Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 95: To Abbot Basil

ϞΕ΄. — Βασιλείῳ ἡγουμένῳ.

Ἐν οἷς γέγραφεν ἡ τιμιότης σου, ἀδελφὲ, ὑπέδειξεν ἑαυτὴν εὐδοκοῦσαν ἐν τοῖς ἐπιτιμίοις, καὶ ἐπειγομένην πρὸς τὰ κρείττονα· καθὰ ἐξεδίδαξεν οὐ μόνον ὁ γραμματηφόρος· ἀλλὰ γὰρ καὶ πρὸ αὐτοῦ ὁ τιμιώτατος ἀδελφὸς ἡμῶν Πέτρος ὁ καὶ σοὶ φιλούμενος· ἐφ᾽ οἷς ἤσθην ὁ ταπεινὸς καὶ ηὐχαρίστησα. Οὐ γάρ τι μικρόν τε καὶ εὐκαταφρόνητον ὃ πεπόνθαμεν, ὦ τᾶν, ἐπὶ τῇ ἀρνήσει τῆς Χριστοῦ εἰκόνος κεκοινωνηκότες· ἀλλὰ καὶ λίαν ἔκτοπον καὶ ἀρνητικὸν ἀριδήλως τῆς πίστεως· διότι ἡ τῆς εἰκόνος ἄρνησις ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει· καὶ ταύτῃ τῇ ἀρνήσει Χριστοῦ, πάντες οἱ ὁπωσοῦν κεκοινωνηκότες, κεκοινωνήκασιν. Ἐπεὶ δὲ πάλιν ἐξηγόρευσας, καὶ ἐπιτρέψαι δέει τοῦ διώκοντος ἀφανίσαι εἰκόνας· χαλεπώτερον τὸ ἀνόμημα· ὅτι δὲ καὶ ὑπογράψαι ἔφης, ὁλόσωμος ἡ ἁμαρτία καὶ ἡ ἄρνησις. Τί οὖν δεῖ ποιεῖν, ὅτι καὶ ἐπιζητοίης τὸ τῆς ὑγιείας φάρμακον, καὶ οὐ φέρειν πάλιν φῂς τὴν κατ᾽ ὀλίγον ἐπίθεσιν· ἀσθένειαν προβαλλόμενος, καὶ τοῦτο κἀκεῖνο μᾶλλον εἰσδέξασθαι προαιρούμενος; Στενά μοι ἐκατέρωθεν, καὶ ἐῶντι διὰ τὸ φιλάδελφον· καὶ σμικρύνοντι τὸ φάρμακον διὰ τὸ τῆς ἁμαρτίας μέγεθος. Ὅμως συμπιεζόμενος μᾶλλον τῇ ἀγάπῃ ὁρίζω σὺν φόβῳ καὶ τρόμῳ τάδε· ἓν ἔτος ἄλλο ἀπόσχου, ἀδελφὲ, τῶν ἁγιασμάτων, ἐφ᾽ ἑκατέροις τοῖς συμπτώμασι, τῆς τῶν ἁγίων εἰκόνων κατενέξεως λέγω, καὶ ἀσεβοῦς ὑπογραφῆς· ὑπογραφὴ γὰρ κἂν ὅτι μόνον ἑάλως σταυρὸν χαράξαι· ποιῶν καὶ τὰς προσευχὰς τὰς αὐτὰς καὶ γονυκλισίας, ἄνευ ἀσθενείας. Ἐπειδὴ δὲ ὀλίγον λίαν τὸ ἐπιτίμιον, ἐπιδόσει ἐλεημοσύνης ἱκανῆς, ἀντισηκοῦσαν συνεισένεγκε τὴν ἀντιστάθμησιν. Ὁπόσης δὲ ταύτης, δηλώσει....

· Contents ·