Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 1: To the Iconoclast Synod, in the Person of All the Abbots
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.
Ἐκ τῶν διαφόρων αὐτοῦ ἐπιστολῶν ἐκλογὴ τῆς τρίτης ἐξορίας.
Α΄. — Τῇ Εἰκονομαχικῇ συνόδῳ, ὡς ἐκ προσώπου πάντων τῶν ἡγουμένων.
Νόμοις θείοις καὶ κανονικοῖς θεσπίσμασιν ἑπόμενοι, τοῦ μὴ δεῖν παρὰ τὴν τοῦ οἰκείου ἐπισκόπου γνώμην πράττειν τι ἢ λέγειν τῶν ὅσα εἰς ἐκκλησιαστικὴν φέρει εὐταξίαν, πολλοῦ γε εἰπεῖν εἰς δογματικὴν ἐξέλκει συζήτησιν· τούτου χάριν τῆς ὑμετέρας ἐξουσίας ἅπαξ καὶ δὶς ἐκκαλεσάσης πρὸς τὰ τοιαῦτα τὴν καθ᾽ ἡμᾶς εὐτέλειαν, οὐκ ἐτόλμησεν ἔξω τι τῶν νενομισμένων πράττουσα παραγενέσθαι· ὡς ὑπὸ τὴν ἱερὰν χεῖρα Νικηφόρου τοῦ ἁγιωτάτου πατριάρχου πνεύματι θείῳ τελοῦσα. Ἐπειδὴ δέ τινες τῶν ὁμοταγῶν ἡμῖν ἡγουμένων ἀπόπειράν τινα ποιούμενοι κεκρίκασιν ἀφικέσθαι, εἴς τε λόγους ἐλθεῖν ἀντιθετικούς· τί ἄλλο ἢ ἐκεῖνα ἡμᾶς ἀκουτισθῆναι, ὰ ἐξίστησιν ἡμῶν τὴν ταπεινὴν καρδίαν; Φασὶ γὰρ τὴν πρόσκλησιν εἶναι ἐπὶ καταστροφῇ τῆς ἐν Νικαίᾳ τὸ δεύτερον ἁγίας συνόδου· τὸ δὴ λεγόμενον ἐπ᾽ ἀναιρέσει τοῦ προσκυνεῖσθαι τὴν σεπτὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς τε Θεοτόκου, καὶ πάντων ὁμοῦ τῶν ἁγίων. Ὢ τίς ἐνηχηθεὶς ταῦτα οὐ στενάξειε πικρὸν ἐκ βάθους καρδίας· ὡς ἀνατρεπομένης ἤδη ἐν τούτοις τῆς σωτηρίου οἰκονομίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ· βοάτω μεθ᾽ ἡμῶν ὁ μεγαλοφωνότατος Ἡσαῖας· καὶ ὅσα τούτοις ἐπιφερόμενα κατὰ συνέχειαν. Μᾶλλον δὲ ἵν᾽ οἰκειότερον φθεγξώμεθα· Ἄκουε ἀνατολὴ καὶ δύσις, βοῤῥᾶ τε καὶ ἡ κατὰ θάλασσαν λῆξις, ἐν οἷς νῦν τὰ καθ᾽ ἡμᾶς, καὶ ἐφ᾽ οἷς συνεδρεύειν τετόλμηται.
Ἡμεῖς μὲν οὖν οἱ ἐλάχιστοι, οἵ τε παραγενόμενοι καὶ μὴ παραγενόμενοι· ἀμφοτέροις γὰρ εἶς ὁ λόγος, ὡς συμψύχοις οὖσιν ἐν ἑνὶ θείῳ φρονήματι· τῇ ὑπ᾽ οὐρανὸν Ἐκκλησίᾳ σύμφωνον πίστιν ἄγοντες· ἤγουν ἀναστηλοῦν τε καὶ προσκυνεῖν τὴν θείαν εἰκόνα αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς τε παναγίας Μητρὸς αὐτοῦ, καὶ οὑτινοσοῦν τῶν ἁγίων· οὐχ ὅτι παρὰ τῇ ἐν Νικαίᾳ τὸ δεύτερον ἁγίᾳ συνόδῳ, ἢ παρὰ τῇ πρὸ αὐτῆς δογματισάσῃ θειότατα, τὸ ἀσφαλὲς ἔχειν διαβεβαιούμεθα· ἀλλὰ γὰρ ἀπ᾽ αὐτῆς τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ, ἐγγράφως τε καὶ ἀγράφως ἐρηρεισμένοι ὄντες· ἀσφαλῶς βεβήκαμεν ἐπ᾽ ἐκείνην τὴν ἕδραν, ἐφ᾽ ᾗ φησιν ὁ Χριστός· Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ἄδου οὐ κατισχύσουσιν αὐτῆς.
