Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 145: To the Turmarchissa of Hellas

ΡΜΕ΄. — Τῇ Τουρμαρχίσσῃ τῆς Ἑλλάδος.

Ὅσον ἀπὸ λόγου ἀσυνοψίσεως, οὐκ ἐμέλλομεν ἐπιστέλλειν τῇ τιμιότητί σου, ἄγνωστοι ἀλλήλοις καὶ ἀσυνήθεις. Ἀλλ᾽ ἐπειδὴ ἐκ θεοφιλοῦς προσώπου καὶ ἐγνωσμένου ἡμῖν, λέγω δὴ τῆς ἀγχιστευούσης σοι πανευφήμου Πατρικίας, καὶ τῆς ταύτης κυρίας εὐλογημένης θυγατρὸς, ἡ προτροπὴ, εἶτα καὶ ἐξ αὐτοῦ τοῦ γραμματηφόρου Ἰγνατίου, τοῦ πνευματικοῦ ἡμῶν υἱοῦ, ἡ πρὸς ἡμᾶς σου τοὺς ταπεινοὺς προσηγορία ἐγεγόνει· ἀναγκαίως ἤλθομεν ἐπὶ τὸ γράψαι λόγον παρακλήσεως τῇ τετρυχωμένῃ σου ψυχῇ, ἐκ τοῦ συμπεσόντος αὐτῇ τεθνεῶτος ἐν τῷ πολέμῳ. Ἀλλὰ ποῖον ἂν καὶ ἐξευρεθείη φάρμακον παραμυθίας εἰς ἴασιν τῆς δυσιάτου πληγῆς; Ὢ τῆς καὶ ἐν ἀκοῇ μόνῃ ἐξηγορουμένης συμφορᾶς! Ὤχετο ἔντιμον σπέρμα, μητρῷος ὀφθαλμὸς, ἐγκάρδιον σπλάγχνον, κλάδος εὐφυὴς, ὅλον δι᾽ ὅλου τῆς τεκούσης τὸ φῶς, φέρον τοὺς πατρώους ἐν ἑαυτῷ χαρακτῆρας· καὶ τὴν ἐρημίαν τῆς χηρείας καθ᾽ ὅσον οἷόν τε ὑποτεμνόμενον, καὶ ὅλου τοῦ βίου ὃν παραμύθιον, κατά τε τὴν ἰδίαν ἐστίαν, καὶ τοὺς ἀφ᾽ αἵματος. Καὶ τί γέγονεν; Ἀπέπτη τῶν μητρικῶν ὀφθαλμῶν, ἐξεκόπη τῆς ἀγαθῆς ῥίζης· καὶ οὐδὲ κατ᾽ ὀφθαλμοὺς ὁ θάνατος· ἐφ᾽ ᾧ καὶ παρηγορίαν διὰ τῶν ἐξοδίων ῥημάτων, καὶ τῆς ὁσίας ταφῆς ἐρανίζονται οἱ τοὺς οἰκείους προπέμποντες. Νῦν δὲ, μετὰ τῶν ἄλλων, ἀφηρέθημεν καὶ τῆσδε τῆς παρακλήσεως, τοῦ ἀγαθοῦ ἔρνους μαχαίρᾳ πολεμικῇ τμηθέντος. Ὦ τῆς ἐλεεινῆς τραγῳδίας! ὦ τῆς ἀπαρακλήτου συμπτώσεως! Ἀστατεῖ ἄρτι ὁ νοῦς ἀναθεωρῶν τὸ πάθος, ποῦ καὶ πῶς ὑπήρχθη, κατὰ ποῖον μέλος ἡ φονία χεὶρ ἐτάθη, κατὰ τίνα τόπον πεσὼν ἀπέπνει· ἆρα θᾶττον· ἆρα ἐκ μιᾶς πληγῆς· ἆρά τι ἐπειπών. Φεῦ τῆς ἱστορίας! Ἀβάλε τῆς ὥρας ἐκείνης! Ἀπεστείλαμεν μετ᾽ ἐλπίδος χρηστῆς τὸν θησαυρὸν, καὶ ἐτρυγήσαμεν ἀπαραμύθητον ὀδυρμόν.

