Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 57: To Plato, His Own Father

ΝΖ΄. — Πλάτωνι οἰκείῳ Πατρί.

Ἵνα τί μοι, Πάτερ ἅγιε, τῷ ἀθλίῳ ἐπιτάσσῃς τὰ ὑπὲρ ἐμέ; Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ φωτίζεσθαι, καὶ αὐτὸς ζητεῖς παρ᾽ ἐμοῦ τοῦ ἐσκοτισμένου κατηχεῖσθαι. Ἀλλὰ καὶ τοῦτο τυπῶν με πρὸς ταπείνωσιν. Οὐκ οἶδα δὲ τί εἴπω τῷ καιρῷ πρόσφορον, ἢ ὅτι καλῶς ᾠκονόμησεν ὁ Θεὸς τὰ καθ᾽ ἡμᾶς. Εἰ γὰρ ἐκ φιλοθεΐας τινὲς καταλιπόντες τὰς ὑπαρχούσας αὐτοῖς ἡγεμονίας, μακράν που ἀποδραμόντες τῷ ἡσυχαστικῷ βίῳ ἐμακαρίσθησαν. Πῶς ἡμεῖς οἱ ταπεινοὶ διὰ νόμον Θεοῦ πεφρουρισμένοι ἐν ἐξορίᾳ, οὐκ ἀγαλλιασώμεθα ἐν Κυρίῳ, χάριν αὐτῷ λογιζόμενοι καὶ δωρεὰν μεγίστην, ὅτι ἠξιώμεθα ἐν μέτρῳ τοιούτῳ καταντῆσαι, ᾧ πολλοὶ ἐφιέμενοι οὐκ ἐπέτυχον; Κάθου δὴ, Πάτερ μου ἅγιε, ἐν ᾧ τόπῳ ὁ Θεὸς, ἀλλ᾽ οὐκ ἄνθρωπος, εἴσω ἐφρούρησέ σε ἕως καιροῦ· ἐπεὶ μηδὲ ἴσμεν τί τέξηται ἡ ἐπιοῦσα· εἴτε οὕτως, εἴτε ἄλλως τῆς προνοίας κελευούσης· καὶ δόξαζε τὸν δοξάσαντά σε Κύριον, διὰ τῆς μαρτυρικῆς σου ἐνστάσεως............. τὸν ἄρτον σου μετ᾽ εὐχαριστίας καὶ χαρᾶς, ὃν ἔδοξαν οἱ ἄνθρωποι πικρόν σοι προσφέρειν. Οὔπω σοι δύναμις ἐν τῷ γήρει· κόπων ἀσκητικῶν προηγωνισμένων σοι ἐν τῇ νεότητι, χάριτι Χριστοῦ κατὰ πάντα. Διὰ τοῦτο παρακαλῶ καὶ ἀντιβολῶ, καὶ βρώμασι καὶ πόμασι τοῦ κατατρυχωμένου σώματος ἀντιλαμβάνεσθαι. Μὴ παραιτοῦ· ἀρκεῖ σοι ἡ μόνωσις, ἡ κάθειρξις, ἡ ἐρημία, ἡ ὑποστέρησις, ἡ ἀδυναμία τοῦ γήρους μετὰ καὶ ἀσθενείας· ἡ περὶ ἡμᾶς τε τοὺς ἁμαρτωλοὺς καὶ τοὺς ἄλλους φροντίς. Ἐν τούτοις ὑπομένων αὐταρκοῦ, καθαρότητα θηρεύων τῶν λογισμῶν διὰ τῆς μετεωροπορήσεως τῆς τιμίας σου ψυχῆς. Ἡνίκα τὰ ἄρτι τὸ ἐρημικὸν πρόσεστιν, εὐχερῶς ὁ νοῦς, ὥσπερ ὑπὸ σωλῆνος σφιγγόμενον ὕδωρ, δύνατ᾽ ἂν ἀνατρέχειν ἐκ τῶν χαμαιζήλων πρὸς τὰ ἐπουράνια. Τοῦτό ἐστι τὸ ζητούμενον, τὸ μετὰ Θεοῦ τῇ ἀπροσπαθείᾳ εἰς ἀεὶ ἔσεσθαι. Πλὴν οἱ πόλεμοι στεφάνων αἴτιοι παρὰ τῶν Πατέρων ἡμῶν ὁρίζονται· ὥστε εἰ καὶ πολεμούμενοι ἐνιστάμεθα, νίκης ἀποφερόμεθα κλέος κατὰ τοῦ ἡττημένου διαβόλου.

