Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 6: To Theoctista, His Mother
Ϛ΄. — Θεοκτίστῃ τῇ ἑαυτοῦ μητρί
Εἰ οἷόν τε ἦν δάκρυα ἐν γράμμασιν ἀποκομίζειν, ἐμπλήσας ταύτην μου ἂν τὴν ἐπιστολὴν, τιμία καὶ γλυκεῖα καὶ θεοπόθητέ μου μῆτερ, παρεπεμψάμην σοι ἐν ταύταις ταῖς ἡμέραις. Τῷ ὄντι γὰρ οὐκ ἀνεκτῶς φέρω τὰ περὶ σοῦ ἀκούειν, οὐ λέγω ἐντάφια, ἀλλὰ καὶ νοσήματα ἐπιθανάσιμα. Καὶ ἵνα τί οὕτως, μῆτέρ μου, εἵλου ἡμᾶς ἐᾶσαι, ἀγαπήσασα τὸν μέλλοντα αἰῶνα; ἐκδημῆσαι ἀφ᾽ ἡμῶν, καὶ ἐνδημῆσαι πρὸς Κύριον; Ἀλλὰ τὰ ἐκεῖ πάντως ἠγαπήκεις· ἐκ πλείονος πόθου τῇ διαθέσει μετατεθεῖσα, τὴν καλὴν καὶ ἁγίαν μου ἀδελφὴν ὡς μᾶλλον ἐπεθύμησας καταλαβεῖν, καὶ τὸν γλυκύν μου κῦριν Εὐθύμιον, μᾶλλον δὲ τὸν τῶν ἁγίων χορόν. Καὶ, ὦ μῆτερ, πῶς ἀδακρυτὶ παρελεύσομαι τὴν ἐπιστολὴν διερχόμενος; ἆρα ἀπόκειται τοῦτο τῇ δυστήνῳ μου ζωῇ, ἵνα καὶ τὸν σὸν θάνατον ἀκούσω; ἵνα ἐπιψάλω σοι θρηνῳδῶς; ἵνα ὁρῶν σου τὸν τάφον, ἐπιγράψω ἐλεγεῖα; ἵνα ὑπὸ γῆν αὐτὴ σώματι μὲν τεθῆς· πνεύματι γὰρ οἶδ᾽ ὅτι ἐν οὐρανοῖς αὐλισθήσῃ· ἐγὼ δὲ ὑπὲρ γῆν ὦ, ἕλκων ἔτι τὸν ὀδυνηρὸν καὶ πολυαμάρτητόν μου βίον; Καὶ πῶς ταῦτα ἀνεκτά; μή μοι γένοιτο· πλὴν παραχωρητέον πάντα ἐν τῇ βουλῇ καὶ θελήσει τοῦ ὑπεραγάθου Θεοῦ ἡμῶν. Καὶ γὰρ οἶδεν ὅ τι συμφέρει ἑκάστῳ ἡμῶν ἐπίσταται τὸ δέον· συναρμόζει τὸ πρέπον· φιλόστοργός ἐστι Πατήρ· καλῶς διατίθησιν ἅπαντα, εὐστόχως, εὐβούλως, πανσόφως, παγκάλως, ἀκαταλείπτως. Καὶ, ὦ τῆς σοφίας τοῦ βάθους τῶν κριμάτων αὐτοῦ· ὅτι ἀνεξερεύνητοι καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Προσέλαβε γοῦν τὸ πρότερον τὴν ἀδελφὴν, προσελήψατο δεύτερον τὸν ἀδελφόν· ζητεῖ τὸν τρίτον. Τίς εἴη οὗτος; Εἰ μὲν αὐτὴ, μέγα τὸ ἐγκώμιον. Τριαδικῆς γὰρ μερίδος ἔπαθλον διανύεις, καλῶς διαμείψασα τὸν βίον, πάντα ἀπολιποῦσα, πάντα δοῦσα Θεῷ, τὴν κεφαλὴν, τὰ μέλη, σαυτήν· ἐν ἀσκήσει κατατρίψασα τὸ τίμιόν σου σῶμα· πολύθλιπτον βίον διεξανύσασα· μᾶλλον δὲ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν τοῦ Κυρίου βαδίσασα· καὶ νῦν ἐν γήρει καλῷ ζητοῦσα τὴν ἀνάλυσιν. Ταύτην τοίνυν ἀπεύχομαι τέως ἄρτι. Πλὴν, κράτιστον ὃ τῷ Θεῷ φίλον, καὶ τίς οἰκειοτέρως τὰ περὶ ἡμᾶς βουλεύσεται ἄτερ αὐτοῦ; Ἀλλά μοι χαῖρε, μῆτερ, καὶ ζῶσα, καὶ κοιμωμένη. Οὐ γὰρ τεθνήξεις, διότι ζῶσα εἶ· προαιρέσει ἀπενεκρώθης τῷ βίῳ· διότι καλὸν ἀγῶνα ἠγώνισαι· διότι ἐστερήθης τῶν