Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 194: To John the Grammarian
ΡϟΔ΄. — Ἰωάννῃ γραμματικῷ.
Ἐν λόγοις ἐληλυθότος μου τῶν σεπτῶν εἰκόνων, παρῆν δὲ συνδιαλεγόμενος Πλάτων ὁ ἡμέτερος· ἔφη δὴ πάλαι εἰληφυῖαν τὴν λογιότητά σου, ἐπιστολὴν ἐμὴν, περὶ τῆς αὐτῆς ὑποθέσεως ἠπορηκέναι, πῶς οὐκ εὐκρινῶς δογματισθεῖσαν, ἢ τάχα που καὶ παρακομίζουσαν τοῦ ἀληθοῦς τὸν ἀκροατήν. Ἐγὼ δὲ εἰ μὲν τῶν ὡς ἔτυχεν ἦν ὁ βαλὼν, οὐ ταχέως ἐπεστράφην ἂν, εἰδὼς καὶ φθόνου βολίδας, καὶ ἀγνώτων ἐπιτιμήσεις ὑποίσειν. Ἐπεὶ δὲ παρὰ φίλου ἡ ἐπίληψις, καὶ φίλου σοφωτάτου· ἀναγκαῖον ᾠήθην αὐτὴν τὴν ἐπιστολὴν ὑπ᾽ ὄψιν ἀγαγεῖν· καὶ καθ᾽ ὅσον οἷον τέ μοι ἐπικριθεῖσαν, ἀποστεῖλαι τῇ φιλότητί σου· ἢ ἀπολύουσαν τῆς ἀπορίας, ἢ ἐπανορθουμένην ὑπὸ τῆς ἀγχινοίας σου. Δεῖ γὰρ ἀντεισάγεσθαι πρὸς τοῦ ἐπιτιμῶντος τὴν οἰκείαν γνώμην τῆς μεμφθείσης ὑπολήψεως. Ἔστιν οὖν ἡ ἐπιστολὴ ἥδε·
Θεόδωρος Ἀθανασίῳ. « Πῶς, φὴς, οὐ λατρεύεται ἡ εἰκὼν Χριστοῦ, ἀλλ᾽ ὁ ἐν αὐτῇ προσκυνούμενος Χριστὸς, μιᾶς οὔσης ἐπὶ ἀμφοῖν προσκυνήσεως; Ὅτι ἐπ᾽ αὐτοῦ δὴ Χριστοῦ λατρευτικὴ ἡ προσκύνησις ( προσκυνῶν γὰρ αὐτὸν, συμπροσκυνῶ τὸν Πατέρα καὶ τὸ ἅγιον Πνεῦμα· ὅπερ ἐστὶν ἡ Τριαδικὴ ὁμοῦ προσκύνησις καὶ λατρεία)· ἐπὶ δὲ τῆς εἰκόνος ἡ αὐτὴ μὲν (πῶς γὰρ οὔ; ὧν γὰρ ἓν τὸ κράτος καὶ ἡ δόξα μία, τούτων δηλαδὴ ἓν τὸ σέβας, καὶ μία ἡ προσκύνησις), σχετικὴ δὲ ὅμως, ἤγουν ὁμωνυμική. Προσκυνῶν γὰρ αὐτὴν, οὐ συμπροσεκύνησα, ἀλλὰ προσεκύνησα Χριστὸν, οὐ διαιρούμενον καθ᾽ ὑπόστασιν, ἀλλὰ διαφορούμενον κατὰ τὸν τῆς οὐσίας λόγον· ὅπερ ἐστὶ σχετικὴ, ἀλλ᾽ οὐ λατρευτικὴ, κἂν ἡ αὐτή· ἐκεῖ μὲν οὕτως νοουμένη καὶ λεγομένη, καθότι τριαδικὴ, ἤγουν φυσική· ἐνταῦθα δὲ τὸ ἔμπαλιν, καθότι σχετικὴ, ἤγουν ὑποστατική. Εἰ γὰρ εἴποις, λατρευτικὴ, ἐσήμανας σεσαρκῶσθαι, ὡς τὸν Υἱὸν, τόν τε Πατέρα καὶ τὸ Πνεῦμα· ὅπερ ἐστὶν ἔκτοπον. Τοιγαροῦν προσκυνῶν τὴν εἰκόνα Χριστοῦ, οὐ τὴν θεότητα προσκυνῶ, ὥς φασί τινες· τοῦτο γὰρ τῆς Τριάδος σημαντικόν· καὶ οὐ σεσάρκωται ἡ Τριάς· ἄπαγε! ἀλλὰ τί; αὐτὸν Χριστὸν σχετικῶς. Μόνος γὰρ αὐτὸς ὁ σαρκωθεὶς Θεὸς Λόγος. Προσκυνῶν δὲ αὐτὸν Χριστὸν, δηλονότι συμπροσεκύνησα τὸν Πατέρα ὁμοῦ καὶ τὸ Πνεῦμα. Ὥστε διὰ τῆς εἰκόνος σχετικὴ εἰκότως ἂν νοοῖτο καὶ λέγοιτο· ἐπ᾽ αὐτοῦ δὲ Χριστοῦ λατρευτική· ὡς συνεπινοουμένου τε καὶ συμπροσκυνουμένου τοῦ τε Πατρὸς καὶ τοῦ Πνεύματος. »
