Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 4: To Theophylact, Bishop of Nicomedia
Δ΄. — Θεοφυλάκτῳ Νικομηδείας ἐπισκόπῳ.
Διετίαν ἄγω μεριμνῶν καὶ κάμνων τοῖς λογισμοῖς εἰς τὸ ἐπιστεῖλαί με τῇ ἱερᾷ σου κορυφῇ· καὶ μόλις μέχρι τοῦ νῦν ἐξεπλήρωσά μου ὁ ταπεινὸς τὸν πόθον. Ἀλλ᾽ εὔγε ὅτι ἀξιοῦμαι διὰ τοῦ γράμματος ἀσπάσασθαί σε τὸν ἐμὸν Πατέρα, τὸν στύλον τῆς ἀληθείας, τὸ ἑδραίωμα τῆς ὀρθοδοξίας, τὸν φύλακα τῆς εὐσεβείας, τὸ στήριγμα τῆς Ἐκκλησίας, τὸν νικηφόρον ἄνδρα, τὸν Χριστοφόρον ἀρχιερέα, τὸν ὁμολογίας Θεοῦ μάρτυρα. Μὴ γὰρ οὐ μαρτυρίου στέφανός σοι; ὅτι διὰ Χριστὸν ἐξόριστος, ἄποικος, πολύτλας· καὶ ταῦτα ἐν ἁπαλῷ τῷ σώματι ὅσον ἐκ φύσεως· προτετρυχωμένῳ δὲ ἐξ ἀσκητικῆς οἶδ᾽ ὅτι θεοδρομίας. Αὐχεῖ ἐν σοὶ τῶν ὀρθοφρόνων ὁ χορὸς, ὁ τῆς Νικομηδείας χῶρος χαίρει, καὶ εὐδοξεῖ προῖκα προβαλλόμενός σε τῇ ὑπ᾽ οὐρανόν· ἀποσεισάμενος τὰ πάλαι θρυλλούμενα ἐκ τῶν ἐκεῖσε προεδρευσάντων ὀνείδη. Εἰ δέ τι οἰκειότερον δεῖ φάναι· θυμηδιᾷ Ταράσιος ὁ ἐν ἁγίοις, ἐκ τῆς αὐτοῦ αὐλῆς καὶ χειρὸς πρόβατον πρὶν, ἔπειτα ποιμένα περιβόητον ὁρῶν, τανῦν ἀγωνιζόμενον καὶ προκινδυνεύοντα ὑπὲρ ὀρθοδοξίας· ᾗ συνεισήνεγκε τὰ παρ᾽ ἑαυτοῦ συνοδικῶς χάριτι Θεοῦ ἐν ἡμέραις Βασιλείας εἰρηνωνύμου καὶ εἰρηνοδώρου· ὡς συνδραμεῖν φερωνύμως τοῖς ὀνόμασι τὰ πράγματα. Ἀλλ᾽ ἐκεῖνα μὲν τοιαῦτα. Τὰ δὲ νῦν πικρά τε καὶ ἐπώδυνα. Πῶς γὰρ οὔ; θυσιαστηρίων ἀφανιζομένων, ἐκκλησιῶν πορθουμένων, ἄνω καὶ κάτω κυκώσης τῆς αἱρέσεως, καὶ Χριστὸν διωκούσης σὺν μητρὶ καὶ θεράπουσιν. Ἢ γὰρ οὐχ οὗτοι δεδιωγμένοι, τῶν ἁγίων εἰκόνων αὐτῶν πορθουμένων; Εἰ μὴ ἄρα καὶ τοῦ τύπου τοῦ ζωοποιοῦ ξύλου ἀφανιζομένου, λέγοι τις τὸν σταυρὸν μὴ ἐκποδὼν γενέσθαι; Εἰ δὲ ἐπὶ τοῦδε οὐχ οὕτως δοτέον· πῶς οὐχὶ καὶ ἐπὶ τῆς εἰκόνος συγκαταθετέον; εἰκὼν γὰρ καὶ ὁ τύπος· ὡς ἀνάπαλιν ἀντιστρέφει ὁ λόγος. Ἀλλὰ τίς εἶμι ὁ τάλας καὶ ἀμύητος, θείῳ Πατρὶ καὶ διδασκάλῳ αἰτιολογῶν ταῦτα; Σὺ ἡμᾶς διδάσκοις, ὦ ἱερώτατε, τὰ τελεώτερα ὡς θεομύητος· καὶ ἔργῳ παιδεύοις φέρειν καρτερῶς τὴν νῦν εἴτε παιδείαν, εἴτε δοκιμασίαν· τὸ πρῶτον ἐφ᾽ ἡμῖν διὰ τὰς ἁμαρτίας· τὸ δεύτερον ἐπὶ σοὶ, διὰ τὴν θείαν ἀγάπην Χριστοῦ· ᾧ λιτανεύειν μὴ ἐλλείποις ἐκτρέψαι τὴν τῆς ἀσεβείας σκιὰν εἰς πρωῖαν εἰρηνικῆς ὀρθοδοξίας τάχιστα.