Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 230: To Cledonius, His Son
σλ΄. Κληδονίῳ τέκνῳ.
Τί με ἐγκωμιάζεις, ὦ τέκνον, τὸν ἀνεγκωμίαστον; τί δὲ ἐπιζητεῖς τὴν ταχεῖαν ἀπαλλαγὴν τῶν λυπηρῶν· εἰκότως μὲν τὸ δεύτερον· ἀλλ᾽ ὅμως μακροθυμητέον ἕως ἂν ἐπίδοι κύριος, καὶ τὴν κάκωσιν τοῦ λαοῦ αὐτοῦ ἰάσηται· ὡς γὰρ οὐκ ἐνδέχεται κάμνοντα ἀναῤῥωσθῆναι, ἕως ἂν ἡ ὑποκειμένη τῷ στομάχῳ ὕλη ὑπὸ πυρετοῦ μὴ ἐκδαπανηθείη, οὕτω δὴ καὶ τὴν εἰρήνην τῇ τοῦ θεοῦ ἐκκλησίᾳ ἀμήχανον ἀναλάμψαι, μὴ τῆς ἐκ τῶν ἁμαρτιῶν ἡμῶν κακώσεως ἐνδίκως ὑπὸ τῆς μαστιγούσης ἡμᾶς αἱρέσεως ἐκτριβείσης· μάστιξ γάρ ἔστι τοῦ θεοῦ μικρὸν παιδεύουσα τοὺς φιλοῦντας αὐτόν· ἔπειτα καιρῷ τῷ καθήκοντι ἰωμένη· καὶ οὕτως ἄνωθεν καὶ ἀπ᾽ ἀρχῆς τὰ καθ᾽ ἡμᾶς ᾠκονόμηται· εἰ δὲ τοῖς μαθητειῶσι τηλικαύτη ἡ μάστιξ, τί τὸ κρῖμα τῶν ἀπειθούντων καὶ διωκόντων; δῆλον ὅτι ἀπέραντον κατὰ τὴν τιμωρίαν· διὸ στῶμεν ἀδελφὲ καὶ ὑπομείνωμεν τὸν κύριον ἵνα συνδοξασθῶμεν αὐτῷ· ἥσθην ὅτι οὐ μεμόνωσαι· ἀλλὰ τί πρὸς τὸν Λεόντιον καὶ τοὺς δυεῖν ἀδελφούς; εἶδες ἀμφοτέρων ὡς εἶπας κακίαν, τοῦ μὲν τέλεον ἠσεβηκότος καὶ ἰουδαϊκῶς προστατεύοντος, τῶν δὲ ζητούντων ὅπως σὺν αὐτοῖς ᾠλέσωσίν σε· ἀλλὰ σὺ ὦ τέκνον ἀγαπητὸν ὡς υἱὸς φωτὸς διάμεινον· μὴ ὁμοιωθῇς τοῖς ἀνόμοις τοῖς ἀπὸ θεοῦ ἀφεστηκόσι, καὶ τῷ σατανᾷ ἑαυτοὺς πεπρακόσι· φύγε ἐκ τῆς πόλεως, ἐπεὶ ἁλώσῃ· ἔχεις τὸν Χριστὸν ἐπίκουρον· αὐτός σε διασώσειεν· εὔχου μοι πλεῖστα.