Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 2

ΚΑΤΗΧΗΣΙΣ Β΄.
Μετὰ τὸ Πάσχα. Εἰς τὴν μνήμην τοῦ μακαρίου Δομετιανοῦ.
Ὅτι δεῖ ἀποθνήσκειν ἡμᾶς ἀεὶ τὸν προαιρετικὸν θάνατον· καὶ περὶ εὐταξίας.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Τὸ Πάσχα παρῆλθεν, καὶ ἡ ἑορτὴ συνετελέσθη· οὐ μὴν τὸ χαίρειν ἢ ἑορτάζειν, εἴγε βουλώμεθα, παρελήλυθεν. Ἔξεστι γὰρ ἡμῖν ἀεὶ χαίρειν καὶ ἑορτάζειν πνευματικῶς κατὰ τὸ εἰρημένον· Χαίρετε ἐν κυρίῳ πάντοτε· καὶ πάλιν ἐρῶ, χαίρετε· Ἔσται δὲ τοῦτο πῶς; Ἐάν περ νεάζουσαν ἔχωμεν ἀεὶ τὴν μνήμην τῶν παθημάτων τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὅτι ὁ κύριος τῆς δόξης ὑπὲρ ἡμῶν ἐσταυρώθη· καὶ ὅτι ἐτάφη· καὶ ὅτι ἠγέρθη τῇ τρίτῃ ἡμέρᾳ συνεγείρας καὶ συζωοποιήσας ἡμᾶς ἑαυτῷ, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶμεν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι· ὡς καὶ θαῤῥοῦντας ἡμᾶς λέγειν μετὰ τοῦ ἀποστόλου· Ζῶ δὲ, οὐκέτι ἐγὼ· ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς· ὁ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.

Τοῦτό ἐστι τοῦ μυστηρίου τὸ συμπέρασμα· νεκροὺς εἶναι τῷ κόσμῳ, ζῶντας δὲ τῷ θεῷ· Καὶ διὰ τοῦτο ὀφείλομεν καὶ μετὰ τὸ Πάσχα νήφειν, καὶ γρηγορεῖν, προσεύχεσθαι καὶ κατανύσσεσθαι, δακρύειν καὶ φωτίζεσθαι, πάντοτε τὴν νέκρωσιν τοῦ κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέρειν, καθ᾽ ἑκάστην ἀποθνήσκειν τῇ προθέσει, ἀεὶ ἐκδημεῖν ἐκ τοῦ σώματος, καὶ ἐνδημεῖν πρὸς τὸν κύριον διὰ τῆς ἀναχωρήσεως τῶν τῆς σαρκὸς φρονημάτων. Μὴ εἴπῃς· ἄρτι τεσσαρακοστὴ οὐκ ἐστίν. Ἀεὶ τεσσαρακοστή ἐστιν τῷ νήφοντι. Μὴ εἴπῃς· ἐχρόνισα ἐν ἀσκήσει, καὶ χρῆ ἀναπαύεσθαι. Μή ἐστιν ἀνάπαυσις ἐνταῦθα. Μὴ εἴπῃς· γεγήρακα ἐν τῇ ἀρετῇ· καὶ οὐ φοβοῦμαι· φόβος ἀεὶ τροπῆς. Καὶ πολλοὺς γεγηρακότας ἐν ἀρετῇ ἐν μιᾷ καιροῦ ῥοπῇ κατέσπασεν ὁ σατανᾶς εἰς βάραθρον ἁμαρτίας. Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· καὶ ὁ δοκῶν πεφυλάχθαι, βλεπέτω μὴ ἀφυλαχθήσῃ. Ἔστω οὖν καὶ φυλακὴ καὶ προσευχὴ καὶ μέτρον, καὶ καθ᾽ ὕπνον, καὶ κατὰ βρῶσιν, καὶ κατὰ πόσιν, καὶ κατὰ πᾶν ὁτιοῦν ἄλλο, ἵνα ὑποπιάζηται καὶ δουλαγωγῆται τὸ σῶμα, ἵνα μὴ ὥσπερ πῶλος εὐπαθῶν καὶ ἐνδακῶν τὸν χαλινὸν ὤσιεν ἡμᾶς κατὰ κρημνοῦ ἁμαρτίας.