Ἐγὼ δὲ αἰσχύνομαι ἠσχημένος ὦν τοῖς πάθεσι, τοιαῦτα πρὸς σὲ τὸν Πατέρα μου φθεγγόμενος· ἀλλ᾽ ἠνάγκασμαι δι᾽ ὑπακοήν σου. Καλὸν τὸ λυθῆναι τῆς πολυδέσμου προσπαθείας, καὶ δεθῆναι τῷ ἀκορέστῳ ἔρωτι Κυρίου. Συμφέρον, Πάτερ μου, τὸ ἀποσχέσθαι τῆς τῶν παθῶν δυσωδίας, καὶ ὀσφραίνεσθαι τῆς τοῦ πνεύματος εὐωδίας. Μακάριον τὸ κατανυχθῆναι ἐνταῦθα, καὶ κλαῦσαι ὑπὲρ............ καὶ ἀγαλλίασις τῷ τοιούτῳ ἐν πᾶσι προηγουμένῳ... Θεοῦ· ὃς καθάπερ πῦρ ὅτε ἐν τῇ ψυχῇ γένηται, ἐγκαταφεύγειν πέφυκε τὰς εἰσβολὰς τῆς ἁμαρτίας. Πῶς δὲ οὐ φοβητέον, ὃν φρίττουσιν ἄγγελοι· οὗ τῷ βλέμματι δονεῖται ἡ κτίσις· ᾧ παραστησόμεθα πάντες γυμνοὶ καὶ τετραχηλισμένοι· μικρὸν ὕστερον ἀποληψόμεθα τῶν βεβιωμένων τὰς ἀμείψεις; Ἐγὼ δὲ ὁ τάλας, ἐν οὐδενὶ ὧν εἶπον ἑαυτὸν καταλαμβανόμενος, σκυθρωπάζω, τὴν τῶν ἁγίων εὐχῶν σου ἐπικουρίαν αἰτῶν, εἰς διάνοιξιν τῶν τῆς ψυχῆς ὀφθαλμῶν· εἰς γεῦσιν τοῦ ὄντος ἔρωτος. Ἀλλ᾽ ἔστι μοι σὺν τῇ ψυχῇ καὶ τὸ σῶμα ἀσθενὲς, ὡς οἶσθα, καὶ οὐκ οἶδ᾽ ὅ τι χρήσομαι. Μικρὸν γὰρ εἰ δόξω βιάζεσθαι, ἀπόλλω καὶ ὅπερ μικρὸν κατέχω. Μίαν ταύτην παρηγορίαν εὔρηκα· καὶ δέον ἀναθέσθαι σοι, Πάτερ μου· ἐξ ἀναγνώσεως καὶ χρήσεως τῶν ἀνατολικῶν μαθὼν, τὸ χρῆναι τοὺς ἡσυχάζοντας εἰ δυνατὸν καθ᾽ ἑκάστην μεταλαμβάνειν τῆς θείας κοινωνίας. Ἐχρησάμην οὕτως, καὶ εὗρον βοήθειαν ὁ ἄθλιος· ὑποστελλομένης τῆς διανοίας ἐκ τῆς ἐμπαθοῦς κινήσεως, διὰ τὴν τοῦ δώρου ἕμφοβον ὑπεροχήν. Καὶ τί γὰρ μεῖζον εἰς ἀγαλλίασιν καὶ φωτισμὸν εἴη ἂν τῇ ψυχῇ, πλέον τῆς θείας κοινωνίας; Ἐν ποτηρίῳ δὲ ὑαλίνῳ ἀφορισμένῳ προβαλὼν οἶνον, καὶ εὐξάμενος τὰ συνήθη, μετέχω ὁ ἀνάξιος τοῦ δώρου. Καὶ δήλωσόν μοι εἰ καλῶς ποιῶ, ἢ οὔ. Πέρα.......... καρπῶν σου φάγεσθαι· μακάριος εἶ, Πάτερ μου, καὶ καλῶς σοι ἔσται, Πατὴρ χρηματίσας πολλῶν· καὶ εἰς μέσον ἀρετῆς τοσοῦτον ἀγαγὼν, ὥστε τανῦν ἐν ἐξορίᾳ ὑπάρχειν τοὺς πάντας δι᾽ ἐντολὴν νόμου Κυρίου. Ἀλλ᾽ ὑπερεύχου πᾶσι, τελειῶσαι αὐτοῖς τὸν δρόμον.

· Contents ·