαυτόν. Ἀλλ᾽ οὐχ οὕτως, ὦ βέλτιστε· Ταῦτα δὲ, φησὶν, ἐγράφη πρὸς νουθεσίαν ἡμετέραν. Καὶ αὖθις ὁ Παῦλος· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Πῶς δὲ καὶ οἷόν τε ὀρθοδοξεῖν τὸν λοξοεργοῦντα, τοῦ θείου Ἰακώβου ἐνισταμένου, ἐκ τῶν ἔργων δείκνυσθαι τὴν πίστιν· καὶ τοὺς περὶ τὸ ἓν σφαλλομένους, μηδὲ τὸ θάτερον ἔχειν; Τοσούτων οὖν καὶ τηλικούτων ὄντων μαρτύρων, οὐκ οἴομαι ἀντιφάσκειν τὴν εὐγένειάν σου. Εἰ δὲ τοῦτο, ἀντεπιστελλέτω τῇ ἀσυμφιλίᾳ ἡμῶν ἀναλύσεις μὲν ἐν λόγῳ τῶν προταθέντων· ἀντεξαγωγὰς δὲ διευκρινεστέρας τῶν συσκευασθησομένων σοι. Εἶθε καὶ πάρεισιν· ἡμεῖς γε σιωπήσομεν, καὶ συγγνώμην τῆς ἐνστάσεως, καίπερ ἐν ζήλῳ οὔσης, αἰτησόμεθα. Τὸ γὰρ ἐπιτιμᾶν μόνον, ρᾶστον· καὶ τοῦ βουλομένου παντὸς, ὡς ἀναγινώσκεις· τὸ δὲ ἀντεισάγειν τὴν ἑαυτοῦ γνώμην διὰ μαρτυρίας τῆς θεοπνεύστου Γραφῆς, ἀνδρὸς ὄντως ὑγιοῦς καὶ νοῦν ἔχοντος. Πρὸς δὲ τὸ μὴ εἰς ἀμετρίαν ἐνεγκεῖν τὴν ἐπιστολὴν, ἐνταῦθα κατεπαυσάμεθα τὸν λόγον· παραθέντες καὶ χρήσεις τοῦ μεγάλου Βασιλείου, εἰς ἐντελεστέραν ἀπόδειξιν· φυλαχθείης οὖν ἡμῖν πανέστιος, ὁ ἠγαπημένος ἡμῶν δεσπότης, εὐεκτῶν ἀμφοτέρωθεν· ἡμεῖς γὰρ τὸ τῆς ἀγάπης σου καλὸν, καὶ γράφοντες, καὶ μὴ γράφοντες, γλιχόμεθα ἔχειν.

Ἐκ τοῦ εἰκοστοῦ λόγου τῶν Ἀσκητικῶν τοῦ ἁγίου Βασιλείου.

Ὅτι δεῖ τὸν προεστῶτα ὑπομιμνήσκεσθαι παρὰ τῶν προεχόντων ἐν τῇ ἀδελφότητι, ἄν ποτε ἀποσφαλῇ.

Ἐκ τοῦ τριακοστοῦ τετάρτου.

Τὸν μὴ καταδεχόμενον τὰ παρὰ τοῦ προεστῶτος ἐγκριθέντα, χρὴ ἐν τῷ φανερῷ, ἢ ἰδίᾳ, αὐτῷ ἀντιλέγειν, εἴ τινα ἔχοι λόγον ἰσχυρὸν κατὰ τὸ βούλημα τῶν Γραφῶν, ἢ σιωπήσαντα τὸ προστεταγμένον ποιεῖν· εἰ δὲ αὐτὸς αἰσχύνεται, ἄλλοις τισὶ μεσίταις πρὸς τοῦτο χρησάσθω.

Ἐκ τῶν Ἡθικῶν τοῦ αὐτοῦ λόγου ἑβδομηκοστοῦ δευτέρου.

Ὅτι χρὴ τῶν ἀκροατῶν τοὺς πεπαιδευμένους τὰς Γραφὰς δοκιμάζειν τὰ παρὰ τῶν διδασκάλων λεγόμενα.

Ὅτι δεῖ τὸν προεστῶτα τοῦ λόγου, μετὰ περισκέψεως καὶ δοκιμασίας πολλῆς, κατὰ σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, ἕκαστον ποιεῖν τε καὶ λέγειν· ὡς ὀφείλοντα καὶ ὑπ᾽ αὐτῶν τῶν πεπιστευκότων αὐτῷ δοκιμάζεσθαι.

· Contents ·