Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 175: To Irene the Patrician
ΡΟΕ΄. — Εἰρήνῃ πατρικίᾳ.
Ἐπειδὴ προσηγόρευσας ἡμᾶς τοὺς ταπεινοὺς, κυρία, διὰ τοῦ αἰδεσιμωτάτου πρεσβυτέρου· ἀμειβόμεθα τὴν προσηγορίαν γράμμασιν, ἀποδεχόμενοί σου τὴν καλὴν πίστιν καὶ τὴν θερμὴν πεποίθησιν· ἐγνωκότες ἐντεῦθεν ἀγαθήν σε εἶναι ἐν γυναιξὶ, φιλόθεόν τε καὶ φιλομόναχον· ὥστε ἁρμόσαι ἐκεῖνο ἐπιφθέγξασθαι τὸ Γραφικόν· Γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ. Ὁρᾶς, ὦ κυρία, ὅτι μακαρίζεται τῇ ἀγαθότητί σου ὑπὸ τῆς Γραφῆς ὁ κύριος ὁ πατρίκιος, καὶ θεόσδοτός σου σύζυγος. Οὐκοῦν ζηλοῦσα ζήλωσον ἔτι μακαριώτερον αὐτὸν ἀπεργάσασθαι. Πῶς δ᾽ ἂν εἶεν τοῦτο; ἐν τῷ σε ἔτι ἀγαθύνεσθαι· ἤγουν ὑπομνηματίζειν αὐτὸν, παρακαλεῖν, ἐκλιπαρεῖν, τὸ τῆς στρατηγίας ὕψωμα διέπειν θεοφιλῶς, καθὰ καὶ διέπει· ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν· ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ ἀδικίας· φιλομόναχόν τε εἶναι καὶ φιλόπτωχον· ἡμερότητι κεκραμένον· ἐπειδήπερ ἡ ἐξουσία αὐτὴ ἀρκοῦσά ἐστι καταπλῆξαι τοὺς ὑπὸ χεῖρα· καὶ μὴν ἀνεχόμενον ἀπειλῆς καὶ παιδευτικῶς μὲν πλήττοντα, φιλανθρώπως δὲ καὶ μεμετρημένως μαστίζοντα· ἐπείπερ οὔτε τὸ ἄφετον παντάπασι σωτήριον· οὔτε τὸ ὑπέρμετρον πληκτικὸν εὐαπόδεκτον. Καὶ πρόγε πάντων, τὸ κατὰ πίστιν ὀρθόδοξον. Εἰ γὰρ καὶ πρὸς τὸ ἔξω ἔστι λέγειν ἀδυνατεῖν κατὰ τὰ φθάσαντα τοῦτο φυλάττειν· ὅπερ οὐδὲ τοῦτο ἀρκοῦν εἰς Θεοῦ ἀπολογίαν· « τῆς γὰρ αὐτοῦ ἀγάπης οὐδὲν προτιμότερον· » ἀλλ᾽ οὖν γε κατὰ τὸν ἔσω ἄνθρωπον, δυνατὸν τοῦτο παραφυλάττεσθαι, καὶ πολλῶν σωτῆρα χρηματίζειν αὐτὸν καὶ μοναστῶν καὶ λαϊκῶν, καὶ ἀρχόντων καὶ ἀρχομένων. Ταῦτα ἐξ ἀγάπης πνευματικῆς τῆς πρὸς ὑμᾶς κινούμενοι, τεθαῤῥήκαμεν ὑπομνῆσαι· εἰδότες καὶ ἀνυπομνήστως ἔχεσθαι ὑμᾶς τοῦ καλοῦ.