Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 97: To Basil, His Spiritual Son
ϞΖ΄. — Βασιλείῳ υἱῷ πνευματικῷ.
Ἐπεθυμοῦμεν σὺν τῷ κυρῷ Γρηγορίῳ, καί σε ἐνταῦθα θεωρῆσαι, τέκνον ἠγαπημένον· ἀλλ᾽ ἐπεὶ τοῦτο οὐ γέγονε, γράμμασι παραμυθούμεθα τὴν ἀπόλειψιν· γνωρίζοντές σοι ὅτι ἔχομέν σε ἀεὶ ἐπὶ καρδίας ἡμῶν ταπεινῆς· φιλοῦντες τὴν σωτηρίαν σου τε καὶ τῶν μετὰ σοῦ ἀδελφῶν, καὶ τέκνων. Καὶ γὰρ πατρὶ κλέος, υἱοῦ εὐδοξία· καὶ αὔχημα ἱερὸν, τὸ ὑϊκὸν σεμνολόγημα. Παρακαλῶ οὖν σε ἐν Κυρίῳ ἔχεσθαι οὐ μόνον τῆς οἰκείας εὐσταθείας, ἀλλὰ καὶ τῆς τῶν ἀδελφῶν ἐπιμελείας ποθούμενον καὶ ποθοῦντα· στεργόμενον καὶ στέργοντα. Ὅπου γὰρ ἀγάπη πνευματικὴ, ἐκεῖ ἐν μέσῳ Χριστὸς, καθὰ ἐπηγγείλατο. Ὡς καλὸς καθηγητὴς, ἄγε τοὺς ἄρνας Χριστοῦ· συμπαθῶς πεφεισμένως ὀνειρόμενος αὐτῶν ὡς οἰκείων μελῶν· οἶδας τίς εἶ, ὅτι ἀπροσπαθής· ὅτι συμπεριφερόμενος· ἀλλ᾽ οὖν ὅτι καὶ ἀκριβολογούμενος, περὶ τὰς ἐντολὰς τοῦ Θεοῦ. Εἶεν ἀπάντων ἡ ψυχὴ μία διὰ τοῦ πάντα εἶναι κοινά. Εἶεν ἐξαγόρευσις ἐπείπερ πᾶν τὸ φανερούμενον φῶς ἐστιν, ὡς καὶ τὸ ἔμπαλιν· εἶεν ὑπακοὴ, ὑφ᾽ ᾗ ὁ λῃστὴς εἴσοδον ἐξαπάτης οὐχ εὑρίσκει· εἶεν ταπείνωσις, ἣν ἀμπεχόμενος ὁ Θεὸς ἄνθρωπος γέγονε, θεοὺς ἐντεῦθεν τοὺς ἀνθρώπους δημιουργῶν. Ὦ καλὲ Βασίλειε, τὴν παρακαταθήκην φύλαξον· ἐκτρεπόμενος τὰ πονηρά· ἐγκολπούμενος τὰ θεϊκά· τύπος ἀγαθοεργίας πάσῃ προκείμενος τῇ ἀδελφότητι· καὶ οὕτως ὁ σε ἀθετῶν, ἀθετεῖ Θεόν· καὶ ὁ ὑπείκων σοι, ὑπείκει Θεῷ. Μνημόνευέ μου τῆς ταπεινώσεως σὺν τοῖς ἀδελφοῖς.