Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 5: To Naucratius, His Son
Ε΄. — Ναυκρατίῳ τέκνῳ.
Ἀγγελία ἐπ᾽ ἀγγελίᾳ· λόγος ἐπὶ λόγῳ. Τί εἴπω, καὶ τί λαλήσω; πῶς διατεθῶ ὁ τάλας ἐπὶ τοῖς γεγενημένοις; Χαρά μοι καὶ λύπη· ἄνεσις καὶ ἀπόκλαυσις. Ἐν μεταιχμίῳ δύο παθῶν ἀπειλημμένος γέγονα· καὶ οὐκ ἔχω πότερον αἱρήσομαι λέγειν. Ὅμως νικᾷ ὁ νικήσας τὸν Σατανᾶν, καὶ τοὺς ἄρχοντας καὶ κολαστὰς τοῦ αἰῶνος τοῦδε. Ἐθανατώθη ὑπὲρ Χριστοῦ τὸ ἀρνίον τοῦ Χριστοῦ μαστιγούμενον, Θαδδαῖος ὁ ἐμὸς ὅρπηξ, τὸ ἐμὸν σπλάγχνον, ὁ υἱὸς τῆς ὑπακοῆς, τὸ στέλεχος τῆς εὐσεβείας, ὁ τοῦ Ἀποστόλου συνώνυμος. Ἀβάστακτος ἡ χαρὰ, ἀνυπέρβλητος ἡ εὐφροσύνη, οὐκ ἐμοὶ τῷ ταπεινῷ μόνον, ἀλλὰ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! ὅτι καὶ νῦν ἐν τῇ ταπεινῇ γενεᾷ ταύτῃ μάρτυρα τῆς ἀληθείας σου ἀπαράγραπτον ἀνέδειξας· καὶ τοῦτον οὐκ ἐκ τῶν σοφῶν καὶ εὐγενῶν τοῦ τῇδε κόσμου, ἀλλ᾽ ἐκ τῶν ἐναντίως ἐχόντων· ἵνα πληρωθῇ ὁ λόγος τοῦ Ἀποστόλου· ὅτι, Τὰ ἀγενῇ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο, καὶ τὰ μὴ ὄντα· ἵνα τὰ ὄντα καταργήσῃ. Ποῦ μοι ἀπέστης, ὦ μακάριον τέκνον; ποῦ θᾶττον ὑπερυψώθης μάρτυσι συναρίθμιος γεγονώς; Ὢ τῆς ἐπιτυχίας σου! ὦ τῆς εὐγενείας σου! ὦ τῆς εὐβουλίας σου! Ἐν ἡμέρᾳ μιᾷ ἐκέρδησας ἀπείρους αἰῶνας· ἐν ἀνίαις βασανιστικαῖς ἐκτήσω τὰς ἀνεκλαλήτους εὐφροσύνας· ἐν πληγαῖς ἑκατὸν πρὸς τριάκοντα εἴληφας τὸν τέλειον τῆς ἐργασίας μισθὸν σὺν μάρτυσι παρὰ τῆς ἁγίας Τριάδος. Εἴπερ ὁ μὲν τῆς τελειότητος, ὁ δὲ τῆς Τριάδος ἀναλογῶν ἐστιν ἀριθμός· ἵνα κὰξ αὐτοῦ τοῦ κολασμοῦ σου παραδείξειε Θεὸς τὸ μεγαλοφυές σου. Τὸ αἷμά σου, μύρον· τὸ λείψανόν σου, ἁγιασμοῦ μεταδοτικὸν τοῖς ψαύουσι.
Δέομαί σου, ἅγιε τοῦ Θεοῦ Θαδδαῖε, πρέσβευε ὑπὲρ ἐμοῦ τοῦ ἀναξίου δούλου σου· οὐ γὰρ τολμῶ σε καλέσαι τέκνον. Ὁρᾶτε, ἀδελφοί μου, τί γέγονε· ποῖον θησαυρὸν καὶ μέλος ἐκεκτήμεθα. Ἀρκεῖ εἷς τε Θεοῦ δόξαν καὶ ἡμέτερον καύχημα, ὁμοῦ τε καὶ τῆς ὅλης Ἐκκλησίας χαρμόσυνον, ὁ μάρτυς Χριστοῦ Θαδδαῖος. Τί τἄλλα; Ἔσονται, φησὶν, οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἕσχατοι πρῶτοι. Τοῦτο ἐπὶ τοῦ Ἰακώβου φημὶ καὶ Λουκιανοῦ· τοῦ μὲν ἐναθλήσαντος· εἴη καὶ ἐναθλήσοντος μέχρι τέλους· σὺν Δωροθέῳ καὶ Βησαρίωνι! Τοῦ δὲ κατὰ τὰς ἁμαρτίας μου ναυαγήσαντος σὺν τοῖς ὁμοτρόποις. Ὢ πῶς ἔπεσον ἐν μέσῳ φωστήρων οἱ οἴκτιστοι! Ἐπελάθοντο τοῦ εἰρηκότος ἄρα· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα. Μὴ γὰρ οὐ κατεμέτρησε τὸ δυνατὸν ὁ μόνος δυνάστης καὶ δυναμῶν τοὺς ἀσθενοῦντας; Καὶ οἱ μάρτυρες ἐγγύθεν. Μὴ γὰρ οὐκ ἐξαιρούμενος ἐξ ἀνάγκης τοὺς ἔτι μὴ ἰσχύοντας τῇ φύσει, οὐ τῇ προθέσει; Καὶ ὁ μάρτυς Θαδδαῖος ἐν οὐρανῷ πιστός.
