Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 176: To Bryenas the Strategos

ΡΟϚ΄. — Βρυένᾳ στρατηγῷ.

Ἀνηγγέλη ἡμῖν ὁ θάνατος τῆς μακαρίας μητρὸς καὶ ὅσον ἐστονάξαμεν τί χρὴ καὶ λέγειν; οὐ διὰ τὴν ὁσίως κεκοιμημένην, ἅπαγε· κέρδος γὰρ αὐτῇ ἐγένετο ἡ μετάστασις, φυγούσῃ τὸν πολυαμάρτητον βίον τοῦτον· ἀλλ᾽ ἐννοοῦντες τὴν σὴν καλοκαγαθίαν, ὡς ἀπορφανισθεῖσαν τέλεον, καὶ μηδεμίαν ἐν τῷ βίῳ παραμυθίαν κεκτημένην. Καὶ ταῦτα ἐν οὕτω σκυθρωπῇ καταστάσει ὑπάρχουσαν· καὶ οὐδὲ αὐτῆς τῆς ὁσίας κηδείας ἀπολαύσασαν· ὃ φέρειν οἶδε μικρὰν παρηγορίαν· λόγος ἐξιτήριος καὶ τελευταία φωνὴ, πρόσπτυξίς τε τιμίου λειψάνου, καὶ αὐτῆς τῆς ἐν ᾧ κατατίθεται θήκης ἐπισκέψεως· καὶ ἔοικας τὸ τοῦ Ταντάλου παθεῖν, εἰ καὶ μυθικώτερον τὸ ἐπίφθεγμα, ἐν μέσαις πηγαῖς δίψει τηκόμενος, ἀκοαῖς μόναις, ἀλλ᾽ οὐκ ὀφθαλμοῖς ὑπολαβὼν τὴν τῆς μητρὸς κοίμησιν. Τί οὖν ἐν τούτοις; στενάξομεν ἄρα πέρα τοῦ δέοντος; δακρυῤῥοήσομεν ἄπληστα; ἀποδυσπετήσομεν ἀκράτητα; Καὶ ποῦ ἡ γνῶσις; ποῦ ἡ σοφία; ποῦ ἡ σύνεσις; οἷς κατεκοσμήθη σου ἡ εὐγένεια, καί γε ὑπὲρ πολλοὺς τῶν νῦν ὁρωμένων ἐν τέλει. Μηδαμῶς οὖν, ὦ ἐπιπόθητε, μηδαμῶς ἀλλὰ στενάξας καὶ κλαύσας μετρίως, ὅσον καὶ τὰ μητρικὰ ἐπικήδεια ἀφοσιώσασθαι, καὶ τὸ τῆς φύσεως ἐπιδείξασθαι· εἰς ἑαυτοὺς πάλιν, εἰ βούλει, γενώμεθα, καὶ διαβλέψωμεν μετεώρῳ θεωρίᾳ τὰ τῇδε· ὡς ὅναρ, καὶ σκιὰ, καὶ τὸ ἐπὶ γῆς τοῦτο παίγνιον, ὥς πού φησί τις τῶν θεολόγων. οὐκ ὄντας γενέσθαι, καὶ γενομένους ἀναλυθῆναι. Καὶ γὰρ τὴν αὐτὴν ὁδὸν καὶ ἡμεῖς πορευσόμεθα, ἤνπερ οἱ Πατέρες ἡμῶν προωδεύκασι· καὶ τὸ αὐτὸ πᾶσιν ἐξ ἴσου ἀναμένει κατάλυμα· τάχα δὲ καὶ ἄλλου ἄλλο τραγωδικώτερον· ὅτι τοῦ μὲν ἐν εἰρήνῃ ἡ ταφὴ τυχὸν, τοῦ δὲ οὐχ οὕτως. Ἢ γὰρ πολέμου παρανάλωμα γέγονεν· ἢ θαλάσσης ὑποῤῥόφημα· ἢ πως ἄλλως, ὡς ὁρᾶται τὰ ἄλλοις τρόποις ἐλεεινὰ τῶν ἐξαπίνης θανάτων· ὧν ἡ μακαρία μήτηρ ἀνωτέρα, ἐν ὁσιότητι καὶ σταυροφόρῳ βίῳ ἀπάρασα τῶν ἐνθένδε. Λειπόμενον οὖν ἔστιν ἐν τούτοις εἰπεῖν ἡμᾶς τὴν ἀοίδιμον ἐκείνην τοῦ μακαρίου Ἰὼβ φωνήν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδωκεν, οὕτως καὶ ἐγένετο. Προσθείην δ᾽ ἂν λυσιτελεῖν ἡμᾶς τὴν φωνὴν ταύτην, καὶ ἐν οἷς ἐσμὲν θλιπτικῶς καὶ ἐξαπορητικῶς. Ἐπεὶ κἀκεῖνος ὁ ἀοίδιμος, ὡς οἶσθα, ἐπὶ μυρίοις ἀλγεινοῖς τὰ εὐχαριστήρια τῷ Θεῷ ἀπεδίδου. Μὴ τοίνυν ῥᾳθυμήσωμεν, ὦ φίλτατε, μηδὲ ἐξαπορήσωμεν καὶ τοῦ ζῆν εἰδότες ὅτι οὐκ ἐάσει ἡμᾶς Κύριος πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα. Τίς οἶδε τί τέξεται ἡ ἐπιοῦσα, καὶ Τίς ἀναγγελεῖ Ἀβραὰμ, ὅτι Σάῤῥα θηλάζει; συμβολικὸς ὁ λόγος. Εὐχόμεθα οὖν αὐτὸν τὸν Κύριον τῆς δόξης, ἐφαψάμενόν σου τῆς καρδίας, ἐμποιῆσαι φῶς ἐν αὐτῇ ἀλήκτου παραμυθίας, ὡς ἂν οἴκοθεν ἔχουσαν τὰς ἀφορμὰς τῆς παρακλήσεως, μηδὲ δεῖσθαι φωνῆς ἑτέρας. Εἴδομεν δὲ καὶ τὸν ἀγαπητὸν ἀδελφὸν ἡμῶν καὶ πνευματικὸν υἱέα, τὸν κύριον Ἰωάννην, τὸν ὁμαίμονα τῆς ὑψηλότητός σου, ἐπισκεψάμενον ἡμᾶς τοὺς ἁμαρτωλοὺς κατὰ τὸ εἰκός· ὃν καὶ παρεμυθησάμεθα βραχέσι λόγοις διὰ τὸ μητρικὸν πάθος· καὶ συμπαρεκαλέσαμεν οἴσειν τῇ ἀδελφικῇ συνδιαθέσει τὰ κατὰ τὴν θεοσέβειάν σου.

· Contents ·