Τίς γὰρ καὶ λόγος ἐξευρεθείη τῷ ἀντηγορεῖν ἑλομένῳ τοσούτῳ κράτει τῆς ἀληθείας; Εἰ γὰρ ὁμολογουμένως ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν ἀνθρωπείᾳ μορφῇ, καὶ ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς ὦπται· ἀῤῥήτως περιγράφεταί τε καὶ εἰκονίζεται καθ᾽ ἡμᾶς· εἰ καὶ μένει τῇ θείᾳ μορφῇ ὁ αὐτὸς ἀπερίγραπτος· ἐπείπερ ἐστὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων· ἑκατέρων τῶν φύσεων ἐξ ὧν ἐστι τὰ ἰδιώματα ἀλώβητα διασώζων. Εἰ δὲ μὴ περιγράφοιτο, ἀπόλωλε τὸ εἶναι ἄνθρωπος, πολλοῦ γε εἰπεῖν, μεσίτης, διὰ τῆς ἀναιρέσεως τοῦ περιγραπτοῦ συναναιρουμένων πάντων τῶν ὁμοστοίχων ἰδιωμάτων. Εἰ γὰρ οὐ περιγραπτὸς, οὔθ᾽ ἁπτός· εἰ δὲ ἁπτὸς, ὁμοῦ καὶ ψηλαφητός· οἷς ἀντερεῖν ἠλιθιῶδες. Σώματος γὰρ ταῦτα τοῦ ἀφῇ τε καὶ χροιᾷ ὑποπίπτοντος. Πῶς οὐχὶ καὶ περιγραπτὸς ἐξ οὗ καὶ παθητός; Εἰ δὲ περιγραπτὸς καὶ παθητὸς, πάντως καὶ προσκυνητὸς δηλαδὴ καθ᾽ ἣν περιγράφεται ἰδέαν. Ὡς μὴ σχιζομένης τῆς δόξης τοῦ πρωτοτύπου ἐν τῷ παραγώγῳ, κατὰ τὸν μέγαν Βασίλειον· ἡ γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει· δηλονότι οὑτινοσοῦν, εἴτε φυσικῆς, εἴτε τεχνητῆς· ἐπεὶ καὶ ἐπὶ τοῦ τύπου τοῦ τιμίου σταυροῦ τὸ αὐτὸ θεώρημα νοητέον. Τῇ γὰρ προσκυνήσει τοῦ τύπου· συμπροσκυνεῖται τὸ ζωοποιὸν ξύλον· ὡς καὶ ἔμπαλιν τῇ ἀναιρέσει συναναιρεῖσθαι ἔστιν ἐξ ἀναγκαίου. Ἢ οὐχὶ ἡ ὁμολογία τοῦ τύπου, ὁμολογία ἐστὶ τοῦ ζωοποιοῦ σταυροῦ; ὥσπερ οὖν καὶ ἡ ἄρνησις καθ᾽ ὁμοίωσιν ἀντιστροφῆς. Τὸ ἀνάλογον οὖν ληπτέον ἐπί τε τῆς εἰκόνος Χριστοῦ καὶ αὐτοῦ δὴ Χριστοῦ, παντὶ τῷ συνιόντι. Καὶ οὔπω καιρὸς δογματικῆς ἐξαπλώσεως, πειθούσης καὶ τὸν ἄγαν ἀμυδρόνουν ἀνανεύειν εὐπετῶς πρὸς τὰς αὐγὰς τῆς ἀληθείας. Αὕτη ἡ εὐαγγελικὴ ἡμῶν πίστις τῶν ἁμαρτωλῶν· αὕτη ἡ ἀποστολικὴ ἡμῶν ὁμολογία τῶν εὐτελῶν· εἰ δ᾽ οὖν, ἡ πατροπαράδοτος ἡμῶν θρησκεία τῶν ἐλαχίστων. Παρὰ ταύτην, οὐχ ὅτι ὁ τίς δε ἢ τίς δε τῶν νῦν ἢ τῶν πάλαι, ἀλλ᾽ οὐδ᾽ εἰ Πέτρος καὶ Παῦλος· εἴπομεν γὰρ ἀνένδεκτα ὡς ἐνδεχόμενα· οὐδ᾽ ἂν ἐξ αὐτῶν ἤκῃ τῶν οὐρανῶν δογματίζων καὶ εὐαγγελιζόμενος· δυνάμεθα αὐτὸν κοινωνὸν προσήκασθαι, ὡς μὴ στοιχοῦντα τῇ ὑγιαινούσῃ τῆς πίστεως διδασκαλίᾳ. Καὶ πρὸς ταῦτα ὅ τι ἂν δοκῇ τῇ ἐξουσίᾳ ὑμῶν, ἑτοίμη ἡ ταπείνωσις ἡμῶν μέχρι θανάτου ὑποστῆναι, ἢ ἐξάρνους ἡμᾶς γενέσθαι τῆς τοιαύτης ἡμῶν εἰλικρινοῦς ὁμολογίας.