Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 9: To Gelasius, His Disciple

Θ΄. — Γελασίῳ μαθητῇ.

Ὢ τέκνον μου, ἀββᾶ Γελάσιε, πῶς ποτέ σε ἐξωστράκισεν ὁ ἀρχέκακος Σατανᾶς ἐκ τοῦ κοινοβιακοῦ παραδείσου, ὡς ποτὲ τὸν Ἀδὰμ ἐκ τῆς Ἐδὲμ, πεισθέντα τῇ βουλῇ τοῦ ὀφιογνώμονος Ἀμμοῦν; Καὶ ἄρτι αὐλίζῃ ἐν τόποις οὓς οὐκ ἐπισκοπεῖ ὁ Κύριος, ἀκανθοφορῶν καὶ ἐργαζόμενος ἐν ἰδρῶτι τοῦ προσώπου τὰ πάθη τῆς ἀτιμίας. Τί γὰρ καλὸν ἐξεληλυθὼς ἢ εἰργάσω, ἢ ἐργάζῃ; Τί δὲ οὐ μᾶλλον πονηρὸν καὶ ἀπευκτόν; Ἐξέλιπέ σου τὸ νοερὸν φῶς τῆς ὀδηγίας· ἐσβέσθη ὁ σπινθὴρ τῆς πνευματικῆς φιλίας. Οἱ φίλοι σου καὶ οἱ πλησίον σου, οὐ μόνον λέγω τοὺς ποθεινούς σου ἀδελφοὺς, ἀλλὰ καὶ τοὺς τοῦ Θεοῦ ἀγγέλους, ἐξ ἐναντίας σου ἀπομακρόθεν ἔστησαν, καὶ ἤγγισαν οἱ δαίμονες, ἐκζητοῦντες ἀπολέσαι σου τοὺς προειργασμένους ἀσκητικοὺς καμάτους. Ποῦ ποτέ σου ἡ καθαρὰ προσευχή; ποῦ ποτέ σου ἡ ἀκράδαντος ὁμολογία; ἡ φωτοποιὸς ἐξαγόρευσις; ἡ ἀγγελικὴ χοροστασία; ἡ θεομίμητος ὑπακοή; ἡ χριστοφόρος ταπεινοφροσύνη; ἐκεῖνο τὸ καλὸν καὶ τερπνὸν, ὃ ἄδει ὁ ἀσματογράφος Δαβὶδ, ἡ ἐπὶ τὸ αὐτὸ συνοίκησίς σου τῶν ἀδελφῶν; Τούτων πάντων ἐπειδὴ ἔρημος γέγονας, τέκνον μου, ἔχεις ἀντεισαχθέντα σοι τὰ ἐναντία, σκοτασμὸν νοὸς, ἀναλγησίαν ψυχῆς, πώρωσιν καρδιακὴν, δυσπιστίαν, ἀνελπιστίαν, ὀλιγωρίαν, φόβον θανάτου, τρόμον ἀπολογίας. Καὶ τί δεῖ καταλέγειν ἓν ἕκαστον, ὅτι στένων καὶ τρέμων Καϊνικῶς πάντως διαβιοῖς; Καὶ οὔπω λέγω τῶν σαρκικῶν παθῶν τὸν ἐσμὸν ἀναῤῥιπίζοντά σου τὰ ἐντὸς, καὶ ἀναφλέγοντα τὴν ἁμαρτίαν. Διὸ δὴ, τέκνον μου, ἐπιγνοὺς τὸ ἀληθὲς διὰ τῆς ταπεινῆς μου ἐπιστολῆς, καὶ ἀναβλέψας πρὸς τὸ φῶς, καὶ κατανυχθεὶς θεϊκῶς, καὶ πληγεὶς φιλικῶς, καὶ ἀναπλήσας καὶ ἀναγνωρίσας ὅθεν ἐξέπεσας, καὶ ἐν ποίοις εἶ δεινοῖς, καὶ ποῦ παροικεῖς, ὡς εἰπεῖν, μετὰ τῶν σκηνωμάτων Κηδάρ· ἀνάσφηλον, καὶ ἀναπήδησον, καὶ ἀνεγέρθητι, καὶ ἀνανεώθητι, καὶ ἀναθερμάνθητι· καὶ μὴ ὥραν, μὴ ἡμέραν, μὴ ἑβδομάδα· ἀλλὰ θᾶττον χαίρειν πᾶσιν εἰπὼν, ἦκε ἐῤῥωμένως καὶ ἀνενδοιάστως πρός με τὸν δύστηνόν σου Πατέρα, καὶ πρὸς τὴν καλήν σου ἀδελφότητα, καὶ πρὸς τὸν μέγαν Πατέρα μου καὶ Πατέρα σου. Καὶ πρὸς τοῦτο ἐβουλόμην μὲν, ἡνίκα ἔμαθον ὅτι αὐτόθι ἐξεπελάσθης, καὶ ἀδελφὸν πέμψαι σὺν τοῖς γράμμασιν, ἵνα σε ἀναρρύσηται. Ἐπεὶ δὲ ὁ γραμματοφόρος καὶ πρεσβύτερος ἐβεβαιώσατό με πάντως ἐκ μόνων τῶν γραμμάτων ἤκειν σε, διὰ τοῦτο ἠρκέσθην τῇ ἐπιστολῇ. Καὶ δὴ πάντως, τέκνον μου, καθὼς εἴρηται, οὐ μόνον ἐγὼ ὁ τάλας, καὶ ὁ Πατήρ μου, ἀλλὰ καὶ οἱ δεσπόται ἡμῶν, ὁ Πρόδρομος, καὶ ὁ Θεολόγος, ἐγκελεύονταί σοι, τάχιστα ἀποκινῆσαι, πρὶν ἀπροσδοκήτου θανάτου καταλάβῃ τὸ τέλος. Εἰ δέ τι, ὃ οὐχ ὑπολαμβάνω, σκληρυνόμενος σκληρυνθῆς καὶ αὐθαδιάσεις· γίνωσκε ἀκοινώνητόν σε εἶναι, καὶ ἐκ πάντων τῶν ἁγίων, καὶ ἐξ ἡμῶν τῶν ἁμαρτωλῶν, ἕως ἂν ὄψει τὸ πρόσωπον ἡμῶν. Εἰ δὲ ἀποκινήσεις, καθὼς ἐνετειλάμεθα, ἤδη ἐρχόμενος λελυμένος εἶ, καὶ τῶν θείων δώρων, καὶ τῶν ἄλλων βρωμάτων.

· Contents ·