Παρήγγειλα ὑμῖν ἐν τῇ προλαβούσῃ κατηχήσει μὴ ἀφιδιάζειν, καὶ ἀπομονεῖσθαι εἰς τόπους κρυπτοτέρους· καὶ πάλιν τινὲς ἐν τοῖς αὐτοῖς ἐστέ. Τί θέλετε; Ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πρᾳότητος; Ὅλως ἐλάλησα. Καὶ οὐκ εἰσακούσθην, ὅλως ἴδετε ἀδελφὸν ἡμῶν εἰς αὐτὸ τοῦτο ἐπιτιμηθέντα· καὶ οὐ συνεστάλητε; Προσέχετε ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας. Οὐκ εἰκῆ καὶ μάτην αἱ κατηχήσεις γίνονται. Οὐκ ἔστιν ὁ θεὸς τῆς ἀκαταστασίας, ἀλλ᾽ εἰρήνης, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων· διὸ πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω, ἵνα ἐν πᾶσι δοξάζηται ὁ κύριος ἐν ἡμῖν.

Οἱ ἐντεῦθεν καὶ ἐντεῦθεν παραβάλλοντες, ἀδελφοὶ, προσέχετε ἑαυτοῖς ποῦ καὶ πῶς καθέζεσθε καὶ ἀναστρέφεσθε, μὴ ὡς ἄφετοι, ἀλλ᾽ ὡς δεδεμένοι τῷ πνεύματι· μὴ ὡς ἀνεπίσκοποι, ἀλλ᾽ ὡς ἐπισκοπόμενοι ὑπὸ τοῦ κυρίου τοῦ ἐφορῶντος πᾶσαν κίνησιν καὶ πρᾶξιν ὑμῶν· ὧδε κἀκεῖσε περιακτικῶς ἀγόμενοι· ἀλλ᾽ ἡσυχάζοντες ἐν ταῖς ξενίαις ὑμῶν, προσέχοντες τῷ ἐργοχείρῳ καὶ ταῖς προσευχαῖς καὶ ψαλμωδίαις ὑμῶν· μὴ θησαυρίζοντες ἑαυτοῖς φιλαργυρικῶς τι, ἀλλ᾽ ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν· οὐδὲ μὴ σὲ ἀνῶ, οὐ δὲ μὴ σὲ ἐγκαταλείπω· ὥστε θαῤῥοῦντας ὑμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθὸς· οὐ φοβηθήσομαι τί ποιήσῃ μοι ἄνθρωπος.

Μνημονεύετε τῶν ἀδελφῶν ἡμῶν, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν. Τοιοῦτος ὁ μακάριος Δομετιανὸς, ὃν ἀνυμνήσαμεν. Οὗ τὸ μνημόσυνον μετὰ ἁγίων. Ἡλίκην πραγματείαν ἐπραγματεύσατο, ἡλίκην πολιτείαν ἐξήνυσεν; πόνοις ὀλίγοις καὶ ἀγῶσιν κληρωσάμενος γέρας αἰώνιον. Ἄνθρωπος εὐτελὴς κατὰ σάρκα· ἀλλ᾽ ἐπειδὴ εἵλετο ἀρετὴν καὶ ἠγάπησεν τὸν θεὸν, ὕψωσεν αὐτὸν ὁ θεὸς κατὰ τὸ γεγραμμένον· Ὅτι τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται. Χαίρειν οὖν ἐστι καὶ ἀγάλλεσθαι ἐν τοιούτοις, ἀδελφοὶ· ἀλλ᾽ οὐδὲν ὄφελος, ἐὰν μὴ καὶ τὰ παρ᾽ ἑαυτῶν συνεισενέγκωμεν· συνεισφέροντες δὲ κατὰ δυνατὸν, ἕξωμεν καὶ ἡμεῖς μερίδα μετὰ τῶν ἁγίων ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·