Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 181: To the Empress Mary
ΡΠΑ΄. — Μαρίᾳ βασιλίσσῃ.
Ὁποῖοι ἡμεῖς καὶ τίνες οἱ εὐτελεῖς, ἀπολογίας ἠξιωμένοι ἐπὶ τοῖς συμβᾶσιν ἀνιαροῖς, πρὸς δὲ καὶ ἐπαίνοις ὑπεράγαν ἀφοσιωθέντες παρὰ τῆς ὑπερτίμου σου κυριότητος; Ὅμως ὅτι ἀποδεδέγμεθα τὸ εὐσυγκατάβατόν σου τῆς εὐσεβείας, διδάξει τὸ ἀληθὲς τῶν πραγμάτων· ἐπείτοιγε καὶ ἀναγκαῖον, ἀπαλλάξεις τοὺς πολλοὺς ψευδοεποῦς ὑπολήψεως, εἰωθυίας ἐν ταῖς τοιαύταις ὑποθέσεσι παρεισκρίνεσθαι, καὶ οὐ θαυμαστόν. Ῥυϊσκόμενος γὰρ ὁ λόγος σκίδναται ἐπὶ πολλοῖς· οὐκ ἔχων ἐφ᾽ ἑκάστῳ τἀληθὲς ἐντελῶς. Ἡμεῖς δὲ ποίοις λόγοις χρησόμεθα, πειρώμενοί σου θεραπεύειν τὸ ἄλγος τῆς πολυωδύνου καρδίας; ἢ τίσι πραοτέραις ἐπαφαῖς λειᾶναι σου δυνηθείημεν τὸ τραχύνον τῆς ψυχῆς; Ἤνεγκας τοιγαροῦν ἵν᾽ ἐξ ἀρχῆς ἡμῖν προΐοι ὁ λόγος· ἄδικον ὁμοζύγου χωρισμόν· συνεκραγεῖσα καὶ τοῦ κράτους, ἐφ᾽ ᾧ δεδόνηται ὁ κόσμος. Ἐλεεινὸν θέαμα! Ἡ μοιχαλὶς πορφυροφοροῦσα, καὶ ἡ βασιλὶς μελανειμονοῦσα· ἡ δούλη δεσπόζουσα, καὶ ἡ δέσποινα θητεύουσα. Καὶ ἵνα τἄλλα παραδράμωμεν· σοῦ τῆς παθούσης μᾶλλον εἰδυίας, ὑπὲρ ἡμᾶς τοὺς ἀγνῶτας· ἤνεγκας ἐξορίαν ὑπὲρ ἀληθείας, ἐκτμηθεῖσα τοῦ γνησίου σπλάγχνου. Κἀνταῦθα καὶ ὁ πόνος μέγας, καὶ ὁ ὕμνος σοι μάλα παρά τε Θεῷ καὶ πᾶσι τοῖς εὐσεβέσι. Τρίτη πληγὴ ἡ παροῦσα· ἐφ᾽ ᾗ τὸ δέον παραδεῖξαι κεκελεύσμεθα. Ἄλλα μὲν οὖν ἄλλοι φθέγξονται συνέπεσθαι μητέρα θυγατρί. Ὅτι τοῦτο καὶ θηρίοις φασὶ φυσικῇ ὁλκῇ συμβαῖνον. Ἴδοι τις ἄν· ἡμεῖς δὲ οἱ εὐτελεῖς τὰ τοῦ Δεσπότου· Τίς ἐστιν ἡ μήτηρ μου; καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; Καὶ αὖθις· Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὴν θυγατέρα, οὐκ ἔστι μου ἄξιος. Τί τὸ συναγόμενον; τὸ τὴν σὴν θεοσέβειαν οἴκοι μένειν, τῆς Αὐγούστης ἐχούσης τὰ βασίλεια ἐφ᾽ ᾧ δέδεικται ἡ εὐαγγελικὴ μάχαιρα τὴν τομὴν ἐπάγουσα. Ταῦτα σύγγνωθι, δέσποινα, σὺν πολλῇ προσοχῇ καὶ συνοχῇ καρδίας τεθαῤῥήκαμεν, ὡς ἂν εἰς οὖς ὁμιλοῦντες, ἐπιστεῖλαι ὑπὲρ ἀμφοτέρων προσευχόμενοι τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας νῦν τε καὶ πρὸς τὸ ἑξῆς.