Καὶ τί ἄν τις εἴποι ἄξιον θρήνους ἐλεεινολογῶν τὸ πάθος; Τάχα σοι καὶ ὁ ἥλιος στυγνὸς, καὶ ὁ ἀὴρ κατηφὴς, καὶ ἡ θάλασσα οὐχ ἡδεῖα, καὶ ἡ γῆ οὐκ ἐφετὴ, καὶ ὁ οὐρανὸς ἐπαχθὴς, οὐκ ἔχων σου τὸν νοητὸν ἀστέρα. Τοσαῦτα καὶ ἔτι πλείω τούτων τὰ κραδαίνοντά σου τὴν ψυχὴν, καὶ συνέχοντα τὴν καρδίαν, καὶ προχέοντα τὰ θερμὰ δάκρυα, καὶ ἀναπέμποντα τὰς οἰμωγὰς, καὶ ἐξαποροῦντα καὶ αὐτοῦ τοῦ ζῆν. Ἀλλὰ δεῦρο, κυρία, δεῦρο, ἀναψύχησον· καιρὸς γὰρ ἀνακλήσεως· ἄνοιξόν σου τὰ ὦτα, ἐπακροωμένη τῶν θείων φωνῶν. Ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.— Οὐκ ἔστιν ἄνθρωπος ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον.— Εἰ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτως καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Οὐ τοίνυν λοιπὸν ἀπολώλαμεν τὸν υἱόν· ἀλλὰ μικρὸν ὕστερον, ἡνίκα ἡ ἐσχάτη σάλπιγξ φωνήσει, ἀναστήσεται εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα· κἀκεῖ αὐτὸν ὀψόμεθα. Ἐπλήγη καιρίαν ἐνταῦθα πληγὴν, ἀλλ᾽ ἐκεῖσε ἀνίας αἰωνίου οὐ πειραθήσεται, Χριστὸν ἐνδεδυμένος διὰ τοῦ βαπτίσματος, τήν τε πίστιν ὀρθόδοξον ἐσχηκὼς, καὶ οὔπω ἐμπλησθεὶς τῶν τῇδε ἡδέων, ὅσον ἄκρῳ τῷ δακτύλῳ ἀπογεύσασθαι διὰ τὴν νεότητα. Οὗ χάριν πιστεύομεν καὶ τῶν ὡς ἀνθρώπῳ αὐτῷ παρεωραμένων καὶ πεπλημμελημένων, διὰ τὴν τοιοῦτον ἄωρον καὶ ἄδικον θάνατον συγχώρησιν λήψεσθαι. Πόσων γὰρ ἔμελλεν, ὦ κυρία, ἐπιμένων τῇ σαρκὶ ἐμφορηθῆναι κακῶν; Ἢ οὐ δοκεῖ σοι ὅτι ὁ τῇδε βίος πειρατήριον τῷ ἀνθρώπῳ καθέστηκε; συζύγου λῆψις, τέκνων κτῆσις, δούλων καὶ ἄλλων τῶν κατὰ τὸν βίον χρησιμευόντων περιουσία· προσθείην δ᾽ ἂν καὶ ἐπιγείου κλέους πρόοδος. Ὧν ἀπάντων ἀπαλλαγεὶς, πολλὴν ἕξει τῆς ψυχῆς τὴν ἐλευθερίαν, τῷ Θεῷ προσοικειούμενος· καὶ ὀλίγα ῥαντισθεὶς ἐκ τῆς ἁλμυρᾶς τοῦ βίου τρικυμίας τὴν ψυχήν.

Ἐντεῦθεν τοιγαροῦν, ἄνες, ἄφες, δέσποινα, τὸ ἀπαρηγόρητον λυπηρὸν, πῆξον ὅρον τῷ πάθει διαρκῆ· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, ἀνθομολογήσεως. Εἰπὲ μετὰ τοῦ μακαρίου Ἰώβ· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. Φθέγξαι τὰ Δαυῖδ· Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου. Ψυχὴ γάρ σου, ἡ τοῦ υἱοῦ ἀποβίωσις· πρὸς δὲ τὴν χηρείαν ἀναβλέπουσα, ἀνάκραξον· Κύριος ἐμοὶ βοηθός· οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Οὕτω γὰρ διατιθεμένη ἑαυτὴν, πρῶτον μὲν Θεὸν εὐφρανεῖς ὡς αὐθαιρέτως θυσίαν, κατὰ Ἀβραὰμ, τὸν υἱὸν προσφέρουσα. Εἶτα καὶ αὐτῷ τῷ φιλτάτῳ τέκνῳ χαρίσῃ τὰ κράτιστα, ὁρῶντί σε εὐχαρίστως φέρουσαν. Τοῖς τε ἄλλοις ἅπασιν ὑπόδειγμα ὑπομονῆς ἀγαθῆς καταστήσειας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ὃν εὐχόμεθα ἁψάμενόν σου τῆς καρδίας ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ἐμποιῆσαί σοι φῶς εὐπαρηγόρητον, διατελέσαι τε τὴν ζωήν σου εἰρηνεύουσαν· κἀνταῦθα ἀραμένην θεοτελῆ βίον καταξιῶσαι τῆς τε τοῦ υἱοῦ σου συνοψίσεως, καὶ συναγαλλιάσεως αἰωνίου.

· Contents ·