Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Supplement 296 (to Letter II.201)

σϟϛ΄. Φιλοθέῳ κτήτορι.

Ὅτι μὴ πάρεστι πρόσωπον πρὸς πρόσωπον τοὺς φιλουμένους ὁμιλεῖν, οὐ μικρὸν εἰς παρηγορίαν καὶ τὸ διὰ γράμματος φθέγγεσθαι· ὅπερ ποιοῦσα ἡ φιλόθεός σου ὡς ἀληθῶς ψυχὴ φαντασίαν ἡμῖν παρέχει τοῦ ὁρᾶν καὶ περιπτύσσεσθαι αὐτήν. ὅθεν καὶ ἡμεῖς ἀφοσιούμενοι τὸ φίλερον, οὐ διαλιμπάνομεν κινεῖν τὴν γραφίδα, καὶ πνευματικῶς συνάπτεσθαι αὐτῇ· χαίροντες ὅτι τοιούτου φίλου κάτοχοι ἐσμὲν, οὗ ὁ ἔπαινος διὰ πάσης Μακεδονίας κ. τ. λ.

· Contents