Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 141: To an Abbot
ΡΜΑ΄. — Ἡγουμένῳ.
Μέγιστον δῶρον δέδωκεν ὁ Θεὸς ἐν τῇ καθ᾽ ἡμᾶς ἐπαρχίᾳ, τιμιώτατε ἀδελφὲ, τὸν εὐκλεέστατον κουράτωρα, καὶ κράτιστον ἐν εὐσεβείᾳ· ὅτι Χριστοῦ ἔκδικος γεγονὼς, εἷλκεν ὑπὸ χεῖρα τὸν λῃστρικῶς πολιτευόμενον ἐν τοῖς Χριστιανοῖς, καίπερ ὄντα τὸ πρότερον ἀνάθημα Θεοῦ διὰ τῆς μοναδικῆς τελειώσεως. Ἀμμοῦν λέγω τόν ποτε ἡμέτερον ἀδελφὸν, νῦν δὲ ὑπὸ χεῖρά σου τελοῦντα διὰ μεσιτείας τοῦ ἀξιαγάστου ἀνδρὸς, τῇ εὐδοκίᾳ αὐτοῦ Χριστοῦ, τοῦ χαίροντος ἐπὶ σωτηρίᾳ τοῦ ἀπολωλότος. Ὡς θαυμαστὸν ἔργον τετέλεται πρὸς τοῦ θεοφιλοῦς κουράτωρος, καὶ ἄξιον τῆς κατ᾽ αὐτὸν ἀρετῆς· οὐ μὴν ἀλλὰ καὶ σοῦ τοῦ πνευματικοῦ πατρὸς, καὶ τὸν ἀπολωλότα ὡς Χριστὸς ἐπὶ τῶν ὤμων ἀναλαβόντος. Εὐφράνθην οὖν ὁ ταπεινὸς ἐγὼ, καὶ ἠγαλλιασάμην, ὅτι τὸ ἀπολωλὸς εὑρέθη, τὸ ἀπωσμένον εἰσῳκίσθη. Καὶ χάρις τῷ κράτει καὶ ἐλέει τῆς τοῦ Θεοῦ δόξης, τοῦ κἀκεῖνον ἐλεήσαντος, κἀμὲ τὸν ταπεινὸν ἐκ τῆς ἀθυμίας ἀνακομίσαντος. Ἡθύμουν γὰρ ἀπὸ πολλῶν ἐτῶν ἐπὶ τῇ ἀπωλείᾳ τοῦ υἱοῦ μου. Σὺ οὖν ἄρτι πατὴρ αὐτοῦ ἐλέει Θεοῦ κεχρημάτικας, τῇ ἐπικουρίᾳ τοῦ ἀγαθοῦ μεσίτου· καὶ σὺ αὐτὸν προσάξειας Θεῷ πρὸς τὸ ἑξῆς. Ἰδοὺ γὰρ παραδίδωμι αὐτὸν εἰς χεῖράς σου, ὡς ἀπὸ αὐτοψίας ὀφθαλμῶν, καὶ καλείσθω σου μαθητὴς, καὶ μαθητεύσει σοι ἕως τέλους· καὶ κληρονομήσεις τὸν μισθὸν αὐτοῦ εἰς τοὺς αἰῶνας. Καὶ τήνδε τὴν ἐπιστολὴν ἐπαναγνώσεις αὐτῷ, ὡς ἂν ἔχοι τὸ ἀσφαλὲς, καθὰ κἀκείνῳ αὐτῷ γέγραφα· καὶ πληρούσθω τὸ τοῦ Ἀποστόλου· Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ· ὃς φυλάξειέ σε μετὰ πάσης τῆς θεολέκτου σου συνοδίας, προσευχόμενον καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰ κρείττονα.