Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 157: To Antony of Dyrrachium
ΡΝΖ΄. — Ἀντωνίῳ τῷ Δυῤῥαχίου.
Ὀψὲ μὲν τοῦ καιροῦ, ὅμως ὅτι κατελάβομεν τῶν πάλαι γεγραμμένων ἐπιστολὴν τιμίαν τοῦ ἁγιωτάτου ἡμῶν Πατρὸς, πάνυ ἤσθημεν οἱ ταπεινοί· οὐδὲν γὰρ οὕτως συνδεῖν οἶδεν ἀγάπην καὶ ἀδιασκέδαστον φυλάττειν, ὡς ἀντιδιδομένη διάθεσις. Ἀλλὰ τί ὅτι οὖτως, ὦ δέσποτα, ἦρες τῷ ἐγκωμιαστικῷ λόγῳ τῆς πολυσόφου σου γλώττης, τὰ καθ᾽ ἡμᾶς τοὺς μηδ᾽ ὁτιοῦν ἀγαθὸν ἔχοντας; Ἢ πάντως ἡ ἀγάπη αἰτία, κλέπτουσα τ᾽ ἀληθῆ, καὶ τὰ μὴ ὄντα ὡς ὄντα τοῖς φιλουμένοις ἀνάπτουσα; Πλὴν ὅτι ἐν τούτῳ καὶ ἡμεῖς ἔχομεν (εἰρήσεται γὰρ), εἰ μὴ ἀπατώμεθα, τὸ στέργειν καὶ ἀγαπᾶν τοὺς ἀδελφοὺς καὶ Πατέρας, καί γε τοὺς οἷος σὺ εἶ, ἕλκων τῇ χρηστότητι τῶν ἀγαθῶν τρόπων πρὸς φιλίαν καὶ τὸν ἠγριωμένον ἤθει. Ταῦτα μὲν οὖν παρ᾽ ἀμφοτέρων ἡμῶν τῇ ἱερᾷ σου κορυφῇ βραχέσι συλλαβαῖς ἀμειψαμένων τὴν πολύστιχον καὶ πολύολβον ἐπιστολήν. Ἃ δὲ πρὸς ἡμῶν εἰς ἀπολογίαν τῆς περὶ τὸν ἀδελφὸν Ἔραστον ἐγκλήσεως, ἐν τούτοις. Ἡμεῖς, ἱερώτατε, εἰ καὶ ἄλλως εὐτελεῖς ἐσμεν, οὐ μὴν οὕτως ἀμαθεῖς, ἢ τῶν θείων διαταγῶν καταφρονηταὶ, ὡς ἐντείλασθαι μαθητῇ ἡμῶν ἔξω ἱερωσύνης τελοῦντι, κατατολμᾶν ἐγχειρεῖν τὰ τῆς ἱερωσύνης, κἀντεῦθεν βαπτίζειν παιδία· τοῦτο γὰρ τὸ ἔγκλημα. Εἰ δὲ ὁ λόγος ἀνάγκης ἀπήτησεν ἐν ταύταις ταῖς ἡμέραις, ἐν αἷς αἵρεσις λαοπλάνος, καὶ μάλιστα ἐν ταῖς προλαβούσαις λεηλασίαις, ἐφ᾽ αἷς οὐδὲ προκύπτειν ἦν τὸν φυλαττόμενον τοῦ κρυπτικοῦ δωματίου· οὐκ ἔχω ἀποκρίνειν, κατὰ τὴν ἐνοῦσάν μοι βραχεῖαν σύνεσιν, οὔτε τόνδε τὸν μονάζοντα, οὔτ᾽ αὖ ἕτερον· ἐπειδὴ ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις. Καίγε ὁρῶμεν ἐν τοῖς πάλαι χρόνοις τοιαῦτα γιγνόμενα· καὶ ὃν μὲν ἀμμώδει ἐπιχύσει κατ᾽ ἐρημίαν, ἐπειδὴ θάνατος παρῆν, βαπτίσαντα καὶ βαπτισθέντα, καὶ ἄλλον ἄλλως· οὐκ ἔξω δὲ γνώσεως τῇ τελειότητί σου τὰ κατὰ τὸν ἅγιον Ἀθανάσιον. Ὅμως ἡ παιδικὴ πρᾶξις ὁραθεῖσα πρὸς τοῦ μακαριωτάτου Ἀλεξάνδρου, ἐνεκρίθη ὡς θεοτελὴς, καὶ ἐλογίσθη ὁ τελέσας ὡς ἱερεὺς, καὶ ὁ τελειώσας ὡς ἀναγεννηθείς· καίπερ οὐκ ἐξ ἀνάγκης ὁ καιρός. Παραχωρεῖ δὲ καὶ ἡ ἕκτη σύνοδος ἐν τοῖς θείοις κανόσιν, εἰ μὴ πάρεστιν ἱερωμένος, ἐξ ἀνάγκης λαϊκὸν ἑαυτῷ μεταδοῦναι τῶν ἁγιασμάτων· ὅπερ οὐ θεμιτὸν, ἄνευ περιστατικοῦ λόγου.
