Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 156: To the Brotherhood of His Son Patricius

ΡΝϚ΄. — Τῇ περὶ τὸν Πατρίκιον υἱὸν ἀδελφότητι.

Ἀδελφοὶ καὶ Πατέρες, παρακληθεὶς παρὰ τοῦ Πατρὸς ὑμῶν, ὡς Πατὴρ κἀκείνου, καὶ ὑμῶν δι᾽ ἐκείνου, λαλῆσαι ὑμῖν τὰ πρὸς σωτηρίαν· καὶ ἐπείσθην εἰκότως, καὶ φθέγγομαι ὁ ταπεινὸς ἔνθεν ἐλών· Ἡ σωτηρία ἡμῶν, τέκνα ἠγαπημένα, πιστεύειν ὀρθῶς εἰς τὴν ἁγίαν Τριάδα, καὶ ἔργα ἔχειν μαρτυρούμενα ὑπὸ τῶν ἁγίων ἐντολῶν τοῦ Θεοῦ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ, καθώς φησιν ὁ Ἀπόστολος, οὔτε περιτομὴ ἰσχύει, οὔτε ἀκροβυστία· ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη. Καὶ ὁ μὲν τῆς πίστεως λόγος, εἰς τὸ τῆς ὀρθοδοξίας δόγμα· ὁ δὲ τῆς ἀγάπης, εἰς τὸ τῆς εὐπραξίας θεώρημα ἀναφέρεται. Πιστεύομεν οὖν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· ἅπερ ἐστὶ τρία πρόσωπα, μία φύσις, μία δύναμις, μία ἀρχικὴ τῶν ἀπάντων βασιλεία· ἐν ἑνὶ, ὡς φύσει, καὶ θελήσει, καὶ ἐνεργείᾳ προσκυνουμένη κράτει καὶ κλέει. Πιστεύομεν ὡς ὁ εἷς τῆς ἁγίας Τριάδος, ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, δι᾽ ἄκραν ἀγαθότητα κενώσας ἑαυτὸν, μορφὴν δούλου ἔλαβεν ἐν τῷ καθ᾽ ἡμᾶς εἴδει ὀφθείς. Τοῦτο γάρ ἐστιν ὅ φησιν ὁ Θεολόγος· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο· καὶ ὅ φησιν ὁ μέγας Ἀπόστολος· Θεός ἐφανερώθη ἐν σαρκί. Καὶ ἔστιν εἷς καὶ ὁ αὐτὸς ἐν δυσὶ φύσεσι τέλειος Θεὸς, καὶ τέλειος ἄνθρωπος, καὶ ἐν ἑκατέρῳ τελείῳ οὐχ ὑφείς τι ἰδίωμα ἀπρόσληπτον, ἔχων δὲ μᾶλλον τὰ πάντα τοῦ Πατρὸς θεϊκῶς, καὶ πάντα τὰ τῆς Μητρὸς ἀνθρωπικῶς, ὡς υἱὸς γνήσιος. Ὡς οὖν ἐκ τοῦ Πατρὸς ἀπερίγραπτος, οὕτως ἐκ τῆς Μητρὸς περιγραπτὸς, ἤγουν ἐξεικονιζόμενος μητρομοίως. Οἱ οὖν Εἰκονομάχοι, περὶ ὧν καὶ τὸ ταῦτα δογματίζειν, μὴ ὁμολογοῦντες αὐτὸν περιγράφεσθαι, εὑρίσκονται ἀσφαλῶς μηδὲ ὁμολογεῖν αὐτὸν γνήσιον υἱὸν τῆς Μητρός· ποῦ γὰρ τὸ γνήσιον, καὶ οὐ πάντη μᾶλλον ἀλλότριον, ἂν μὴ κατὰ τὴν γεννήσασαν ἐν πᾶσι τοῖς φυσικοῖς ἰδιώμασιν εἶεν ἂν καὶ τὸ γέννημα; Ὡς γὰρ κατὰ τὴν περιγραφὴν οὐδεμίαν κοινωνίαν ἔχει πρὸς τὸν Πατέρα, ἀλλὰ πρὸς τὴν Μητέρα· οὕτως οὐδὲ κατὰ τὴν ἀγραφίαν τὸ ἔμπαλιν· πρὸς τὸν γεννήσαντα γὰρ ἡ κοινωνία, οὐ πρὸς τὴν τεκοῦσαν.

