Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 179: To Abbot Sergius

ΡΟΘ΄. — Σεργίῳ ἡγουμένῳ.

Χάρις Κυρίῳ, ὅτι ὑγιαίνει ἡ τιμιότης σου· τοῦτο γὰρ ἀνήγγειλε τὸ γράμμα, καὶ ἡ δυὰς τῶν ἀδελφῶν. Ἀπεδεξάμεθα δὲ καὶ τὴν πρόθεσιν τοῦ ἐπιθυμεῖν σε ἀφῖχθαι πρὸς ἡμᾶς, κωλυθέντα γε μὴν ὑπὸ τῆς συνοχῆς τῶν ἐμφυλίων πολέμων, καὶ τῆς κατὰ τὴν ὁδὸν ἀπηρείας· ἅτινα κακὰ Κύριος ὁ Θεὸς ἡμῶν διασκεδάσει ἐν τάχει, ἐπανάγων εἰς εἰρήνην τὸ ὑπήκοον, καίγε ἀπαλλάττων τῆς τῶν Ἀγαρηνῶν ἐπιδρομῆς. Ἐδιδάχθημεν γὰρ καὶ τὴν περὶ αὐτῶν ῥομφαίαν, οἷα καὶ ἡλίκη γέγονεν ἐν τοῖς αὐτόθι. Καὶ ταῦτα πάντα ἐπιτίμιά ἐστι παρὰ Θεοῦ, ἐπὶ τῇ ἁμετανοήτῳ ἡμῶν κακίᾳ. Ὅμως σὺ, ἄνερ ἀγαθὲ, καὶ ἀδελφὲ τιμιώτατε, στῆθι καὶ ἀνδρίζου ἐν τῷ καθηγεῖσθαι τῆς ἀδελφότητος· μὴ ὑποπίπτων ἀθυμίᾳ, κἂν πολλαὶ αἱ δυσκολίαι· μὴ ἀποκάμνων ταῖς ἀπορίαις, κἂν ἡ ἰσχὺς δαπανᾶται. Ἀλλὰ πρῶτον μὲν, ὃ καὶ πρώτου λόγου ἐστὶ ζήτημα, τὴν πίστιν φρούρει ἀσφαλῆ καὶ ἀκράδαντον, φεύγων τὴν κοινωνίαν τῶν ἑτεροδόξων παντοίῳ τρόπῳ. Ἴσθι γὰρ ὅτι διωγμὸς πάρεστι· καὶ οὐ τελειότητος, τὸ ὑμᾶς οἴκοι καθέζεσθαι, καὶ ἀδιώκτους διαμένειν· τῶν ζηλωτῶν τῆς εὐσεβείας πολλὰ πεπονθότων· καὶ μαρτυρίου διάδημα στεψαμένων τινῶν. Ὥστε ἀκριβοῦς ζωῆς ὑμῖν χρεία, ἀναπληρούσης τὸ ἐλλιπὲς τῆς ἡλικίας, ἣν ὑπέπεσεν ὁ προκαθηγησάμενος ὑμῶν, καὶ δι᾽ αὐτοῦ πάντες ἡμεῖς τῇ ἐκείνου παραδοχῇ. Οἷα γὰρ ἡ κεφαλὴ, τοιοῦτον καὶ τὸ ὅλον σῶμα. Καὶ ταῦτα λέγω, οὐχ ἵνα διαλυθῆτε, ἀλλ᾽ ἵνα συντηρῆσθε ἀκριβῶς, καὶ ἐπιῤῥώννυσθε τῇ ἀμεθεξίᾳ τῆς αἱρέσεως. Δεύτερον, νήφων νῆφε, καὶ γρηγορῶν γρηγόρει· ὅτι πολλοὶ οἱ πολεμοῦντες ἡμᾶς ἀπὸ ὕψους· ὅτι πολλὰ τὰ θήρατρα τοῦ διαβόλου· Ὅτι ὡς λέων ὠρυόμενος ζητεῖ τίνα καταπίῃ. Καὶ ὃν μὲν ἡδονῇ σαρκὸς πειρᾶται ῥοφῆσαι· ὃν δὲ ἀπιστίας νοσήματι διαῤῥῆξαι τῆς συναφείας τῶν ἀδελφῶν. Καὶ ἄλλον φθόνου βέλεσι κατατιτρώσκει, Κάϊν ἄλλον ἀποδεῖξαι βουλόμενος· ἕτερον δὲ φιλαργυρίας πτώματι καταβάλλει, Ἰούδαν δεύτερον γνωρίσαι γλιχόμενος. Καὶ ἅπαξ ἁπλῶς, ἔργον αὐτοῦ νύκτωρ καὶ μεθ᾽ ἡμέραν, ἡ καθ᾽ ἡμῶν ἀπώλεια. Σκόπει, φυλάττου τρόποις καὶ λόγοις τὰ πρόβατα τοῦ Χριστοῦ. Καὶ ὁ μισθός σου πολὺς παρὰ Θεοῦ. Αὐτὸς γὰρ εἴρηκε πρὸς τὸν κορυφαῖον τῶν ἀποστόλων· Σίμων Ἰωνᾶ, φιλεῖς με πλέον τούτων; Ποίμαινε τὰ πρόβατά μου. Ὥστε ἀπόδειξις τῆς εἰς αὐτὸν ἀγάπης, ἡ ποιμαντικὴ κατὰ λόγον ῥάβδος.

· Contents ·