Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 182: To Basil the Monk
ΡΠΒ΄. — Βασιλείῳ μονάζοντι.
Οὐ παραιτούμεθα γράφειν τὸν ταπεινὸν ἡμῶν λόγον, ὁσάκις ἂν εὐλόγως ἐπιζητῇ ἡ τιμιότης ὑμῶν· εἴπερ καὶ εἴη λυσιτελῶν ὑμῖν. Αὐτὸ γὰρ τοῦτο καὶ ἐν τῇ προλαβούσῃ ἐπιστολῇ ἐπεσημηνάμεθα. Οὐκοῦν καὶ νῦν προσιέμεθα αὐτὸν, ὁμοῦ μὲν παρακλητικὸν, ὁμοῦ δὲ καὶ ὑπομνηστικόν. Τίς δὲ ὁ παρακλητικός; Ὅτι ἐπειδὴ ἀπεβίωσεν ἐν Κυρίῳ ἡ καθηγουμένη σὺν δεκαδικῷ ἀριθμῷ ἀδελφότητος, ὥς φατε, οὐκ ἀπαθὲς τὸ δρᾶμα, ἀλλὰ καὶ λίαν ἐκστατικόν· ἐπείπερ κεφαλῆς ἀπούσης ὅλον τὸ σῶμα νεκρὸν, καὶ μελῶν τῶν τιμιωτάτων ἐκκοπέντων τὰ ἐναπολειφθέντα εἰδεχθῆ. Τοιοῦτον οὖν ὅσον τὸ κατὰ σάρκα τὸ γεγονός. Ἀλλ᾽ ἐπειδὴ πνευματικὰ πνευματικοῖς συγκρίνονται, ὁμοῦ μὲν λυπηρὸν, ὁμοῦ δὲ καὶ περιχαρὲς τὸ συμβάν· τὸ μὲν διὰ τὴν στέρησιν, τὸ δὲ διὰ τὴν ἐλπίδα. Παρεπέμψατε καθηγουμένην ἱερὰν ὅτι μάλιστα, καθὼς διηγεῖσθε, ἀδελφὰς σεβασμίας· χαρᾶς ὑπόθεσις· ἐκείνων μὲν τῶν προσληφθεισῶν, ἑτοιμαζουσῶν ὑμῖν τόπον ἀναπαύσεως διὰ πρεσβευτικῆς ἐντεύξεως, ὡς ἂν οἱ προκαταλαμβάνοντες καθ᾽ ὁδὸν τὰ καταλύματα· ἡμῶν δὲ τῶν ἀπομεινάντων, ἤγουν ἀπομεινασῶν, ζηλούντων καὶ ζηλουσῶν προκαταλαβέσθαι τὸν ἀγαθὸν βίον, καὶ τὴν σεμνὴν πολιτείαν· καὶ ἀεὶ ἐκεῖ βλεπόντων καὶ βλεπουσῶν, ὅπου μικρὸν ὕστερον συντευξόμεθα τῇ κατὰ Θεὸν μητρὶ καὶ ταῖς ἀδελφαῖς. Ἴδε τοιοῦτον τὸ καθ᾽ ὑμᾶς πάθημα εὔελπι καὶ περιχαρὲς, καὶ οὐχ ὡς τῶν κατὰ σάρκα τεθνηκότων· οἱ θρήνοις καὶ κοπετοῖς ἀλόγοις βαλλόμενοι, ἴσα τοῖς μὴ ἔχουσιν ἐλπίδα ἔθνεσι, λύπης πεπλήρωνται. Διὰ τοῦτο οὐδὲ ἐπιθημητὴ αὐτοῖς ἡ μετάστασις, ἀλλὰ καὶ λίαν φευκτέα. Ἡμῖν δὲ οἷς τὸ ζῆν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος· χαρᾶς περιπέτεια ἡ κοίμησις τῶν πνευματικῶν Πατέρων, ὡς ἐν Κυρίῳ ζώντων, καὶ μᾶλλον τῆς ἐνθάδε ζωῆς ὑψηλότερον καὶ ἀθανατώτερον.
Ἀποῤῥίψαντες οὖν καὶ ἀποῤῥίψασαι πᾶσαν ἄλογον λύπην καὶ ἀγεννὲς δάκρυον, καθ᾽ ὃ κατέστησε, χάριτι Χριστοῦ· ὁ μὲν ἐπὶ τῇ καθηγήσει τοῦ ἀνδρῶνος· ἡ δὲ ἐπὶ τῇ ἀφηγήσει τοῦ παρθενῶνος· Νήφετε, γρηγορεῖτε, ἀνδρίζεσθε, κραταιοῦσθε· πάντα ὑμῶν ἐν ἀγάπῃ, πάντα ἐν φυλακῇ ἐντολῶν, κατὰ τὰς ὑποθήκας τοῦ ἁγίου Βασιλείου. Μεταξὺ δὲ ὑμῶν τοῖν δυοῖν μοναστηρίων ἔστωσαν· ἵνα ἀπρόσκοπον καὶ ἀνένοχον βίον διανύοντες καὶ διανύουσαι, δοξάσητε τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν· ἕτερον ὑφ᾽ ἑτέρου μοναστήριον θεοπρεπῶν συγκροτούμενόν τε καὶ συνιστάμενον, δηλονότι σοῦ τοῦ ἀδελφοῦ Βασιλείου, τοῦ καὶ γεγραφότος ἡμῖν, καὶ συνεγνωσμένου, συμπαρόντος καὶ συναντιλαμβανομένου ἑκατέρας τῶν μόνων καθ᾽ ὅσον οἷόν τε, καὶ μὴ ὅτι οὐχ ὑπέχεις λόγον προεστῶτος· ἀλλ᾽ ὡς τῆς ἐφέσεώς σου πληρωθείσης διὰ τῆς τοῦ προβληθέντος ἀναδοχῆς· μᾶλλον ἑαυτὸν συνεισβάλλων καὶ συνεπαμύνων τὰ δέοντα. Ἔχετε τοιγαροῦν καλὰ παραδείγματα εἰς ἀρετῆς ἐπίδοσιν, τὰς ἐκδημησάσας εἶτ᾽ οὖν ἐκδημήσαντας. Ἔχετε τοὺς βίους τῶν ἁγίων, τὰς νομοθεσίας τῶν Πατέρων. Ἔχετε τὸ μεῖζον αὐτῶν τὸν ποιητὴν τῶν ὅλων Θεὸν ἐν μέσῳ ὑμῶν κατὰ τὴν ἀψευδῆ αὐτοῦ ἐπαγγελίαν. Ἔχετε τὴν ἁγίαν Θεοτόκον ἐπίκουρον, τοὺς πάντας ἁγίους πρεσβευτάς. Ἔχετε καὶ τὴν ἡμῶν οὐθενότητα προθυμουμένην ὑμῖν ἐν τἀγαθῷ. Πάντα οὖν εὖ πράξατε, πάντα εἰρηνικῶς διατελέσατε. Πάντοτε χαίρετε· ἀδιαλείπτως προσεύχεσθε· ἐν παντὶ εὐχαριστεῖτε, βοᾷ ὁ μέγας Ἀπόστολος· οὗ ταῖς πρεσβείαις σωθείημεν καὶ ἡμεῖς καὶ ὑμεῖς.