Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 8: To Abbot Symeon

Η΄. — Συμεὼν ἡγουμένῳ.

Ὑπὲρ ἡμᾶς τὰ καθ᾽ ἡμᾶς ὑπολαμβάνουσα ἡ πατρική σου ἁγιωσύνη, διὰ τῶν δύο αὐτῆς ἰδιογράφων ἐπιστολῶν ὡμίλησεν ἡμῖν τὰ ξενίζοντα καὶ ἐκπλήττοντα. Ἀλλὰ περὶ μὲν τῶν γραμματοφόρων εὐδόκησεν ὁ Θεὸς, ὑποκλιθέντος τοῦ ἡγουμένου, ἀναληφθῆναι αὐτοὺς ἐν τῷ οἰκείῳ αὐτῶν μοναστηρίῳ· καλῶς τοῦτο πραξάσης τῆς θεοσεβείας σου, εἰς τὸ ἀνθυπενεγκεῖν αὐτοὺς διὰ τοῦ διδακτικοῦ αὐτῆς λόγου εἰς τὰ πατρῷα καὶ πνευματικὰ σπλάγχνα. Περὶ δὲ τοῦ λειποτακτήσαντος ἀδελφοῦ ἡμῶν, καὶ ὡς ἐκ παραδείσου τῆς κοινοβιακῆς ζωῆς ἐξοστρακισθέντος, οὐκ οἶδ᾽ ὅ τι εἴπωμεν. Καὶ ἡμεῖς ἑωρακότες τὸν ἄνδρα τὸ πρότερον ὡς ἀληθῶς ἄμπελον θεοφύτευτον, πᾶσαν ἀληθινὴν, πᾶσαν καρποφόρον. Καὶ πῶς ὅτι ἄρτι ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν· στραφείσης αὐτῆς, ὡς εἰπεῖν, εἰς πικρίαν θανατικήν; Μὴ γὰρ ὅτι οὐ παραδοθεὶς τοῖς ἀτιθάσσοις θηρσὶ τῶν παθῶν, φιλοσαρκίας τε, φημὶ, καὶ φιλαρχίας, ἔστιν ἰδεῖν αὐτὸν ἄρτι τῇ τοῦ νοῦ θεωρίᾳ βιβρωσκόμενον ὑπ᾽ αὐτῶν, καὶ κατασπαραττόμενον οἷα ἀπὸ στόματος λεόντων; Τὴν ἴσην γὰρ, ὡς οἶσθα, κρίνει ἀπόπτωσιν ὁ θεῖος Βασίλειος, τῷ ἀλόγως ἀναχωροῦντι καὶ ἀποσχιζομένῳ πατρὸς, τοῦ καὶ αὐτὸ τὸ θεῖον ἐπάγγελμα ἀποῤῥιπτομένου. Διὰ τοῦτο καὶ τῆς αὐτῆς εἰσι καταδίκης ἐπὶ τῆς ἀκοινωνησίας, καὶ τῶν ἄλλων ἐπιτιμίων. Ἀλλὰ τοῦτον μὲν εὐχόμεθα ὡς ἁμαρτωλοὶ ἀντωπῆσαι πάλιν πρὸς τὸ πρότερον φῶς, ἐκ τῆς ἀμβλυωπαθοῦς καὶ ἐζοφωμένης αὐτοῦ ἐννοίας· καὶ οἴκαδε αὖθις ἐπανιέναι πρὸς τὸν γλυκὺν Πατέρα, καὶ τὴν φιλτάτην συνοδίαν. Αὐτοὺς δὲ τοὺς ἀδελφοὺς παρακαλοῦμεν στῆναι γενναίως πρὸς τὴν κοινοβιακὴν ἄθλησιν· καὶ μὴ σαλευθῆναι ἐκ τῆς τοῦ ἀσεβοῦς καταπτώσεως· μᾶλλον δὲ καὶ μᾶλλον ἐντεῦθεν ἐπιδράξασθαι γνησιωτέρας πίστεως καὶ ἀδιασπάστου συντεύξεως, τοσοῦτον μέχρις αἴματος, καθὼς οἱ θεοφόροι Πατέρες διαγορεύουσιν, ἵνα τελειότητι τοῦ ὑποτακτικοῦ αὐτῶν βίου, τὸν τοῦ μαρτυρίου στέφανον ἀναδήσωνται ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως, χορεύοντες μετὰ Δοσιθέου, καὶ Ἀκακίου, καὶ Δομετιανοῦ, τῶν πάνυ παναγίων, τῶν πανυπηκόως τὴν πολιτείαν τετελειωκότων. Σήμερον γὰρ, καθὼς αἱ λοιπαὶ φωναὶ τῆς ὁσιότητός σου, ἀκρισία πᾶσα καὶ ἀνυποταξία· ἐπερειδομένων τῶν πάντων σχεδὸν εἰπεῖν ταῖς ἀνθρωπίναις συνηθείαις, καὶ ταῖς τῶν προσεχεστέρων διακρατήσεσιν, ἐξ ἐναντίας ἐχούσαις τῶν ἐντολῶν τοῦ Θεοῦ· καὶ μᾶλλον αἱρουμένων τοῦ δεῖνος καὶ τοῦ δεῖνος ἡγουμένου παρατηρεῖν τὸν βίον, ἢ τῶν θεσπεσίων Πατέρων ἡμῶν. Ἔνθεν οἱ ποιμένες, ἐξ ὧν ἐγὼ πρῶτος, ἠφρονεύσαμεν, καὶ τὸν Κύριον οὐκ ἐκζητοῦμεν, οὐδὲ τὸ ἀμώμητον καὶ τὸ ἀκράδαντον τῆς πολιτείας ἰχνηλατοῦμεν· ἀλλ᾽ ὡς παλαιωθέντος τοῦ θείου νόμου, καὶ ἀργήσαντος τοῦ Εὐαγγελίου, καὶ ἀτονησάντων τῶν πνευματικῶν θεσμῶν, καὶ, ἵνα τι εἴπω καὶ βλασφημότερον, ὡς ἀλλοιωθέντος τοῦ ἀναλλοιώτου Θεοῦ. Τοῦτο γάρ ἐστι πρὸς τὸ λέγειν καὶ καταιτιᾶσθαι τοὺς χρόνους καὶ τὰς ἡμέρας καὶ τὰς γενεὰς, ἀλλοίως μὲν ἐκείνας, καὶ ἀλλοίως ταύτας.

