Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 227: To Basil the Monk

σκζ΄. Βασιλείῳ μονάζοντι.

Ὡς ἔμαθον ὅτι καὶ αὐτὸς συλληφθεὶς ὑπὸ τῶν ἀνόμων, ἐνήθλησας ὑπὲρ Χριστοῦ ἱερὲ Βασίλειε καὶ τοῦ μεγάλου ἀπόγονε Βασιλείου, ἥσθην, ἐδόξασα, ἤνεσα, ηὐχαρίστησα τῷ κυρίῳ τῷ καλέσαντί σε εἰς κοινωνίαν τῶν παθημάτων αὐτοῦ, δι᾽ ὧν ἤνεγκας πληγῶν ἐν τῷ νώτῳ καὶ τῆς παρούσης φυλακῆς· ἔδει τοίνυν ἔδει οὕτω φιλομαθῆ ὄντα καὶ φιλόθεον, μὴ ἀγέραστον ὀφθῆναί σε τῆς τῶν ὁμολογούντων θεοδοξίας, ἀλλὰ συμμετασχεῖν τῶν ἄλλων, καὶ ὀνομαστὸν γενέσθαι, καὶ τεθεῖναι εἰς φῶς τῶν ἐν σκότει· στῆθι οὖν ὦ γενναῖε καὶ πρὸς τὰ μέλλοντα μὴ δεδοικὼς τί· Χριστὸς γὰρ μετὰ σοῦ ὁ νικῶν ἐν ἡμῖν, καὶ νικήσας τὸν ἰσχυρὸν, καὶ δοὺς ἡμῖν αὐτὸν ὑποπάτιον.

· Contents ·