Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 191: To Philotheus the Founder

ΡϟΑ΄. — Φιλοθέῳ κτήτορι.

Μέγα κέρδος ἡγεῖταί σου ἡ τιμιότης, ὥς φησι, δεχομένη ἡμῶν γράμματα, ὁμοῦ τε καὶ μνημονευομένη πρὸς ἡμῶν αὐτῶν. Τοῦτο δὲ τῆς σῆς θεόφρονος διανοίας ταπεινοφροσύνῃ πολλῇ κεχρημένης ἐγκώμιον, οὐχ ἡμῶν τῶν ταπεινῶν, καὶ οὐδενὸς ἀξίων λόγου. Ὅμως κατὰ τὴν πεποίθησιν αὐτῆς λήψεται τὸν μισθὸν ὑπὸ τῆς τοῦ ἀγαθοῦ ἡμῶν Θεοῦ δικαιοκρισίας, ἀμειβομένου τὴν πίστιν ἑκάστου ἀμοιβαῖς οὐρανίαις, καὶ εἰς ἑαυτὸν τὸ τοῦ πέλας γιγνόμενον Χριστοειδῶς ἀνατιθεμένου. Ἡμεῖς δὲ τῷ ὄντι χαίρομεν, ἀνδρὶ τοσούτῳ καὶ τηλικούτῳ φιλιάζειν γνωρίσαντες· οὗ ἡ ἀρετὴ διαπρύσιος, καὶ ὁ ἔπαινος δικαιότατος, καὶ τὸ πολίτευμα πολλοῖς ὑπόδειγμα τοῖς ἐθέλουσιν εὐσεβεῖν ἐν τῇ παρούσῃ γενεᾷ, ὡς ἐν περιωπῇ ὅρους ἀρετῶν προκείμενον. Καὶ φερωνύμως ὡς ἀληθῶς ἐξέλαμψας φιλόθεος, φίλτρῳ Θεοῦ τὸ ἄπραγμον καὶ ἡσύχιον αἱρησάμενος, ἐπιτηρήσει θείων ἐντολῶν, καὶ ἐπιτεύξει τῶν αἰωνίων ἀγαθῶν. Καίτοι ὑπάρχων, καὶ κατὰ ἰδέαν ἄξιος τυραννίδος, καὶ κατὰ γένος ὑπέρλαμπρος τὸ αἷμα· ἀλλ᾽ ὁ θεῖος πόθος σβέσας ταῦτα πάντα, καὶ οὐδαμινὰ δείξας, ὅπερ καὶ ἀληθὲς, πρὸς τὴν ὑπέρφωτον τῆς θείας ὡραιότητος ἦρέ σου τοὺς τῆς διανοίας ὀφθαλμοὺς, αἴγλην ἐκεῖ βλέπειν, ἐκεῖ φαντάζεσθαι, ἐκεῖ μετατιθέναι τὸ πολίτευμα, οὗ χαρὰ ἀνεκλάλητος, ἔνθα ζωὴ ἀκήρατος, ὅπου ἡ ἔλλαμψις τῆς μακαρίας καὶ ἀρχικῆς Τριάδος. Ἀλλὰ γένοιτό σοι, ὦ θαυμάσιε καὶ ἐπιπόθητε ἡμῖν, ἐπαύξησις ἀρετῆς ἔτι καὶ ἔτι, καὶ θησαύρισις ἀγαθῶν ἔργων, εἰς τὸ μεγαλεμπόρως ἀπᾶραί σε τῶν ἐνθένδε, ἐπὶ μεθέξει τῶν ἀϊδίων. Σὰ μὲν οὖν τῆς προσηγορίας ἐνταῦθα κείσθω. Ἐπειδὴ δὲ καὶ περὶ τοῦ πρεσβυτέρου ἐπηρώτησας αὖθις, ὑποδείξας τὸ ἀνεξαγόρευτον ὄφλημα· ἐκεῖνο λέγομεν, ὅτι ὁ κανὼν οὐδὲ εἰς διγαμοῦντος γάμον ἑστιαθῆναι τὸν πρεσβύτερον παραχωρεῖ· πόσῳ γε μᾶλλον στεφανῶσαι τὸν τοιοῦτον; Ὁ γὰρ στέφανος ἐπιτίθεται ἐπὶ τῷ νικῶντι τὴν ἀκρασίαν, καὶ τὸ τῆς παρθενίας κλέος ἀποσωσαμένῳ. Ὁ δὲ διγαμῶν, πρὸς τῷ μὴ ἄξιος εἶναι στεφανωθῆναι, καὶ ἐπιτιμίοις ὑποβέβληται κανονικῶς. Πῶς οὖν οὐκ ἔδεισε στεφανῶσαι τοὺς ὑπὸ κανόνας κειμένους τῆς διγαμίας; Παρ᾽ ἡμῶν τοίνυν, σύγγνωθι, ἵνα μηδὲν ἦν ἄλλο αἰτίαμα, οὐκ ἐπιτέτραπται τὸ καθόλου ἱερουργεῖν· οὐκ οἶδ᾽ ὅτι εἰ μή τι κατ᾽ οἰκονομίαν, μεταδιδόναι ὑμῖν τῶν ἁγιασμάτων, παρὰ σεσωσμένου πρεσβυτέρου τετελεσμένων. Περὶ τοῦ ἀναγνώστου, ὅτι ἐπέστρεψεν ἐπιτιμιασθεὶς, δίκαιόν ἐστιν ἕως καιροῦ συνόδου μὴ ἀποστολίζεσθαι αὐτόν· ὁ μὲν γὰρ πρεσβύτερος εἴργεται τῆς λειτουργίας ἐπιτιμιασθεὶς, ὁ δὲ διάκονος τῆς διακονίας, καὶ ὁ ἀναγνώστης τῆς ἀναγνώσεως. Ἡμεῖς οὕτως φρονοῦμεν καὶ τυποῦμεν. Ὡς δὲ ἡ εὐσέβεια ὑμῶν νομίζει, ποιείτω.

· Contents ·