Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 94: To Eudoco the Virgin

ϞΔ΄. — Εὐδοκῷ παρθενευούσῃ.

........ ἐφυλακίσθημεν ἐν τοῖς αὐτόθι, ἐγώ τε καὶ ὁ ἀδελφὸς Νικόλαος, ἡνίκα πρὸ τῆς ὀπῆς τῆς φυλακῆς φύλακες, μὴ ἐῶντες θίγειν ὀντιναοῦν κατὰ τὴν τῶν ἀσεβῶν πρόσταξιν τῷ φρουρείῳ· τότε, ἵνα τὰ πρότερα ἐάσω λέγειν· καίπερ ὄντα ἱκανά· παῤῥησιαζομένῃ τῇ κατὰ Θεὸν πεποιθήσει· ἔπεμπες, ἐγαλούχεις οἰονεὶ, διέτρεφες, ἐπότιζες, παρεκάλεις, ἤλειφες, σεαυτὴν ἐπιδίδους ῥιψοκινδύνως εἰς θάνατον· ὅπερ μικροῦ δεῖν, εἰ μὴ ἡ χεὶρ τοῦ Θεοῦ φθάσασα εἷλέ σε· καὶ ἐνέπιπτες εἰς ἔργον. Οἶδας τὰς κατηγορίας τῶν γειτνιαζόντων, τὰς εἰσπράξεις τῶν ἀρχόντων· ὅτι δῶρα εἴληφας παρὰ τοῦ καταδίκου· ὅτι λόγους διαταγῆς ὑπακούεις· τοῦτο, κἀκεῖνο. Ἀλλ᾽ ὅμως, ὦ τῆς μεγαλοπιστίας! οὐδὲ οὕτω τούτων τυρβασθέντων ὑφῆκας τὸ καθόλου. Ἀλλ᾽ ὡς μηδενὸς καινοῦ γεγονότος, ἔχου πάλιν τῆς διακονίας· δώροις τοὺς φύλακας ἐξευμενιζομένη, καὶ τὸ δὴ λεγόμενον, Θεὸν δι᾽ ἡμῶν τῶν ἁμαρτωλῶν θεραπεύουσα· ἐξ οὖ καὶ ἡ ἁρπαγὴ τῶν κινδύνων· καὶ ἡ παρ᾽ ἐλπίδα σωτηρία. Τί τοῦτο δεύτερον Πρισκίλλης καὶ Φοίβης ἐκείνης· ἢ τῶν ταύταις ὑποστασίων κατὰ τὴν τῆς διακονίας θεωρίαν, ἐφ᾽ ᾗ μακαρίζονται ὑπὸ τοῦ θείου Ἀποστόλου; οὐδαμῶς ὡς ἔμοιγε δοκεῖ, εἰ μὴ ὅτι εἰς ἀναξίους· ἀλλὰ καὶ τοῦτο μᾶλλον αἰνετώτερον· ἐκεῖ γὰρ τὸ μεγαλοφυὲς τοῦ προσώπου τάχα ἂν καὶ τοὺς ἀναισθήτους λίθους ἐκίνησεν εὐεργετεῖν· ἐνταῦθα δὲ τοὐναντίον, καὶ τοὺς ἐναισθήτους νόας ναρκᾶν ἔπεισε τὸ ἀπόπτυστον τῶν ὑποκειμένων. Ἀλλ᾽ ὅτι τοῦτο οὕτως, καὶ ἀντιπεπονθότως ὥφθης δράσασα, σκόπησον τὸ ἐγκώμιον. Ἀπέχομεν τοίνυν, ὦ καλλιπάρθενε, τὸ ἕλεος, καὶ αἰνοῦμέν σε εἰκότως, προσαποδεχόμενοι καὶ συνεπαινοῦντες, καὶ τὰ ἄλλα σου σεμνολογήματα, τὴν ἐγκράτειαν, τὴν αὐχμηρὰν κόμην, τὴν ἡμελημένην ἐσθῆτα, τὴν ἐλεημοσύνην, καὶ ἐπ᾽ ἄλλοις τὴν φιλαγνείαν, καὶ ἐπὶ τούτῳ μηδαμῶς μωμοσκοπηθεῖσαν πρὸς τινοσοῦν τῶν ἀνθρώπων· ὦ τῆς καλῆς σου ἐργασίας· ὦ τῆς θεοφιλοῦς καὶ γηραλέας κεφαλῆς! ἤνθησας ἐν μέσῳ ἀκανθῶν ὡς ῥόδον· εὐωδίασας ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ὡς ὀρθοφυὲς κρίνον. Τί τὸ λοιπόν; διαμένειν σε καὶ πρὸς τὸ ἑξῆς ἀπρόσκοπον, σεσωσμένην, φιλοκρινοῦσαν πᾶσαν ἄλλην ἐντολὴν Κυρίου· ὥστε μήτε ὀμνύειν τὸ ὄνομα Κυρίου τὸ παράπαν· μήτε τι ἄλλο παραθεωρεῖν τῶν ἐντεταλμένων· τοῦτο δὲ λέγω οὐχ ὡς καταλαμβανόμενός σε ὑπαιτιᾶσθαι· ἀλλ᾽ ὡς ἔχων ἐν ἐφέσει τοῦ ἐν πᾶσιν ἄρτιον εἶναι, κἀντεῦθεν ἐπιτυχεῖν τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν· ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει· κἀγὼ τὸν Κύριον καὶ ἀδελφιδοῦν σου.

· Contents ·