Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 228: To Gennadius, His Son

σκη΄. Γενναδίῳ τέκνῳ.

Ἃ μὲν γέγραφας τέκνον ἔγνων· καὶ ἃ γέγραφας, πεποιθήσεως καὶ περιποθήσεως δείγματα· ἀλλ᾽ ἡμεῖς οὐχ ὡς νομίζεις καὶ λέγεις· ἁμαρτωλοὶ δὲ καὶ ἐνδεεῖς φωτός· πλὴν ἡ πίστις σου σωζέτω σε ὅπου περ ἂν ᾖς· τοῦτο μὲν ἐκ τῆς φονοκτονούσης αἱρέσεως, τοῦτο δὲ καὶ ἐκ πάσης ἁμαρτητικῆς ἐνεργείας· καλῶς ἐπιθυμεῖς ῥυσθῆναι τοῦ φθοροποιοῦ κόσμου· λύτρωσις δέ ἐστιν ἡ φυγὴ τῆς ἁμαρτίας, ἧς ἡ πρᾶξις θάνατος αἰώνιος, καὶ ἡ ἀποχὴ ἀΐδιος ζωή· ὁ οὕτω βιῶν, οὐδὲν δέδοικεν, οὐδένα πτοεῖται· οὕτως εὔχομαί σε διαζῇν· ταὐτῶς καὶ σὺ περὶ ἐμοῦ ἠγαπημένε υἱέ μου τὴν εὐχὴν κράτει.

· Contents ·