Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 195: To Eudocia the Candidatissa
ΡϟΕ΄. — Εὐδοκίᾳ Κανδιδατίσσῃ.
Ἐδηλώθη μοι ὑπὸ τοῦ ἀδελφοῦ Σιλουανοῦ περὶ τῆς τιμιότητός σου, ὅτι ἐν λύπῃ ἐστὶ διὰ τὸ ἐγγίνεσθαί σοι φόβον τινὰ καὶ πτόησιν ἐν τῇ ψυχῇ ἄνευ τινὸς αἰτίας. Καὶ ἀκούσας οὐκ ἀπαθῶς ἤνεγκα ὁ ταπεινός· ἀλλὰ καὶ ἐλυπήθην, καὶ ηὐξάμην, εἰ καὶ ἀνάξιος ὑπακούεσθαι παρὰ Θεοῦ, λυθῆναι τὸ δέος ἐκεῖνο ἀπὸ σοῦ. Ἀλλὰ καὶ ἔτι κἀγὼ καὶ ὁ κύριος ὁ ἀρχιεπίσκοπος, καὶ οἱ ἀδελφοὶ συνεύχονται καταρραϊσθῆναι τὸ πάθος ἀπὸ τῆς εὐσεβείας σου. Τοῦτο δὲ, κυρία, ἀλλόκοτόν ἐστι τὸ πάθος, καὶ εὐκαταφρόνητον· καὶ οὐκ ὀφείλεις λογίζεσθαι αὐτὸ ὅλως ἐν τινι δυνάμενόν σε παραβλάπτειν· διότι τὸν Χριστὸν ἐνδεδυμένη, καὶ τὸν σταυρὸν αὐτοῦ ἔχεις ὅπλον· ἐφ᾽ ᾧ σημειουμένη, ἀποδιώκειν παραυτὰ πίστευε πᾶσαν σκαιωρίαν δαιμονικὴν, κἂν ἐν ἡμέρᾳ, κἂν ἐν νυκτὶ συμβαίνῃ σε ἐκθροεῖσθαι. Ψάλλε οὖν πρὸς Κύριον Ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. Καὶ πάλιν· Οὐ φοβηθήσομαι ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Καί· Εἰ ὁ Θεὸς ὑπὲρ σοῦ, τίς κατὰ σοῦ; οὗ καὶ τὸ σῶμα ἐσθίεις, καὶ τὸ αἷμα πίνεις· ἐφ᾽ οἷς καταπατοῦμεν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Μὴ τοίνυν συγκαταπέσῃς, μηδὲ ῥᾳθυμήσῃς ἐν τῷ ἀκαίρῳ τούτῳ φόβῳ· ἀλλ᾽ εὐθύμει ἐν Κυρίῳ· καὶ, ὑπομιμνήσκομεν, προσεύχου, καθὼς καὶ εἴθισταί σοι, νύκτωρ καὶ μεθ᾽ ἡμέραν, εἰ δύνῃ, καὶ μικρὸν ἀναγίνωσκε· καὶ ἡ εἰρήνη τοῦ Θεοῦ φρουρήσει σε, καὶ ἀπήμονα διατηρήσει ἐν πᾶσιν.