Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 1
ΚΑΤΗΧΗΣΙΣ Α΄.
Εἰς τὸ ἅγιον Πάσχα.
Περὶ τοῦ ἐναγωνίως διανύειν ὅλον ἡμῶν βίον.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἐπειδὴ ἠξιώθημεν χάριτι Χριστοῦ τὸ ἅγιον Πάσχα ἀποπληρῶσαι, πάλιν ἐχώμεθα τῶν ἔργων ἡμῶν, ὁμοῦ μὲν ἐργαζόμενοι, ὁμοῦ δὲ ὑπομνησκόμενοι τῶν ζωοποιῶν παθημάτων τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μὴ δὲ γὰρ ὅτι τὸ Πάσχα παρῆλθε συμπαρέλθῃ ἡμῖν καὶ ἡ τούτου μνήμη· ἀλλ᾽ ἀεὶ ὑπ᾽ ὄψιν ἄγωμεν τὰ σωτήρια παθήματα, τὴν σταύρωσιν, τὴν ταφὴν, τὴν ἀνάστασιν, ὅπως τῇ τούτων ἀδολεσχίᾳ ἀνάλωτοι ὦμεν τοῖς πάθεσιν· εἰ δὲ καὶ ἁλῶμεν ἐξ ἀπροσεξίας ποτὲ, θᾶττον ἀναθεωρήσωμεν τὸν ἐσταυρωμένον Ἰησοῦν κύριον τῆς δόξης, καὶ εὐθὺς ἀνατελεῖ ἴασις ταῖς ψυχαῖς ἡμῶν. Ἐπεὶ καὶ πάλιν ὁ Ἰσραὴλ, ὁπηνίκα ἐδάκνετο ὑπὸ τῶν ὄφεων, βλέπων τὸν χαλκοῦν ὄφιν ἐθεραπεύετο. Ἴστε γὰρ ὅτι οἱ πονηροὶ λογισμοὶ δίκης ὄφεων δάκνουσιν ἐνιέντες ἰὸν τῇ ψυχῇ, ὃν ἐξερετέον πάσῃ σπουδῇ, ὅταν γένηται, ἵνα μὴ ἡ ἐπιμονὴ χαλεπὸν τὸ ἕλκος ἐργάσηται. Βλέπετε τὸ ἔαρ ὅτι γεννητικόν ἐστι αἴματος· ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκὸς· καὶ ἡ θατέρου πρόθεσις, θατέρου ὑφαίρεσις γίνεται.
Σκοπῶμεν οὖν λοιπὸν μεμετρημένως ποιεῖσθαι τὴν τροφὴν, τὴν πόσιν, τὸν ὕπνον, εἴ τι ἄλλο, ὡς μὴ καταδυναστεύεσθαι τὴν ψυχὴν, ἀλλ᾽ ἔχειν κατὰ τοῦ σώματος τὰ νικητήρια. Ὁ τρέχων ἐν σταδίῳ οὐχὶ ἂν ἓν στάδιον ἢ δύο δράμῃ, νικητὴς ἀναγορεύεται· ἀλλ᾽ ὅταν ὅλους τοὺς διαύλους ἀνύσῃ. Καὶ ἡμεῖς τοίνυν οὐχ ὅτι τὴν Τεσσαρακοστὴν ἢ τὴν Πεντηκοστὴν, ἀλλ᾽ εἰ μὴ τὸν ὅλον ἡμῶν βίον ἐναγώνιον σχοίημεν, οὐκ ἂν ἀποφύγωμεν τὰς παγίδας τοῦ διαβόλου, οὐκ ἂν νίκης ἄθλον ἄρωμεν.
Τοιγαροῦν, ἀδελφοὶ, ἔτι ἀγωνισώμεθα τὸν καλὸν ἀγῶνα· ἔτι ἱδρώσωμεν ὑπὲρ τῆς ἀρετῆς· ἔτι ὑποπιάσωμεν τὴν σάρκα· ἔτι δουλαγωγήσωμεν τὸ σῶμα· ἔτι τροπωσώμεθα τὰ πάθη, πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες· πάντοτε τὸ ἀπόκριμα τοῦ θανάτου ἐν ἑαυτοῖς ἔχοντες. Ἤδη γὰρ καὶ ἡμεῖς πάντες ἀποθανούμεθα καθὼς οἱ πατέρες καὶ ἀδελφοὶ ἡμῶν· καὶ μεταναστεύσωμεν τῶν τῇδε· καὶ ἀπελευσόμεθα εἰς τόπους ξένους· καὶ ὀψόμεθα ὁράματα ἅ ποτε οὐχ ἑωράκαμεν· καὶ φοβερὸν τὸ λαλούμενον καὶ ἐκστάσεως ἀνάπλεον τῷ γε νοῦν ἔχοντι. Οὐκοῦν ἔντρομοι ἀεὶ καὶ ἔμφοβοι ἐσώμεθα, συστέλλοντες ἑαυτοὺς ἀπὸ τῶν αἰσθήσεων, ἀπὸ ἀκοῆς ματαίας, ἀπὸ ὁράσεως βλαβερᾶς, ἀπὸ ὀσφρήσεως θηλυνούσης, ἀπὸ παντὸς πονηροῦ ἐπιτηδεύματος· ὅλους δι᾽ ὅλον ἑαυτοὺς ἀνατιθέμενοι τῷ ἁγίῳ θεῷ, ὅπως εὐαρεστοῦντες αὐτῷ κληρονόμοι γενώμεθα τῶν αἰωνίων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.