Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 231: To Meletius, His Son

σλα΄. Μελετίῳ τέκνῳ.

Ἀφ᾽ οὗ ἔμαθον ἀπατηθῆναι τὸν ἐλεεινὸν Γρηγόριον διὰ τῆς ἀσεβοῦς ὑπογραφῆς, ἐμερίμνων, τέκνον, τὰ κατὰ σὲ πῶς εἴη· καὶ ὡς ἐδεξάμην σου τὸ γράμμα ἀναγγέλλον τὴν ἐξ αὐτοῦ σου διάζευξιν, ἐστέναξα μὲν ἐπ᾽ ἐκείνῳ πῶς ὄλωλεν, καὶ ὅπως ἐπιπλάστως ἐδόκουν θεοσεβεῖν οἱ ἀμφότεροι· πάντως γὰρ καὶ ὁ Βασίλειος ἴσα φρονεῖ· εὐχαρίστησα δὲ τῷ θεῷ μου ἐπὶ τῇ σῇ διασώσει, ὅτι σὲ οὐ κατέπιεν ὁ δράκων· ἀλλ᾽ ὡς ἐκ κήτους Θαλασσίου ἀνειλκύσθης τῆς φθοροποιοῦ αἱρέσεως· μένε οὖν τέκνον μου ἀγαπητόν καθὰ διεσώθης· ὑφέλκων πρὸς ἑαυτὸν καὶ ἑτέρους τῶν ἀπαχθέντων ἀδελφῶν ἐν ἀγνοίᾳ μᾶλλον ἀπειθίᾳ ἀπ᾽ ἐμοῦ τοῦ ταπεινοῦ, ἀληθὲς δὲ εἰπεῖν ἀπὸ θεοῦ· ὁ γὰρ ἀλόγως τοῦ ἰδίου ποιμένος ἀποῤῥηγνύμενος, πῶς οὐχὶ τῆς ἀληθείας ἔστιν ἀποσπώμενος; ἀλήθεια δὲ ἔστιν ὁ θεὸς, ὃς καὶ φυλάξειεν καὶ στηρίξειεν· καὶ εἰ εὐδοκήσειεν συλληφθῆναί σε ὑπὸ τῶν χριστομάχων, δῴη δύναμιν καὶ κραταίωσιν ἐνεγκεῖν πάντα μέχρις αἵματος, τῶν ὑπὲρ αὐτοῦ παθημάτων.

· Contents ·