Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Supplement 295 (to Letter II.200)
σϟε΄. Πέτρῳ Νικαίας.
.... (ἡ δὲ κατ᾽ αὐτὸν ἐκκλησία) οἷα εἰκὸς νεοττοὺς ἀπολωλεκότας τοὺς φύσαντας, καὶ πυκνὰ τρύξοντας. καὶ ἀλύοντας, καὶ οὐκ ἔχοντας τὸν δυνάμενον βρωματίζειν νοητῶς τε καὶ αἰσθητῶς· ἐφ᾽ οἷς καὶ φροντιστέον τὰ κατὰ δύναμιν τοῖς ἐκείνου φίλοις. σὺ δὲ ὦ μάκαρ. τί φῆς πρὸς ταῦτα; ἐπιμένεις τῇ σαρκὶ. ἢ ἀναγκαιότερον κρίνεις ἀπᾶραι τῶν ἐνθένδε; ἐπειδὴ κεκμηκότα σε λίαν πάλιν ἄρτι μεμαθήκαμεν· ἢ κρεῖττον μᾶλλον ἡμᾶς τοὺς γεγηρακότας καὶ μή τι χρησιμεύοντας τῷ βίῳ. μᾶλλον δὲ καὶ ἁμαρτίας ἐφ᾽ ἁμαρτίαις ἐπισπωμένους ἐκχωρῆσαι τοῦ δυστήνου τοῦδε σαρκίου, αὐτὸν δὲ καὶ τοὺς οἵους αὐτὸς, ἐπειδὴ φαεινοὶ καὶ βίῳ καὶ λόγῳ, ἔτι ἐμπολιτεύεσθαι ἐν ἀνθρώποις. πρὸς ταῦτα ἀντίφθεγξαι ἡμῖν, ὦ ἐπιπόθητε· οὐ μὴν ἀλλὰ καὶ φωνῆς σου ἀκουσάτωσαν παραμυθητικῆς οἱ τοῦ σοῦ ὁμαδέλφου καὶ συνάθλου καὶ συμψύχου παῖδες ἱεροὶ· οὕτω γὰρ ῥάους γενοίμεθα ἀμφότεροι θεῷ τὰ χαριστήρια καὶ εὐκτήρια χαρμολύπως ἀνατιθέμενοι.