Ἐγὼ δὲ ἀνταποκρίνομαι ὡς οὐ παρὰ τὸ τοῦ χρόνου διάφορον τοῦτο ὑπήχθη. Οὐδὲ γὰρ ἑτερόμορφος γέγονεν ὁ οὐρανὸς, οὐδὲ ἑτεροκίνητος, οὐδὲ ἐτερολαμπὴς ὁ δημιουργὸς τῆς ἡμέρας φωστὴρ, οὐδὲ παρὰ τὴν πρὶν τάξιν φέρεταί τε καὶ διεξάγεται τὸ πᾶν. Ἔστησε γὰρ αὐτὰ, κατὰ τὰ Λόγια, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Ἀλλὰ τοῦτο συμβέβηκεν, ὦ ἁγιώτατε, κατὰ τὸ ἐνηλλαγμένον τῆς αὐτεξουσίου προαιρέσεως, ὀλιγωρησάσης ἐκ τοῦ θείου ἔρωτος, καὶ περὶ τὰ πρόσυλα τὴν ἑαυτῆς ἔφεσιν ἐκδεδωκυίας, καὶ οὐ θελούσης, οὐδὲ αἱρουμένης τῶν εὐκλεῶν ἐφάψασθαι παραδειγμάτων, οὐδὲ μεταγράψαι ἀπὸ τῆς ἀρχετύπου καὶ πατρίου θεοειδοῦς εἰκόνος, ἐκ δὲ τῶν δυσμόρφων καὶ ἀλλοκότων καὶ τερατουργουμένων. Διὰ τοῦτο τὰ ψυχικὰ ἰνδάλματα ἐπιφέρομεν, τὸ μέν τι ἀνθρωπείου μέρος ἔχοντα, τὸ δὲ κυνὸς, τὸ δὲ λεοπάρδου τυχὸν, τὸ δὲ ἰχθύος, ἢ τινος ἄλλου τῶν ἑρπετῶν· ἀναγωγικῶς ταῦτα λαμβανούσης τῆς ὁσιότητός σου. Οἱ τὰ τοιαῦτα τοιγαροῦν ἐκ φενακισμοῦ βατταρίζοντες, ἢ ῥηξάτωσαν γυμνῇ τῇ κεφαλῇ τὰ Εὐαγγέλια, καὶ τὰ μαρτύρια, καὶ τὰ δικαιώματα τοῦ Κυρίου, καὶ πᾶσαν δέλτον ἁγιοπαράδοτον, ἢ τοῦτο μὴ ποιοῦντες, τὸ νηπιῶδες φρόνημα καὶ ἀλόγιστον ἀποθέμενοι, ὡς ὄντως εἰς ἄνδρα τελοῦντες τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, κατὰ τὰ θεοπαράδοτα λόγια· καὶ περιπατείτωσαν, καὶ τοὺς ἄλλους ἐκπαιδευέτωσαν· ἢ μηδ᾽ ἕτερον τῶν εἰρημένων ποιοῦντες, καὶ γοῦν τὸ ἑαυτῶν ἀθέλητον καὶ ἄσωτον κατηγορησάτωσαν. Ἴσως γὰρ αὐτοῖς ἔσται καιρὸς ἀνανήψεως. Φεῦ δέ μοι! Πάτερ τιμιώτατε, ὅτι ἔνοχος ὢν πάντων τῶν εἰρημένων, καὶ πάσης διαστροφῆς καὶ ἀνευθύτητος ὑπουργὸς, ὡς ἐπεμβαίνειν ἄλλοις ἠρξάμην καὶ νομοθετεῖν. Κλαυσάτωσαν καὶ θρηνείτωσαν ἐπ᾽ ἐμοὶ καὶ αὐτοὶ οἱ ἀναίσθητοι λίθοι, κινδυνεύοντι κατὰ πᾶσαν ὥραν, καὶ ῥήσσοντι τὸ ποίμνιον τοῦ Χριστοῦ ἀναξίως μοι παραδεδομένον. Τοσαῦτά μοι προήχθη κελεύοντί σοι, ὦ θεοτίμητε, ἀνταποκριθῆναι. Αὐτὸς δὲ ἐρηρεισμένος ὢν τῇ δυνάμει τοῦ Πνεύματος, καὶ τῇ περιλήψει τῶν νομίμων καὶ πατρίων ἐντολῶν, ἀκίνητος μένοις καὶ ἀσάλευτος καὶ ἀκαταπτόητος ἐκ τῶν παρά τινων πολυτρόπως προσεπεισφρησάντων σοι, οἷα ἀνέμων ἢ τρικυμιῶν, λογυδρίων, βαίνων ἐν τῇ βασιλικῇ ὁδῷ τῆς ἀκραιφνοῦς πολιτείας, καὶ τὴν ἐφ᾽ ἑκάτερα παρατρέχων ματαιολογίαν τῶν ἀνθρώπων, εὐχόμενός τε ἀδιαλείπτως ὑπὲρ τῆς ταπεινώσεως ἡμῶν τὰ κράτιστα.

· Contents ·