Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 142: To Abbot Basil

ΡΜΒ΄. — Βασιλείῳ ἡγουμένῳ.

Τὰ ὑπὲρ τὴν ἀξίαν ἡμῶν πάντοτε ἡ ἀδελφὴ τιμιότης σου ἐπιστέλλειν εἴωθε, τιμαῖς καὶ εὐφημίαις ἀποσεμνύνουσα τὴν οὐθένειαν ἡμῶν· ἡμεῖς δὲ τῶν οἰκείων μέτρων μὴ ἐξίστασθαι δεδιδάγμεθα, ἀλλ᾽ ἡγεῖσθαι ἑαυτοὺς οὐθὲν, ὅπερ ἐσμέν. Καὶ τούτων μὲν ἅλις. Ἡ δὲ βραδύτης τῶν τιμίων σου γραμμάτων οὐ δή που λελύπηκεν ἡμᾶς. Διὰ τί γάρ; καὶ ἐφ᾽ ᾧτινι τὸ ἀναγκάζον; Λελύπηκε δὲ, δεῖν γὰρ ἐκκαλύψαι τὰ παριστάμενα, ἡ ἐν τῷ ἄστει διατριβὴ, καὶ ἡ πρὸς τὸν κρατοῦντα φάσις καὶ ἀντίφασις, καὶ ἡ ὑπὸ κέλευσιν ἔξοδος· ἐπὶ τῶν αὐτῶν πάλιν ὄντων ἡμῶν πρακτικευμάτων, τῆς ὑποχειρίου τῶν ἑτεροδόξων κατοχῆς· προσθείημεν δ᾽ ἂν, καὶ ἡ πρὸς τοῦ οἰκονόμου ἐπ᾽ αὐτοῦ τοῦ κράτους ἀποστολὴ, συνεστίασίς τε καὶ συναπαγωγή. Ταῦτα πάντα λελύπηκεν ἡμᾶς, ὦ τιμιώτατε, καὶ εἴργει ἡμᾶς, σύγγνωθι, ἡ πρὸς ὑμᾶς ἀπάτη, καὶ συνανάκρασις, καὶ συναναστροφὴ, λῆψίς τε καὶ δόσις, καὶ εἶ τι ἄλλο τῶν φιλικῶν, καὶ ἐξ ἔθους. Ἵνα τί γὰρ, φησὶν, ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; Καὶ ἐπειδὴ ἱκανῶς ᾠκονομήσαμεν ἐν τοῖς προλαβοῦσι, καὶ, ὡς Θεὸς μόνος οἶδε, σὺν πολλῇ διαθέσει καὶ ἐλεημοσύνῃ· δεῖν ἄρτι καὶ οἰκοδομῆσαι, καὶ μὴ ἀμφοτέρωθεν ζημιοῦσθαι, μήτε τὸ ἀλλότριον προλαμβανομένους, καὶ τὸ οἰκεῖον ἀλόγως προέσθαι. Εἰδόσιν ὁ λόγος· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν, ἡ ἀλήθεια ἀπεφήνατο. Κύριοί ἐστε καὶ δεσπόται καὶ καθηγούμενοι τῶν ἰδίων μονῶν καὶ βουλευμάτων· ἡμεῖς δὲ ταπεινοὶ καὶ ἀλήτιμοι ὧδέ που παρεῤῥιμμένοι διὰ τὸν διωγμόν. Χαρίσασθε ἡμῖν τὴν ἐλευθερίαν ταύτην, καὶ τὸ τοῖς οἰκείοις ἐπιστυγνάζειν ἁμαρτήμασι. Καὶ οἶδα μὲν ὅτι λυπηρὸν τὸ γράμμα τῇ τιμιότητί σου, ὥσπερ καὶ ἡμῖν, ἀλλὰ τῆς τοῦ Θεοῦ ἀγάπης οὐδὲν προτιμότερον· δι᾽ ἣν καὶ ἡμεῖς σὺν τοῖς ἁγίοις Πατράσιν ἡμῶν ἐπὶ τῇ ὕβρει Χριστοῦ ἠρνησάμεθα ἃ ἠρνησάμεθα, καὶ προαιρούμεθα ἂ προϊσχόμεθα.

· Contents ·