Οὕτως οὖν εἰ γέγονεν, ἡμεῖς, σύγγνωθι, πάντιμε, οὐ τολμῶμεν παρὰ τὰ θειωδῶς τοῖς Πατράσιν ἐκπεφασμένα εἰπεῖν τι ἢ ἐπιτιμῆσαι. Συνίστησι δὲ τὸν ἀδελφὸν οὕτω πράξαντα, καὶ μετὰ πολλῆς ἀγωνίας, πρῶτον μὲν αὐτὸς ὁ ἀναγκάσας, καὶ ἔστιν ὁ ἀνὴρ τῶν λίαν καὶ εὐσεβῶν καὶ ἐμφρόνων, καίγε περιφανῶν, Θωμᾶς ὁ ὕπατός τε καὶ χαρτουλάριος· ἔπειτα Ἰάκωβος ὁ εὐλαβέστατος μονάζων, καὶ τῆς αἱρέσεως ἀμέτοχος. Εἶτα καὶ Εὐθύμιος, ἕτερος αἰδέσιμος μονάζων, καὶ δεδιωγμένος. Ἐπὶ δύο καὶ τριῶν μαρτύρων σταθήσεται, φησὶ, πᾶν ῥῆμα. Λέγεις, ὦ δεσπότης, οὐχ οὕτως ἔχειν· καὶ προφερέστερος δηλονότι τῶν πάντων. Τί γοῦν ποιήσω ἐγὼ ἀπειλημμένος ἐν μέσῳ τοσούτων μαρτύρων; Ἐὰν, ὡς αὐτὸς φὴς, ἔχῃ, ὅτι παρόντων ἱερέων, φιλαρχίᾳ προμνηστευόμενος αὐτῷ ἱερωσύνην, τοῦτο εἰργάσατο· εἴη πρὸς ἡμῶν μήποτε εἰς τὸ τῆς ἱερωσύνης ἀξίωμα προβαίνων, μετὰ καὶ ἑτέρων ἐπιτιμίων· δίκαιον γάρ. Εἰ δὲ, ὡς οἱ μάρτυρες καὶ αὐτὸς διηγεῖται, ἀναγκασθεὶς, καὶ δυοῖν προκειμένων· ἢ ἀμύητον τὸ βρέφος ἀποτεθνάναι· ὅπερ ἔπαθεν ἐν δυσὶ πρότερον οὐ πεισθεὶς παισίν· ἢ προέσθαι τοῖς αἱρετικοῖς τοὺς φυλαττομένους τὴν εὐσέβειαν· οὐδὲν ἐγὼ ὁ ἁμαρτωλὸς τολμῶ ἐπισκῆψαι, ἕως ἂν ὁ μακαριώτατος ἡμῶν ἱεροτελεστὴς ἐπιθεωρήσας ἐξοίσει κρίσιν. Καὶ μή μου τῆς ταπεινώσεως, Πατέρων φίλτατε, καταστενάξειας· ἀλλ᾽ ἢ μᾶλλον προσεύχου ἐν τοῖς ἰδίοις μέτροις ἐστάναι, καὶ τὸν ἐσφαλμένον βίον διορθώσασθαι ἡμᾶς. Περὶ δὲ ἑτέρων σφαλμάτων, ὧν ἔδωκεν ἕμφασιν ἡ θεοσέβειά σου, καὶ ἐξηγόρευσεν ἡμῖν, καὶ οὐδ᾽ ὅλως ἐπενοήσαμεν ἐκθέσμως αὐτὸν πρᾶξαι, ἀλλ᾽ ἢ καὶ ἐπαίνου ἄξιον, εἰ μοιχεύοντας ἀκούων, οὐχ ὑπεστείλατο μὴ οὐχὶ ἀναγγεῖλαι τοῖς δυναμένοις ἀπεῖρξαι τὸ ἀσέβημα· ἢ τὸ τῇ κομιτίσσῃ αἱρουμένῃ ἀγχόνῃ χρήσασθαι· ἰδεῖν τὰ προσήκοντα ἐπιπράξασθαι. Τάδε γὰρ οἶδεν ὠφληκέναι, καὶ οὐκ ἄλλο· καὶ πολλῆς εὐφημίας πρὸς τῶν ἀνωτέρω δηλωθέντων ἀνδρῶν, ὡς αὐτήκοος ἐγενόμην, προανεδήσατο ὁ ἀδελφὸς Ἔραστος ἐπαίνους. Οὐ τοίνυν, ἅγιε, διὰ τὸ σκινδαλμὸν αὐτὸν ἐμποιῆσαι ἐν τοῖς αὐτόθι, ἀλλὰ διὰ τὰ ἀδιόρθωτα σκάνδαλα, εἶρξα τὸν ἀδελφὸν τῆς παλινωδίας· ὡς ἂν ἐντεῦθεν ἀθωνωθείη μὲν ὁ κατηγορούμενος τῶν ἐγκλημάτων· εἰρηνεύσειαν δὲ οἱ φιλεγκλήμονες, καὶ παθοπράται. Ὅ τε μακαριώτατος ἡμῶν Πατὴρ ὐπακουσθεὶς, χαρίσῃ ἡμῖν τὰς θεοκλινεῖς σου προσευχὰς, ἐπεὶ καὶ τῷ ἀδελφῷ συγχώρησιν.