Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 159: To Thomas the Chartularius

ΡΝΘ΄. — Θωμᾷ χαρτουλαρίῳ.

Ἐντυχὼν τοῖς γράμμασι τῆς τιμιότητός σου, καὶ καταμαθὼν ὅτι παρῆλθε τοῦ βίου ἡ κυρία καὶ ὁμόζυγος, συνήλγησά σοι, δέσποτα, εἰδὼς ὅσον ἐστὶν ἀλγεινὸν τὸ πάθος. Ὃν γὰρ ποιεῖ μάχαιρα τέμνουσα σῶμα πόνον, τὸν αὐτὸν καὶ ὁ τῆς ὁμοζυγίας χωρισμός. Μία γὰρ κἀνταῦθα σὰρξ, κατὰ τὴν τοῦ Κυρίου φωνήν. Ἀλλ᾽ ὅμως ἐγένετο, καὶ ὑπέστημεν τὸ κοινὸν πᾶσιν ἐπιτίμιον τῆς διαζεύξεως. Μικρὸν δὲ ὕστερον καὶ ἡμεῖς τὴν αὐτὴν ὁδὸν πορευσόμεθα, ὡς οἶσθα· καὶ οὕτως ὁ βίος, οὐκ ὄντας γενέσθαι, καὶ γενομένους ἀναλυθῆναι. Ἐπηνέσαμεν δὲ τὴν εὐσέβειάν σου, τῇ διαζεύξει αἱρησαμένην μονάσαι, καὶ κολληθῆναι ἐξ ὁλοκλήρου τῷ Κυρίῳ. Τοῦτο γὰρ ἐδήλου τὸ γράμμα· καὶ ὅτι ἀδελφός τις μονάζων πάρεστιν εἰς ὁδηγίαν τοῦ τηλικούτου βίου. Ὃν αὖθις ἀπέκρινεν ὡς ἀδόκιμον, διὰ δηλώματος Γεωργίου τοῦ καλοῦ ἀνδρὸς, καὶ οἰκείου Νοταρίου· ἄλλον δὲ πρὸς ἡμῶν δοθῆναι μᾶλλον αἰτοῦσα, τὸν ἱκανῶς ἔχοντα κυβερνῆσαι ψυχὰς, καὶ ὅλην μονὴν διασώσασθαι. Ὁ μὲν οὖν ἔπαινος εἰκότως ἡμῖν προείρηται. Δεῖ δὲ πρῶτον μαθεῖν ὑμᾶς, τί τὸ μοναδικὸν ἐπάγγελμα, καὶ ὅσον τὸ τοῦ βίου ὕψος· ἵνα μὴ ἀπείρως εἰσαχθέντες, κινδυνεύσωμεν περὶ τὸν πλοῦν. Ἡ ἀποταγὴ οὐδὲν ἄλλο καθέστηκεν, εἰ μὴ σταυροῦ καὶ θανάτου ἐπαγγελία. Τί τοῦτο; κατὰ τὸν λόγον τοῦ Κυρίου, πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν ἀποτάξασθαι τὸν βουλόμενον, καὶ ἄραντα τὸν σταυρὸν, ἀκολουθεῖν ὀπίσω αὐτοῦ. Ἐπειδὴ δὲ πρόσωπον ἐπέχει Χριστοῦ πᾶς ἀληθινὸς ἡγούμενος· Χριστῷ διὰ μέσου ἐκείνου ἀκολουθεῖν ἔστιν ἀψευδῶς. Καὶ οὕτως σωθήσεται τὸ τῆς ἐντολῆς ἀξιάγαστον.