Μὴ δὴ οὖν, ἀδελφοί μου, πτοηθῶμεν, μηδὲ ἔμφοβοι γενοίμεθα τῇ τῶν ἡττημένων πτώσει· ὡς ὅτι καὶ ἡμεῖς οὐχ ὑποίσομεν τὰς πληγάς. Οἴσομεν Θεοῦ δυνάμει, καὶ διαβησόμεθα, κἂν πῦρ, κἂν ξίφος. Θεὸς ὁ προηγούμενος καὶ προσκαλούμενος εἰσελθεῖν ἡμᾶς εἰς τὴν ἐπηγγελμένην ἡμῖν βασιλείαν, ὡς τὸν Ἰσραὴλ εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Οὐκ ἴστε τί πεπόνθασιν οἱ τότε ἀναστατοῦντες τὸν λαὸν, λέγοντες· Οὐ δυνησόμεθα διαβῆναι· ὅτι ἐκεῖ πόλεις τειχήρεις ἕως τοῦ οὐρανοῦ, καὶ γίγαντες ἐν οἷς ὁ Ἐνάκ. Καὶ τί τὸ γεγονός; οὐχὶ διὰ τοῦτο αὐτοὶ μὲν πυρίκαυστοι· ὁ δὲ γογγυστὴς λαὸς ἅπας ὥλετο· ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; Μή τις τοιοῦτος ἀναστάτης· μή τις ὀλίγωρος· μή τις δύσελπις. Διαβησόμεθα οὖν, ἀδελφοὶ, διαβησόμεθα ὡς Χαλὲβ λέγω, καὶ Ἰησοῦς τοῦ Ναυῆ, οἱ τῆς ἐπαγγελίας κληρονόμοι. Τείχη ἡμῖν κατασεισθήσονται νοητὰ, ὡς τηνικαῦτα τὰ Ἱεριχούντια σάλπιγγι εὐχαριστίας, ἣν ᾖσεν ὁ μακάριος Θαδδαῖος, ψάλας ἐκ βαλβῖδος τῶν πόνων· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος. Οὕτω παρακαλῶ, οὕτως ἀντιβολῶ· Ὑπὲρ Χριστοῦ γὰρ, φησὶ, πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν. Δεόμεθα μὴ δειλανδρῆσαι πρὸς τὸν ὑπὲρ αὐτοῦ καὶ σὺν αὐτῷ θάνατον, ἐὰν δέῃ. Πρὸς πάντας ἡ ἐπιστολή· κἂν εἰς πρόσωπόν σου, τέκνον ἀγαθόν. Διὸ καὶ πάντας ἀσπάζομαι, καὶ πᾶσι συγχαίρω ἐν τοῖς παθήμασι. Καὶ τίς ἄξιος ἀνταναπληρῶσαι τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκὶ αὐτοῦ; Καὶ οὐαὶ τῷ ἐξάρνῳ καὶ ἐκκεκλικότι, κἂν θάνατος· ὅτι ὁ αἰώνιος θάνατος ποιμανεῖ αὐτὸν, Καὶ κατακυριεύσουσιν αὐτοῦ οἱ εὐθεῖς τὸ πρωῖ. Εἰρήνη ὑμῖν Χριστοῦ, κράτος, ἰσχύς, παράκλησις· προσευχομένοις περὶ πάντων ἀδελφῶν, καὶ ὑπὲρ ἐμοῦ, ἵνα πληρωτὴς, ὧν νουθετῶ, ἐλέει Θεοῦ φανῶ. Οἱ σὺν ἐμοὶ ἀδελφοὶ ἀσπάζονται.