Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 178: To Eudocimus the Spatharius
ΡΟΗ΄. — Εὐδοκίμῳ σπαθαρίῳ.
Δευτερεύω τοῦ ἐπιστέλλειν τῇ τιμιότητί σου· καὶ τοῦτο προτραπεὶς παρὰ Σιλουανοῦ τοῦ αἰδεσιμωτάτου ἡμῶν ἀδελφοῦ. Ἐπειδὴ γὰρ ἦλθεν εἰς ὁμιλίαν τὴν κατ᾽ ὀφθαλμοὺς, κατέκλασεν ἡμῶν τὴν ταπεινὴν ψυχὴν, ἐξηγορήσας ἕκαστα ὅτι καὶ εὐχαρίστως φέροις, ὁ δεσπότης ἡμῶν, τὸ συμβεβηκὸς, καὶ ἐπὶ Θεὸν ἀναφέρεις τὸ πάθος. Ἔξω ἑαυτὸν τιθεὶς τῶν σκαιωρηθέντων ἀνθρωπίναις ἐπηρείαις· καὶ τέλος ἓν ζητῶν, ὅπως εὐπρόσδεκτον πρὸς τὸ ἐξῆς τὴν ζωὴν καταστήσειας τῷ Δεσπότῃ τῶν ἁπάντων. Ἐπὶ πᾶσι τούτοις διέθηκεν ἡμᾶς κατὰ τὸ εἰκὸς ἐκεῖνο εἰπόντας, ὅτι Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ἐκβάλλει τὰ ἀγαθά. Καὶ γὰρ ὥσπερ ἔν τινι ταμιείῳ, τὰ ἐκ τῆς προλαβούσης παιδείας θείας τε καὶ ἀνθρωπίνης ἐναποθέμενος τῇ ψυχῇ γνωστικὰ θησαυρίσματα, ἐπὶ καιροῦ εἰκότως χρειώδους προΐοις τὰ πνευματικὰ πλούτη, οἰκονομῶν τὸ κατὰ σεαυτὸν σωτήριον. Καὶ ἴδε, ἄνθρωπε ἀγαθὲ, ὅτι εἰς καλόν σοι ἀπέβη τὰ θεῖα μαθήματα· ἡ ἀνάγνωσις καὶ ἡ ἐπίγνωσις, ἡ σχολὴ, καὶ ἡ ἐντριβὴ, ἡ ἔντευξις καὶ ἡ προσευχὴ, ἡ κτῆσις τῶν ἱερῶν λόγων τε καὶ δέλτων· ὡς πλούσιος οὐ ἄγαν, κἂν εἰς ὀλίγα σοι περίεστι τὰ τῆς ζωῆς ἐφόδια· ὡς εὐώπης καὶ καλλιβλέφαρος, κἂν τὴν ὄψιν ἀδικία ἀπεστέρησαι· ὡς περιφανὴς λίαν καὶ περίδοξος, κἂν τὴν ἄτιμον καὶ ἄδοξον ζωὴν ἀντλᾶν διανενόησαι. Καί γε πάντως τοῦτο δοκιμή τίς ἐστι καὶ βάσανος ἀρετῆς, ἵνα ἐξ ὧν δοκῶμεν ἐγκαταλελεῖφθαι, ἐντεῦθεν εὕρωμεν εὐεργετεῖσθαι πρὸς Θεοῦ τοῦ ἀγαθοῦ· ὃς διὰ τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, καὶ τῶν ἄλλων ὅσα ἡ ἀποστολικὴ διεστείλατο φωνὴ οἶδεν οἰκονομεῖν συμφερόντως τὴν ζωὴν ἡμῶν.