Οὕτως τὸ ὀρθὸν δόγμα τῆς ἀληθείας· αὕτη ἡ ἀποστολικὴ πίστις· περιγραπτὸν ὁμολογεῖν τὸν Χριστὸν ἐν σαρκί. Καὶ γοῦν ὁ μέγας Βασίλειος· « Ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός. » Καὶ τὴν ἐγγεγραμμένην εἰκόνα τιμᾶν, ὡς ἐν αὐτῇ προσκυνουμένου Χριστοῦ. Ἐν γὰρ τῇ εἰκόνι βοᾷ ὁ χρυσοῦς Χρυσόστομος ἰδεῖν ἄγγελον. Καὶ εἰ τὸν ἀσώματον ἐν εἰκόνι· πόσῳ οὖν μᾶλλον τὸν ἐνσώματον Λόγον; Καὶ εἰ ὁρᾷ, δῆλον ὅτι καὶ προσκυνεῖ ἐν εἰκόνι τὸν ἄγγελον· ὥσπερ καὶ τὸν Χριστόν. Τὸ γὰρ ἀξιωθῆναι ἰδεῖν ἐν Γραφῇ, ἴσον ἐστὶ τῷ προσκυνεῖν· « Ἐπείπερ καὶ ἡ τῆς εἰκόνος τιμὴ, ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, » ὡς πάλιν φησὶν ὁ μέγας Βασίλειος. Ἀρνηταὶ τοιγαροῦν εἰσι Χριστοῦ, οἱ τῆς εἰκόνος αὐτοῦ ὑβρισταὶ, διὰ τῆς ἐπ᾽ αὐτῆς ἀθετήσεως, εἰς αὐτὸν τὴν ἀθέτησιν ἀναφέροντες· κἂν λέγωσιν ὁμολογεῖν Χριστόν· ἐπεὶ καὶ τὰ δαιμόνια ὁμολογοῦσι, φησὶ, Θεὸν, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Μέγα οὖν, ἀδελφοὶ, τὸ ἀσέβημα αὐτῶν· καὶ μεγάλη ἡ ὁμολογία ἡμῶν· καὶ οὐτίπου ἀποδέουσα τῶν πάλαι μαρτύρων. Στῆτε οὖν κραταιῶς μηδόλως ὀκλάζοντες περὶ τῶν ἤδη ἀποδεικτικῶς ἠληθευμένων· ἀλλὰ ταύτῃ τῇ πίστει μέχρις αἴματος, εἰ καλοίη καιρὸς, ὑποδυόμενοι τοὺς ἀγῶνας. Ἐντεῦθεν ἀνατέλλει καὶ ὁ φαεινὸς βίος, ἐξ ἡλίου ἥλιος· ἐπείπερ θάτερον θατέρου μαρτύριον ὁ ἀδελφόθεος ἀποδέδειχεν εἶναι. Ἀγαπᾶτε τὸν Θεὸν ἐξ ὁλοκλήρου τῶν τριῶν δυνάμεων, καθὼς ἡ ἐντολὴ κελεύει. Ἀγαπᾶτε καὶ ἑαυτοὺς ὡς μέλη Χριστοῦ. Ἐν τούτῳ γὰρ, φησὶ, γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχετε ἐν ἀλλήλοις. Διὰ πίστεως ἄγετε τὸν καθηγούμενον ὑμῶν· μηδεὶς ἔστω ἀνεξαγόρευτος αὐτῷ· ὁ γὰρ τοιοῦτος ὀφιοτρόφος. Μηδεὶς χλιαρόπιστος· ὁ γὰρ τοιοῦτος ἀμέτοχος τῆς τοῦ ἁγίου Πνεύματος ζέσεως. Μηδεὶς κρυφιοκτήμων· ὁ γὰρ τοιοῦτος Ἰουδοκλέπτης. Μηδεὶς ἰδιόγνωμος· ὁ γὰρ τοιοῦτος ἐξωμόναχος. Μηδεὶς παῤῥησιοποιός· ὁ γὰρ τοιοῦτος φθορεργάτης. Μηδεὶς κλεψιφάγος· ὁ γὰρ τοιοῦτος δουλόμοιος. Μηδεὶς ἐν μηδενὶ διδοὺς προσκοπήν· ἵνα μὴ μωμηθῇ ἡ διακονία, ὡς βοᾷ ὁ Ἀπόστολος· ἀλλ᾽ ἐν παντὶ συνιστῶν ἑαυτὸν ὡς Θεοῦ διάκονον, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν στενοχωρίαις, καὶ τοῖς λοιποῖς, οἷς αὐτὸς ἀπηριθμήσατο, καταρτίζων τὸν ἀληθινὸν Χριστιανόν. Εἰ δὲ ὁ ὑπήκοος οὕτως· τί καὶ πόσον ἀπαιτοῖτο ὁ καθηγούμενος, τύπος ἀγαθὸς ὧν διδάσκει ὀφείλων προκεῖσθαι; Μέγας ὁ ἀγών· ἀλλὰ καὶ ὁ μισθὸς ἀπειροπλάσιος, βασιλεία οὐρανῶν, ἧς ἀξιωθείημεν καὶ ἄρχοντες καὶ ἀρχόμενοι, θείως βιοτεύοντες ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ὧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·