Καλῶς οὖν, ὦ τᾶν, ἔχειν μοι δοκεῖ τὸ θεώρημα, ἐπὶ μὲν τῆς μακαρίας καὶ προσκυνητῆς Τριάδος τὴν, σὺν, πρόθεσιν εἰλῆφθαι. Ἡ γὰρ, σὺν, διάκρισιν τῶν ὑποστάσεων ὑποφαίνουσα, ἑνότητα φυσικὴν παρίστησι· καθὼς ἐπὶ τοῦ συμβόλου τῆς πίστεως παρὰ πᾶσι Χριστιανοῖς ἄδεται. Ἐπὶ δὲ τῆς προσκυνήσεως Χριστοῦ τε καὶ τῆς αὐτοῦ εἰκόνος οὐκ ἔχει χώραν ἡ, σὺν, πρόθεσις εἰλῆφθαι· ἢ γὰρ ἂν, εἰς δυάδα ὑποστάσεων κατὰ τὸν τῆς ἀκολουθίας λόγον διιστᾶσα τὴν μίαν ὑπόστασιν, ἀποκομίσῃ ἡμᾶς εἰς τὸ τῆς κτισματολατρείας ἀσέβημα. Οὐκοῦν εἰκότως ἡ ἀντωνυμία παρελήφθη, ἥτις τὸ ἑνιαῖον τῆς ὑποστάσεως ἐπ᾽ ἀμφοῖν τηρήσασα διίστησι τὸ ἑτεροῖον τῶν φύσεων. « Καὶ γοῦν, φησὶν ὁ πάνσοφος Διονύσιος, ἑκάτερον ἐν ἑκατέρῳ παρὰ τὸ τῆς οὐσίας διάφορον. » Διαφορότητα οὖν οὐσίας φήσας, ταυτότητα δηλονότι ὑποστάσεως, κατὰ τὸ ἑκάτερον ἐν ἑκατέρῳ ὑπέδειξε· καθ᾽ ἣν καὶ ἡ κατὰ σχέσιν προσκύνησις τεθεώρηται. Ἡ γὰρ σχέσις, ὥς φασι, τῶν πρός τί ἐστιν· ἅμα τε γάρ ἐστι, καὶ ἀντιστρέφει πρὸς ἄλληλα, οἷον ὀρχέτυπον πρὸς εἰκόνα. Οὐ γὰρ ἂν εἴη θάτερον μὴ θατέρου παρόντος· καθὸ καὶ περὶ τῶν ἅμα πεφιλοσόφηται. Πρόσκειται δὲ, ἤγουν ὁμωνυμική· καί γε τῆς αὐτῆς ἐμφάσεως καὶ ἥδε ἡ λέξις. Τὸ γὰρ ὄνομα, ὀνομαζομένου ὄνομα. Ὥστε κἀνταῦθα τῶν πρός τι ὁ λόγος· ἐπεὶ καὶ κατὰ φιλοσοφίας λόγον ὁμώνυμά ἐστι διδασκόμεθα, ὧν ὄνομα μόνον κοινόν· ὁ δὲ κατὰ τούνομα λόγος τῆς οὐσίας ἕτερος· οἷον αὐτὸς Χριστὸς, καὶ ὁ γεγραμμένος. Ἐπεὶ δὲ καὶ, ὑποστατικὴ, πρόσκειται, τοῦτο διαῤῥήδην ὡμολόγηται· ὅτι οὐχ ἑτέρα ὑπόστασις παρὰ τὴν τοῦ Χριστοῦ ἐν τῇ αὐτοῦ εἰκόνι, ἀλλ᾽ αὐτὴ δὴ ὑπόστασις Χριστοῦ, ἤγουν ὁ χαρακτήρ τῷ τῆς μορφῆς αὐτοῦ εἴδει ἐκφαινόμενός τέ ἐστι ἐν τῇ εἰκόνι καὶ προσκυνούμενος· καὶ ἔῤῥωται ὁ πᾶς λόγος τοῖς ὑγιῶς φρονοῦσι. Πρὸς δὲ τὸ πίστωσιν ἔχειν μᾶλλον τὸν λόγον, ἀναγκαῖον ἡγησάμην τρεῖς χρήσεις Πατρικὰς ὑποθεῖναι τῇ ἐπιστολῇ· ὡς ἂν πληρωθῇ κἀνταῦθα· Ἐπὶ δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα, Γραφικῶς εἰπεῖν.
