Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 192: To Irene the Patrician

ΡϟΒ΄. — Εἰρήνῃ πατρικίᾳ.

Τῆς ἀγαθῆς σου πεποιθήσεως σύμβολον τὸ ἡμᾶς τοὺς ταπεινοὺς προσαγορεῦσαι, κυρία τιμιωτάτη μοι, διὰ τοῦ ἠγαπημένου ἡμῶν ἀδελφοῦ Κυρίου Πέτρου καὶ συγγενοῦς σου· δι᾽ οὗ καὶ ἡμεῖς ἀντιπροσαγορεύομεν ὀφειλομένως, ἐπαινοῦντές σου τὸ εὐσεβὲς, καὶ εὐζήλωτον ἐν ἀγαθοῖς. Ὅτι τοῦτο καὶ ἀφ᾽ ἑαυτῶν ἴσμεν, καὶ παρὰ τοῦ ἀδελφοῦ πολλάκις διδασκόμεθα· καί γε ὡς διὰ Θεοῦ ἀγάπην, καὶ αὐτὸν διὰ τιμῆς ἄγοις, ἀξίως τῆς ἐνούσης σοι ἀρετῆς, καὶ τῆς τοῦ ἀνδρὸς πολιτείας. Ἐπειδὴ δὲ ἠρώτησας περὶ τοῦ μοναστηρίου τοῦ ἐπιλεγομένου τοὺς Λέοντας, ὡς εἰ δέοι ἀνδρεῖον αὐτὸ καταστήσασθαι· οὕτως αἱρέσεως ἔχουσα ἐν τῷ μετασχηματισμῷ τοῦ πρὶν γυναικείαν μονὴν ὀνομαζομένου καὶ χρηματίσαντος· τοῦτο ἀποκρίνεσθαι ἔχομεν· ὅτι εἰ μὲν νεωστὶ ἦρκταί σοι καθιεροῦν τὸν τόπον, ἐξὸν ὅπερ αἱρῇ διαπράξασθαι. Ἐπειδὴ δὲ προκαθιέρωται διὰ τῆς ἐν μακαρίᾳ μνήμῃ τελεσθείσης σου θυγατρὸς ἐκεῖσε καθηγουμένης, καὶ τοῦτο ἐπὶ χρόνοις ἱκανοῖς διακρατησάσης, μετὰ καὶ συνοδίας παρθενικῆς· εἰ καὶ ὅτι μετάθεσις γέγονεν ἐκ τοῦ προλαβόντος ἐμφυλίου πολέμου, τῆς ἀδελφότητος τῶν ἐκεῖσε, αὐτῆς τε τῆς ἡγουμένης δεῦρο κατακειμένης ἐν θήκαις ὁσίαις μετὰ καὶ προλαβουσῶν ἄλλων ὁμοταγῶν ψυχῶν· οὐ θεμιτὸν, ὡς οἶμαι, κυρία, ἐξαλλαγὴν ποιήσασθαί σε· μάλιστα τῶν ἀφεθεισῶν ἀδελφῶν καὶ τέκνων τῆς προηγησαμένης ὧδε αἱρουμένων λατρεύειν Θεῷ, ἔνθα καὶ ἡ καθηγουμένη κατάκειται. Ἀποστολικὸς ὁ λόγος ἐστίν· Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω. Μονὴ ἐκλήθη γυναικεία· τίς λόγος τῆς μεταλλαγῆς ἀνδρώνυμον γενέσθαι; καίτοι ἀνδρῶν μὴ κατ᾽ ὀφθαλμοὺς φαινομένων, καὶ τῶν ἐκβεβλημένων οὐκ ἀνεχομένων μὴ οὐχὶ ἐκεῖσε διαζῇν. Εἰ δὲ ὅτι γέγονε πολλάκις ἐξαλλαγὴ ἔν τισι μοναστηρίοις, ἀλλὰ κατὰ διωγμοῦ αἰτίαν, καὶ ὑφαρπαγὴν οὐχ ὁσίαν, καὶ ἐξουσίαν οὐκ ἔνθεσμον. Οἷς δὲ καὶ πίστις ὀρθὴ καὶ βίος μὴ ἀνθιστάμενος, τούτοις ἀκόλουθον ἂν εἴη ἐνθέσμως καὶ κανονικῶς λέγειν καὶ πράττειν. Διὰ τοῦτο καὶ παραινοῦμεν καὶ ἀντιβολοῦμεν, ὡς αὐτῆς τῆς μακαρίας θυγατρός σου φωνὴν ἀφιείσης δι᾽ ἡμῶν τῶν ταπεινῶν· μενέτω τὸ μοναστήριον οἱ Λέοντες γυναικεῖον χρηματίζον, καὶ φρουροῦν τὰς καταλειφθείσας θυγατέρας αὐτῆς, ἐν πνεύματι λάτριδας Θεῷ. Τοῦτο γὰρ σὺν ἐκείνῃ καὶ τῇ σῇ θεοσεβείᾳ κλέος ὅτι μάλιστα, καὶ ἀνεπίψογον τοῖς ἐπισκήπτουσι τὰ ἡμέτερα· ὅπερ παρεγγυᾷ ὁ Ἀπόστολος λέγων· Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις, καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Ἐπεὶ ἐὰν μὴ οὕτω πράξοις, τὸ μὲν δρᾶμα στάσιν οὐχ ἕξει, ἅπαξ κινηθὲν ἐκ τοῦ καθήκοντος εἰς τὸ παρὰ φύσιν· ἡμεῖς δὲ οὐκ ἔξω κωμωδίας, προσθείην δ᾽ ἂν καὶ κατακρίσεως ἀπενεγκοίμεθα παράπτωμα.

· Contents ·