ἐπιγείων, ἵνα τὰ οὐράνια κληρονομήσῃς· διότι τοῖς τοῦ μαρτυρίου ὡμίλησας ἄθλοις ἀναιμωτί· τὰ μέλη σου ἡμᾶς ἀποτεμοῦσα διὰ τὴν ἀγάπην τοῦ Κυρίου· ἀμέριμνος ἀπέρχῃ, ἀδιάθετος. Οὐ γὰρ πάρεστί σοί τι διαθέσθαι, ἢ τὸ ἔνδυμά σου τὸ τρίχινον, καὶ εἴ τι ἄλλο τῆς ἀσκευάστου ζωῆς σχέδιον. Ἀπεντεῦθεν ἤδη γυμνὴ παρίστασαι τῷ Θεῷ, καθαρὰν τῆς τῶν ὑλῶν βορβορώσεως φέρουσα τὴν ψυχήν. Ἔχεις δ᾽ ὅ τι ἡμῖν καταλείψεις, τὴν κραταιὰν εὐχὴν, ἣν καὶ νηπίοις ἡμῖν οὖσι σχεδὸν κατέπεμπες, σημειοῦσα καὶ κατασφραγίζουσα ἐν ταῖς νυκτεριναῖς ὥραις, λιτὰς ἀνθ᾽ ἡμῶν τῷ Κυρίῳ ἐν παντὶ καιρῷ προσφέρουσα. Καταλείψεις δὲ καὶ τὸ ἄοκνόν σου ἐν ταῖς θείαις λειτουργίαις, καὶ φίλαγνον, καὶ σπουδαῖον, καὶ τὸ ἀποστολικὸν καύχημα τοῦ καμάτου. Τῷ ὄντι γὰρ πολὺς κάματος ἐκ τῶν ὁσίων σου χειρῶν ἐξελήλυθε, καὶ διεσκέπασε καὶ διέθαλψεν, οὐχ ἡμᾶς μόνους, ἀλλὰ καὶ ἅπασαν τὴν ἀδελφότητα· οἱ καὶ ὡς μητέρα πνευματικὴν ἔχοντές σε καὶ περιέποντες, τὰ ἴσα ἡμῖν καταλυποῦνταί σε καὶ ἀνακαλοῦνται. Ταῦτα, ὡς μὴ γινόμενα, ἐσχηματίσαμεν ἐν τοῖς γράμμασι, παρηγορίαν ἡμῖν αὐτοῖς ποιοῦντες, καὶ ὑποδεικνύοντές σοι τὰ τῆς καρδίας ἡμῶν, ἅπερ καὶ ἐξ ἑαυτῆς ἐπίστασαι. Ἐγὼ τοίνυν, μῆτέρ μου ἁγία, ὡς οἶσθα, εἰ καὶ ἤθελον εἰσελθεῖν, οὐκ εἶχον πῶς, διὰ τὴν φροντίδα τὴν ἐπικειμένην μοι ἀναξίως, καὶ οὐκ οἶδα ποίῳ λόγῳ. Ὡς θαυμαστὸν γὰρ, φησὶν, εἰ καὶ Σαοὺλ ἐν προφήταις· καί γε καὶ Θεόδωρος ἐν ἡγουμένοις. Τοῦτό με εἶρξε, τοῦτό με ἐδέσμησεν. Ἐπεὶ σιδηραῖς ἁλύσεσιν εἰ ἦν κατεπιασμένος, διέῤῥησσον αὐτὰς, καὶ πρὸ προσώπου σου ἰστάμην. Νῦν δὲ ἀντὶ ἐμοῦ ἔπεμψά σοι τὸν πρεσβύτερον εἰς μικρὰν παραμυθίαν, ὅτι καὶ αὐτός σοι ποθητὸς καὶ τίμιος· ἵνα ἐν πᾶσι συμπαρῇ τῇ ἀσθενείᾳ σου, ἐπισκεπτόμενος καὶ φροντίζων τὰ δέοντα· κἂν τε ἐπιμένης ἐν τοῖς αὐτόθι, ἐπιμένῃ· κἂν τε ἐξέρχῃ, συνεξερχόμενος ἅμα τῷ οἰκονόμῳ. Λοιπὸν, ὡς εὐοδώσει ὁ Θεὸς, καὶ φέρει ἡ ἀσθένεια, οὕτως, μῆτέρ μου τιμία, καὶ διαγενοῦ, καὶ μὴ ὑπὲρ δύναμιν ταθῆς θέλουσα ἐξελθεῖν. Τάχιον δὲ ὅπως διαφέρῃ ἐν τῇ νόσῳ, διάγνωσιν πέμψον ἡμῖν, ἵνα εὐψυχήσωμεν μικρόν. Κανόνα δὲ εὐθέως πάντες οἱ ἀδελφοὶ ἐποίησάν σοι, καὶ εὐχὴν ἔχουσι διηνεκῆ περὶ τῆς ὑγείας σου. Χάρισαι ἡμῖν τὴν ἁγίαν σου εὐχήν· εὐλόγησον ἡμᾶς μητρικαῖς δωρεαῖς· ἄσπασαι ἡμᾶς διὰ τοῦ γράμματος. Δὸς ἡμῖν τὴν εἰρήνην, ἣν ἔχεις διὰ τῆς χάριτος τοῦ Χριστοῦ, καὶ ἕξεις εἰς αἰῶνας αἰώνων.