Ὁ δὲ μὴ οὕτως ἑλόμενος, ἀλλὰ κτίζειν μοναστήριον ἐν τοῖς οἰκείοις, καὶ καθηγητὴν προκαλούμενος, ὡς ἂν ἐν τοῖς αὐτοῦ καὶ μονάσῃ, καὶ σωθῇ, καὶ ὁδηγηθῇ· ἀγνοεῖ ὅτι εἰκῇ καὶ μάτην κοπιᾷ, καὶ ἅπερ ζητεῖ, οὐχ εὑρήσει, ἀλλὰ τοὐναντίον ἔκτοπα· ἐπειδὴ οὐ κατ᾽ ἐντολὴν Κυρίου ἡ τοιαύτη ἀποταγὴ, ὥφελον γυμνωθῆναι πάσης ὕλης, καὶ πόῤῥω τῶν ἰδίων γενέσθαι, καὶ καθηγεμόνος τυχεῖν ἀρίστου, καὶ οὕτω περαιωθῆναι τὸ μέγα πέλαγος τοῦ τῇδε βίου ἀκινδύνως· οὐχ ὅτι μηδὲν τῶν προειρημένων· ἀλλ᾽ ἐκ μόνου τοῦ οἰκοδομεῖν μοναστήριον καὶ τὸν Θεὸν περιβαλέσθαι· καὶ ἡγούμενον δοκεῖν ἔχειν ὄντα μᾶλλον ἐπίτροπον, καὶ συμποδίζοντα καὶ συμποδιζόμενον· καὶ οὔτε σώζοντα, οὔτε σωζόμενον. Ἔξελθε, φησὶν, ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου· λάβε τὸν σταυρὸν ἐπ᾽ ὤμων σου, ἐμπτύσθητι, κολαφίσθητι, πίε ὄξος, φραγελλώθητι, ἄνιθι ἐπὶ τὸν σταυρὸν, κένωσον αἷμα, εἴτ᾽ οὖν νοητῶς, εἴτ᾽ οὖν αἰσθητῶς. Εἰ δὲ μὴ φέροις ταῦτα, κάθου ἐν τῷ οἴκῳ σου, τῷ ταπεινοτέρῳ βίῳ ἐκβιαζόμενος σώζεσθαι. Οὐδὲ γὰρ ἐνταῦθα ἀμογητὶ τὸ σῶσμα, ἀλλὰ γὰρ καὶ διὰ πολλῶν θλίψεων. Μή μοι τὰ νῦν παραδείγματα προσοίσῃς· πᾶν ὅπερ οὐ κατ᾽ ἐντολήν· ἀδόκιμον, ἕωλον, σκανδαλῶδες, τοῦ οὕτως ἀποταξαμένου ἔργον, ἀλλ᾽ οὐ θείου προστάγματος. Εἰ δὲ ἐρᾶς νεουργῆσαι μονὴν, οὐκ ἔξω τοῦ εἰκότος· ἀλλ᾽ ἐπ᾽ ἂν παραδώσεις αὐτὴν ἀνδρὶ καθηγουμένῳ, μηκέτι ἐπιβαλεῖς τὴν χεῖρα ἐπ᾽ αὐτῷ, καθάπερ ἐπὶ τῶν οὐσῶν· καὶ Θεῷ τὸ πρᾶγμα εὐάρεστον· καὶ ἀπαντήσει σοι εἰς ξενίαν αἰώνιον. Ἡμεῖς ἐπὶ τὸν οὕτως αἱρούμενον ἐπιδιδοῦμεν ἀδελφὸν ἐκεῖνον ὃν ἐκλέχοιτο ὁ ἐπιζητῶν, μετὰ καὶ ἑτέρων ἐννέα ἀδελφῶν ἐθελόντων τάττεσθαι τῷ προηγουμένῳ. Ἰδοὺ, φίλε καλὲ, τὸ δικαίωμα τοῦ μοναχοῦ ἀνήγγειλά σοι· ὁ τρόπος τοῦ συνιστάνοντος τὸ μοναστήριον, ἡ ὑμετέρα ἐπίδοσις. Τὸ λοιπὸν, εἴη Κύριος παραμύθιόν σου, συνετίζων σε κατὰ πάντα εἰς σωτηρίαν.

· Contents ·