Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 144: To Theodore the Patrician

ΡΜΔ΄. — Θεοδώρῳ πατρικίῳ.

Βραδὺς τοῦ καιροῦ τὸ γραμματεῖον, ἀλλ᾽ ὅτι καὶ βράδιον ἠκουτίσθημεν τὴν ἀπευκταίαν ἀκοὴν τῆς ἐπελθούσης συμφορᾶς τῷ ἡμετέρῳ δεσπότῃ. Καὶ ὦ τῆς στενακτικῆς ἀπαγγελίας! Ἀπολέλοιπεν ἡμᾶς ἡ ποθητὴ κυρία· ἐτμήθης τῆς καλῆς ὁμοζύγου· ἀπεῤῥάγης τῆς ἐπαινουμένης σαρκὸς, ἥπερ φησιν ὁ ἱερὸς λόγος· Ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Εἰ δὲ μία σὰρξ ὁμολογουμένως, δηλονότι ὁ διαχωρισμὸς τηλικαύτην τὴν πληγὴν ἐνίησι τοῖς χωρισθεῖσιν, οἵαν ποιεῖ μάχαιρα τέμνουσα εἰς δύο τὸν ἕνα ἄνθρωπον. Ἀλγεινὴ ἡ τομὴ τῷ ὄντι, καὶ τὸ αἷμα οἱονεὶ ῥεῖ κατ᾽ ὀφθαλμοὺς ὑμῶν· καὶ οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὐδὲ καταδέσμους, ὅσον ἐξ ἀνθρωπείας βοηθείας. Ἄλλως ὅτι καὶ ἡ ἀπολιποῦσα, οὐχ ὡς ἔτυχε τῶν ὁμοζύγων, ἀλλὰ καὶ λίαν ἐπαινετὴ καὶ θαυμασία. Πρῶτον μὲν οὖν ἔχουσα τὸ εὐσεβὲς τῆς πίστεως ἀκλινὲς, τὸ φίλανδρον, εἰ καί τις ἄλλη· ὅπερ ἀπαιτεῖ πρὸ πάντων ἐν ταῖς συζυγίαις ὁ ἱερὸς Ἀπόστολος. Ἐξ οὗ καὶ ὑπὲρ τῆς κεφαλῆς δεήσεις τε καὶ προσευχαὶ, βοήσεις τε καὶ προσεδρίαι Θεῷ, γυμνοποδούσης τῆς μακαρίας ἐν ταῖς νυκτοπορίαις, ὡς ἂν κἀντεῦθεν κάμπτοιτο πρὸς ἔλεον Θεός. Τί δὲ τὸ οἰκουρόν; τί δὲ τὸ τεκνοτρεφές; τί δὲ τὸ πρὸς τοὺς δούλους περιποιητικόν; τό τε ἁπλοῦν τοῦ ἤθους, καὶ χαρίεν πρὸς τοὺς φίλους; καὶ συναπτικὸν τοῦ γένους; ἄφθονόν τε πρὸς τὰς ἰσοκλεεῖς; καὶ τὸ περὶ πάντα σεμνοπρεπές τε καὶ κόσμιον; ἅπερ ὑπὲρ ἐμπλοκίων χρυσέων καὶ διακοσμήσεων μαργαριτῶν, καὶ ἐσθήτων πολυτελῶν, διεκόσμει ὄντως τὴν ἀοίδιμον ἐκείνην, καὶ οἴκοι μένουσαν, καὶ προόδους ποιουμένην, καὶ ἐν βασιλείοις αὐλαῖς ὁρωμένην. Ἀλλ᾽ ὅμως οἴχεται ταῦτα πάντα, καὶ ἐγενόμεθα, περιπαθῶς εἰπεῖν, ἡμιθνεῖς καὶ ἀπεῤῥωγότες· μᾶλλον δὲ, ψαλμικῶς εἰπεῖν, ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ, ὡς στρουθίον μονάζον ἐπὶ δώματι· ὁρῶντες τὴν οἰκίαν ἔρημον τῆς προστατούσης· τὰ τέκνα πρὸ ὀφθαλμῶν ὑμῶν περικυκλοῦντα καὶ περικυκλούμενα, οὐκ ἔχοντα ποῦ ἀπερείσειε τὰς χεῖρας, ὅθεν λάβοιεν μητρικὸν ποππυσμὸν, γαλουχικὸν ἐμψύχωμα· στεγνὴ ἡ ἐστία, οἱονεὶ ἡλίου αὐτὴν ἀπολιπόντος· κελαδεῖ δὲ οὐδεὶς ἔν τε τοῖς ὠσὶ σοῦ τε καὶ τῶν τέκνων καὶ πάντων τῶν ὑποχειρίων, ἀπούσης ἐκείνης τῆς ὄντως καλλοφώνου, καὶ τερπούσης τοὺς ἐπαΐοντας τῇ ὡς ἀληθῶς ἐμμελεῖ διαλέξει τε καὶ ὑπαντήσει. Ἐλεεινὰ ταῦτα ὄντως, καὶ στενακτικὰ, καὶ τροπολογούμενα, καὶ διανοούμενα.

Ἀλλὰ τί πάθωμεν, ὦ δέσποτα; Θεοῦ πρόσταγμά ἐστι, μᾶλλον δὲ ἀπόφασις, διὰ τοῦ θείου Δαυῖδ ᾄδομεν· Οὐκ ἔστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον. Οὕτω πᾶς τις ἀπὸ Ἀδὰμ τοῦ προπάτορος ἡμῶν μέχρι τοῦ δεῦρο εἰσελθὼν εἰς τὸν κόσμον διὰ γεννήσεως, πάλιν ἔξεισι δι᾽ ἀναλύσεως εἰς τὸν ἐκεῖσε κόσμον ὑψηλότερόν τε καὶ θεοειδέστερον. Σπείρεται γὰρ, φησὶν, ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν. Ἰσάγγελοι γὰρ ἐσόμεθα, καὶ υἱοὶ τῆς ἀναστάσεως, τοῦ θνητοῦ ὑπὸ τῆς ζωῆς καταποθέντος. Ὁρᾶς, ὦ δέσποτα, ὅτι εἰ καὶ ἀπολέλοιπεν ἡμᾶς ἡ κυρία, ἀλλ᾽ εἰς φῶς ἐξελήλυθεν ἀπὸ σκότους, καὶ ἀπὸ ζωῆς ἐπικήρου εἰς ἀθάνατον λῆξιν; ἐκεῖ αὐτὴν ὄψει μικρὸν ὕστερον, μεταβαίνων καὶ αὐτός. Ὥστε μὴ λυπώμεθα καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα· ἐλπίζοντες τῇ ἀναστάσει βελτιωθῆναι εἰς ἀπήμονα ζωήν. Εἰς ἑαυτοὺς δὲ μᾶλλον, ὑπομιμνήσκω, γενώμεθα, καὶ τῆς οἰκίας ἀντεχώμεθα, καὶ τῶν παίδων φροντίσωμεν, καὶ πρό γε πάντων, τῆς οἰκείας τιμίας ψυχῆς, κατ᾽ ἐκείνην τὴν μακαρίαν, ἀρεταῖς κοσμούμενοι, καὶ τούτῳ χαίροντες, ὅτι παρεπέμψαμεν ὁμόζυγον ἱκέτιδα πρὸς Θεὸν, καὶ ὑπόδειγμα καλοῦ βίου, ἐπαφήσασαν ἡμῖν τε καὶ πᾶσι τοῖς γνωρίμοις.

· Contents ·