Καὶ τοῦτο δόγμα ἀρχαῖον, καὶ τῆς τῶν θεολήπτων ἀνδρῶν πολιτείας γνωριστικόν. Λάβε μοι Ἄβελ τὸν θεοκρίτως μαρτυρηθέντα δίκαιον· οὐχὶ παρανάλωμα ἀδελφικῆς χειρὸς γέγονε; Τὸν Ἐνὼχ ἐκεῖνον Θεῷ εὐαρεστήσαντα· οὐχὶ διὰ τοὺς τηνικαῦτα φθορεῖς καὶ φθείρειν αὐτὸν ἐσπουδακότας, Θεὸς ἐκ μέσου ἤρπασεν, ἐν ἀδήλοις τόποις μεταθέμενος, ὃς καὶ μένει μέχρι τοῦ δεῦρο προάγγελος τῆς δευτέρας Χριστοῦ ἐπιφανείας ἐσόμενος; Γνῶθι τὸν Ἀβραὰμ πειραζόμενον ὑπὸ Θεοῦ πολυτρόπως· οὗ τὸ δοκίμιον τῆς πίστεως πολυτιμότερον χρυσοῦ ὅτι μάλιστα. Καὶ ἵνα τοὺς ἄλλους παραδράμοιμι, πολλοὺς ὄντας, καὶ οὐκ ἐν ἐπιστολῆς μέτρῳ ὑπομνηματίζεσθαι ἐγχωροῦντας, Ἰὼβ τὸν μυρίαθλον τάχα, εἰ παραβάλωμεν τὰ ἑαυτῶν τοῖς ἐκείνου πάθεσιν, εὕροιμεν δὴ ἐνδεῶς ἔχοντα· καὶ συμφθεγξόμεθα τὴν ἐκείνου ἀοίδιμον φωνὴν ἑκάστοτε ἀναλαμβάνοντες. Οὕτως οὖν παρακαλοῦμέν σε, ἐπιπόθητε, διαθέσθαι τὰ κατὰ σαυτόν. Καὶ τὸν καιρὸν τῆς δυσπραγίας καὶ πολυπαθείας κρείττονι λογισμῷ καὶ βεβαιοπίστῳ γνώμῃ εἰς εὐτυχίαν καὶ εὐπάθειαν μεταστοιχειώσασθαι. Τὸν γὰρ οὕτως ἐρηρεισμένον καὶ πεποιθήσει Θεοῦ ζῶντα, οὐδὲν παρακινήσει τῶν ἀνθρωπίνων· ὑψηλότερον πεφηνότα πάντων τῶν λυπεῖν εἰωθότων. Κἂν λέγῃς ἐν τῇ παρακροάσει τοῦ ἀναγινώσκοντος εἰς ὕμνον τρέπεσθαι, οὐ θαῦμα· πέφυκε γὰρ ἡ ἀφαίρεσις τῆς ὄψεως τοῦτο ἐργάζεσθαι. Κἂν φῇς μηδὲν ἔργον ἐπὶ χεῖρας ἔχειν, ἀπρακτούσης τῆς φύσεως, μηδέν σοι μελέτω. Φησὶν ὁ Ἀπόστολος· Ψαλμὸν ἔχεις, διδαχὴν ἔχεις, γλῶσσαν ἔχεις, ἀποκάλυψιν ἔχεις· πάντα πρὸς οἰκοδομὴν γινέσθω. Φάγε, πίε, ὕπνωσον. Μόνον τὸ εὐχάριστον κέκτησο· καὶ ὅσα σοι οἴκοθεν, καὶ ἐν τῷ φυσικῷ τοῦ νοῦ βιβλίῳ ἀπόκειται, ἀναγίνωσκε. Καὶ μικρὸν ὕστερον ἀναβλέψειας μέγα, καὶ ἴδοις τὸ φῶς τὸ ἀπρόσιτον, Ἰησοῦν τὸν Υἱὸν Θεοῦ ἀπ᾽ οὐρανῶν ἐρχόμενον μετὰ δόξης καὶ δυνάμεως αὐτοῦ ἐν πυρὶ φλογός· οὓς μὲν κρίνοντα ὡς ἐνδίκους κρίσεως· οὓς δὲ δοξάζοντα ὡς δόξης συνίστορας· μεθ᾽ ὧν εἴης καὶ αὐτὸς, φίλτατέ μοι καὶ τιμιώτατε, ἀπαστράπτων ἴσα καὶ ἡλίου βολίδι. Περὶ οὗ προώρισας προαστείου εἰς μοναστήριον καθεστάναι, εἴ τι οὖν ἄλλο, οὕτως ἢ ἑτέρως, ἐν καλῷ διώριστο, πάντα ὡς ἤδη γεγονότα Θεὸς ἐδέξατο· εἴπερ εὐχαρίστως τὴν ἀφαίρεσιν πάντων οἴσεις. Προσεύχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν· ἄρτι γὰρ οὐχ ἡμεῖς οἱ ἁμαρτωλοὶ, ἀλλὰ καὶ εἴ τις τῶν ὁσίων ἐξαιτήσοιτο ἄν σου τὴν δέησιν, ὡς κάμνοντος τοῖς παθήμασιν. Ὁ θεοφιλέστατος ἀδελφὸς ἡμῶν καὶ ἀρχιεπίσκοπος πλεῖστά σε προσαγορεύει.