Τοῦ Χρυσοστόμου ἐκ τῆς ἑρμηνείας τοῦ Νιπτῆρος.
Ὅταν βασιλικοὶ χαρακτῆρες καὶ εἰκόνες εἰς πόλιν εἰσφέρωνται, ὑπαντῶσιν ἄρχοντες καὶ δῆμοι μετ᾽ εὐφημίας· οὐ σανίδα τιμῶντες, οὐδὲ τὴν κηρόχυτον γραφὴν, ἀλλὰ τὸν χαρακτῆρα τοῦ βασιλέως· οὕτως ἡ κτίσις, οὐ τὸ γήϊνον σχῆμα τιμᾷ, ἀλλὰ τὸν οὐράνιον χαρακτῆρα αἰδεῖται.
Τῆς ἐν Ἀντιοχείᾳ συνόδου ἐπὶ Θεοδωρίτου πατριάρχου.
Οὐχ ὡς ἕτερον τῇ μορφῇ, ἀλλ᾽ ὡς αὐτὸν ἕνα Κύριον ἐν μιᾷ μορφῇ ὄντα· καθ᾽ ὃν καὶ χαρακτὴρ εἷς πεφυκὼς τῆς τοῦ Πατρὸς ὑποστάσεως, καὶ πρὸ σαρκὸς ἀσώματος εἶς τε ῆν, καὶ ἐν σαρκὶ εἶς ἐστι, καὶ ἐν εἰκόνι ὁ αὐτὸς εἶς ὑπάρχει· μὴ διαιρούμενος εἰς δύο χαρακτῆρας· μήτε δὲ σχιζόμενος εἰς δύο δόξας· ἀλλ᾽ εἰς μίαν συναγόμενος. Καὶ μεθ᾽ ἕτερα· Ἀλλ᾽ ὥσπερ αὐτὸς εἶς ἐστιν ἐκ δύο τῶν ἐναντίων, καὶ εἰς ἐν συνάγεται πρόσωπον· οὕτω καὶ εἰκὼν αὐτοῦ μία τέ ἐστι, καὶ τοῦ αὐτοῦ ἑνὸς Χριστοῦ· καὶ οὐχ ἕτερον χαρακτῆρα ἐροῦμεν τὸν κατὰ σάρκα ἐπιφανέντα ἡμῖν, καὶ ἕτερον τὸν κατ᾽ εἰκόνα σχηματιζόμενον χαρακτῆρα ἐν εἴδει μορφῆς αὐτοῦ· ἀλλὰ τὸν αὐτὸν ἕνα· ἐπεὶ μήτε καθὸ σῶμα ὁ χαρακτὴρ εἴρηται, ἀλλὰ καθὸ ἀσώματον· καὶ τοῦτο μᾶλλον διὰ τοῦ θείου Χρυσοστόμου διευκρινηθήσεται, τὸν χαρακτῆρα οὐράνιον λέγοντος, ἐπείπερ καὶ ἐξ οὐρανοῦ, οὐ καθὸ σῶμα, ἀλλὰ καθὸ ἀσώματον, ὁ μονογενὴς Θεὸς κατελθὼν ἐκ τῶν οὐρανῶν ἐσαρκώθη, καὶ ἐπέφανε σῶμα περιθέμενος τὸ ἡμέτερον. Καὶ μετ᾽ ὀλίγα· Οὐκοῦν ἐπεὶ κατὰ ἀναφορὰν αὐτὸν δείκνυσι τὸν χαρακτῆρα, αὐτὸν Χριστὸν προσκυνοῦμεν, καὶ οὐ τὴν ὕλην τεχνικῶς σχηματιζομένην ἐν τῇ εἰκόνι.
Τῆς ἐν Νικαίᾳ συνόδου τὸ Β΄.
Καὶ ὁ προσκυνῶν τὴν εἰκόνα, προσκυνεῖ ἐν αὐτῇ τοῦ ἐγγραφομένου τὴν ὑπόστασιν.