Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 160: To Gregory, His Son
ΡΞ΄. — Γρηγορίῳ τέκνῳ.
Ἃ μὲν οὖν ἐν τῇ προτέρᾳ ἐπιστολῇ περὶ τοῦ τῆς Χαλκηδόνος ἁγιωτάτου μητροπολίτου, καὶ πατρὸς ἡμῶν εἴρηται, ὡς ἐν παραδρομῇ, νῦν δὲ διεξοδικώτερον εἰρήσεται. Εἰπὲ αὐτῷ πατροπρεπεῖ διαλέξει, τί; ὅτι πάντως, κατὰ τὴν τοῦ Ἀποστόλου ἀπόφασιν, Ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. Εἴ τινος τὸ ἔργον μένει ὃ ἐπωκοδόμησε, μισθὸν λήψεται. Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. Πυνθάνομαι οὖν, τὸ, κατακαήσεται, ἐξαφάνισίς ἐστι τελεία, ἢ οὔ; Εἰ δὲ ὁμολογουμένως τὸ πρῶτον· καθά πού φησιν ἑπομένως τῷ Παύλῳ καὶ ὁ Θεολόγος Γρηγόριος· καὶ τὸ τελευταῖον πῦρ, ᾧ πάντα κατακρίνεται ἢ καθαίρεται τὰ ἡμέτερα· τί ἐπισείει τὸν νοῦν τοῦ ἀκούοντος· οὐκ εὖ εἰρηκέναι τὸν ἱερὸν Μάξιμον, τρεῖς εἶναι τὰς ἀποκαταστάσεις, ἃς οἶδεν ἡ Ἐκκλησία; Μίαν μὲν τὴν ἑκάστου κατὰ τὸν τῆς ἀρετῆς λόγον, ἐν ᾗ ἀποκαθίσταται τὸν ἐπ᾽ αὐτῷ λόγον τῆς ἀρετῆς ἐκπληρώσας. Δευτέραν δὲ τῆς ὅλης φύσεως τῇ ἀναστάσει· τὴν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν ἀποκατάστασιν. Τρίτην δὲ, ᾗ καὶ μᾶλλον κατακέχρηται ἐν τοῖς ἑαυτοῦ λόγοις ὁ ἐν ἁγίοις Γρηγόριος Νύσσης, ἐστὶν αὕτη, ἡ τῶν ψυχικῶν δυνάμεων τῇ ἁμαρτίᾳ ὑποπεσουσῶν, εἰς ὅπερ ἐκτίσθησαν, πάλιν ἀποκατάστασις. Δεῖ γὰρ ὥσπερ τὴν ὅλην φύσιν ἐν τῇ ἀναστάσει τὴν τῆς σαρκὸς ἀφθαρσίαν χρόνῳ ἐλπιζομένην ἀπολαβεῖν· οὕτως καὶ τὰς παρατραπείσας τῆς ψυχῆς δυνάμεις τῇ παρατάσει τῶν αἰώνων ἀπολαβεῖν· καὶ περάσασαν τοὺς πάντας αἰῶνας, καὶ μὴ εὑρίσκουσαν στάσιν, εἰς τὸν Θεὸν ἐλθεῖν τὸν μὴ ἔχοντα πέρας· καὶ οὕτως τῇ ἐπιγνώσει, οὐ τῇ μεθέξει τῶν ἀγαθῶν, ἀπολαβεῖν τὰς δυνάμεις, καὶ εἰς τὸ ἀρχαῖον ἀποκατασταθῆναι, καὶ μὴ δειχθῆναι τὸν Δημιουργὸν αἴτιον τῆς ἁμαρτίας.
Οὐδὲν οὖν ἕτερόν ἐστιν ἡ τρίτη ἀποκατάστασις· περὶ γὰρ τοῖν δυοῖν ἀναμφίλεκτον· ἢ ὅπερ δεδογμάτισται τῷ Ἀποστόλῳ, τοῦ τὸ ἁμαρτητικὸν ἔργον κατακαῆναι, καὶ τὸν πεπραχότα σωθῆναι ἀκατάκαυστον· οὕτως δὲ ὡς οὐ μετέχοντα τῶν ἀγαθῶν, ἀλλ᾽ ἐπιγινώσκοντα τὴν στέρησιν τῆς μεθέξεως. Καὶ μάλα εἰκότως εἴρηται τῷ Πατρί· καὶ μὴ δειχθῆναι τὸν Δημιουργὸν αἴτιον τῆς ἁμαρτίας. Ὁ μὲν γὰρ παρὰ Θεοῦ, ἤγουν ἡ καθ᾽ ἡμᾶς φύσις, ὡς ἐκ τοῦ ὄντος παραχθεῖσα, ἀνάλωτος τῷ πυρὶ ἐκείνῳ. Ὁ δὲ οὐκ ἐκ Θεοῦ, ἤτοι ἡ ἁμαρτία, ἀλλὰ τῇ τοῦ πράξαντος δημιουργηθεῖσα προαιρέσει· ὡς οὔ τι τῶν ὄντων οὖσα, ἀλλὰ παρυφιστᾶσα, οἰχήσεται, ἀκατάτακτος οὖσα τοῖς οὖσιν. Οὕτως οὖν, κἂν μήτε Γρηγόριος ὁ Νυσσαεὺς, κἂν μήτε Μάξιμος ὁ Πατὴρ λέγοι· ἀλλά γε ὁ μέγας Ἀπόστολος ἀπέφησεν, ὅτι ἄμειψις διάπυρος εἴη τῆς ἁμαρτίας· ἡ δὲ ἔμφασίς ἐστιν ἀποκαταστάσεως, ὡς εἴρηται τῷ Πατρὶ, οὐκ Ὠριγενιαστική· ἄπαγε· οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος· οὐδὲ συμφώνησις ἁγίοις πρὸς αἱρεσιάρχας· πρὸς οὓς σφετεριζομένους τὰ τοῦ θειοτάτου Γρηγορίου ἱερὰ δόγματα, πρὸς τὴν σφῶν κακόνοιαν, καὶ ἡ ἀνόθευτος καὶ ὁ κλεπτέλεγχος, ἀλλ᾽ οὐκ ἐπ᾽ ἀνατροπῇ τῶν προειρημένων, ὡς ἡμῖν φαίνοιτο. Εἰ δέ τι βαθύτερον ἐξευρεθείη τῷ ἁγιωτάτῳ μητροπολίτῃ, ἀκουσόμεθα πάλιν. Ἐπεὶ καὶ ὁ ἱερώτατος ἡμῶν πατριάρχης ἀκηκοὼς τὰ λεχθέντα τῷ ἁγίῳ Μαξίμῳ, οὐδὲν ἀπεμφαῖνον τηνικαῦτα ἔφησεν.