Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 98: To Gregory, Ezekiel, Erastus, Theophanes, Aninas and the Others in…

ϞΗ΄. — Τοῖς ἠγαπημένοις ἀδελφοῖς Γρηγορίῳ, Ἰεζεχιὴλ, Ἐράστῳ, Θεοφάνει, Ἀνίνᾳ, καὶ τοῖς λοιποῖς ἐν Ἑλλάδι.

Καιρὸς τοῦ λαλεῖν, καὶ καιρὸς τοῦ σιγᾶν. Ἐπεὶ οὖν τοῦ δευτέρου ὁ λόγος ἐν ταῖς προλαβούσαις ἡμέραις· εἴπω δὲ καὶ ἐν αἷς τὸ παρόν. Διὰ τοῦτο μόλις καὶ ἄρτι ἐξεληλυθότες τῆς πόλεως εὐδοκίᾳ Θεοῦ, φθεγγόμεθα ὑμῖν, πατέρες καὶ ἀδελφοί· φθεγγόμεθα δὲ ἀποστολικαῖς φωναῖς· Χαίρετε ἐν Κυρίῳ πάντοτε, καὶ πάλιν ἐρῶ, χαίρετε· οὐ κατὰ τὴν χαρὰν τοῦ τῇδε κόσμου· πλὴν ὅτι οὐδὲ χαρὰ, ἀλλὰ πάνυ θλίψις, ἀτακτοῦντος τοῦ ὑπηκόου. Ἀλλὰ χαίρετε κατὰ Πνεῦμα ἁγιωσύνης, ὅτι ἐλυτρώθητε ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ἐκ τῆς ματαίας ἀναστροφῆς, ἀπὸ σαρκὸς καὶ αἵματος, δουλεύοντες Θεῷ ζῶντι καὶ ἀληθινῷ· ἐξ οὖ καὶ ὁ πρότερος κατὰ τὸν διωγμὸν μακαρισμὸς, καὶ ὁ νῦν ξενισμός· ὧδέ τε κἀκεῖσε διεσπαρμένων ὑμῶν, ἕως οὖ ἐπίδοι Κύριος εἰρήνην βραβεύων τῇ Ἐκκλησίᾳ αὐτοῦ, καὶ ἀποκαθιστῶν ἡμᾶς ἐπὶ τὸ αὐτό.

Τὸ δὲ νῦν ἔχον δέομαι ὑμῶν, ἀδελφοὶ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθημεν· μετὰ πάσης ἀσφαλείας καὶ προσοχῆς· μετὰ πάσης ταπεινοφροσύνης καὶ ὑπακοῆς τῆς εἰς ἀλλήλους· ἔχοντος τοῦ προηγουμένου τὸν τόπον τῆς ἀρχῆς, οὐκ εἰς ἔπαρσιν δαιμονικὴν, ἀλλ᾽ εἰς τύπον ἀρετῆς τῶν ἐπομένων, καὶ τῶν δὲ ὑπεικόντων καὶ πειθομένων, ὡς ἐμοὶ τῷ ἀναξίῳ, μᾶλλον δὲ Χριστῷ, δι᾽ ὃν καὶ τὸ πᾶν τοῦ βίου καὶ ὁ καθ᾽ ἡμέραν προαιρετικὸς θάνατος, ὦ τέκνα, μετὰ τὸ τῆς σωτηρίας μυστήριον. Βλέπετε πῶς ἀναστρέφεσθε, μὴ ὡς ἐμπαθεῖς, ἀλλ᾽ ὡς ἀπαθεῖς· μὴ ὡς φιλόσαρκοι, ἀλλ᾽ ὡς φιλόθεοι. Μὴ ἐπιβάλλοιτε τὰ ὅμματα ὄψεσι γυναικῶν, ἀλλὰ μηδὲ εἰς ἑαυτοὺς εἴητε παῤῥησιαστικοί. Παῤῥησίᾳ γὰρ πῦρ καταφλέγον ψυχήν. Μελετᾶτε τὸν θάνατον ἀεὶ, ὡς ἂν εἴητε παρεσκευασμένοι πρὸς τὴν ἔξοδον ἐν χαρᾷ. Τὰς παραδόσεις κρατεῖτε· τὰ ὡρισμένα τελεῖτε, κατά τε ψαλμῳδίαν καὶ προσευχὴν καὶ εἴ τι ἕτερον. Μὴ θησαυρίζητε ἑαυτοῖς χρυσίον εἰς τὸ ἐν καιρῷ ἐπισυναγωγῆς παρασχέσθαι αὐτὸ ἰδίοις καὶ φίλοις· ὡς ὅτε τὸ μοναστήριον φροντίσει τὰ καθ᾽ ἡμᾶς. Οὐ τέκνων Θεοῦ τοῦτο, ἀλλὰ σαρκοφρόνων· πῶς δέ; ἵνα τὸ κατὰ χρείαν γένοιτο· καὶ τὸ φθάσαν εἶναι προσενεχθῇ τῇ ἀδελφότητι· ἵνα ἐκ πολλῶν προσώπων τὸ συστατικὸν εἴη τοῦ κοινοβίου. Ταῦτα δέ μοι εἴρηται ἐπειδὴ ἤκουσται ὅτιπέρ τινες ἤδη ἀπεντεῦθεν ὁρίζονται. Τόδε, φησὶ, τὸ ζῶον, καὶ τόδε τὸ ἱμάτιον, εἴτ᾽ οὖν ἕτερον, βούλομαι τῷ δεῖνι ἐᾶσαι. Ὦ τῆς ἀθλιότητος! ὦ τῆς ἀφροσύνης! Οὐκοῦν οὔτε τέκνον ὁ τοιοῦτος, οὔτε ἀδελφός· ἀλλ᾽ ἀλλότριος, ἀλλὰ ἱερόσυλος, οὗ ἡ μερὶς μετὰ Γιεζῆ τοῦ κλέπτου.........

· Contents ·